Humanitext Reader

伊索克拉底 · 致伊阿宋之子信 §6#1

因高龄辞谢到访及以此信提供建议的意图

第 1 段,共 2 段 · 希腊语

内容简介

伊索克拉底向杰森的子嗣们致歉,说明因其高龄及雅典的政治局势而无法前往拜访,但他表示仍希望通过这封信向他们提供有益的建议。

§6#1## τοῖς Ἰάσονος παισίν ἀπήγγειλέ τίς μοι τῶν πρεσβευσάντων ὡς ὑμᾶς ὅτι καλέσαντες αὐτὸν ἄνευ τῶν ἄλλων ἐρωτήσαιτ’ εἰ πεισθείην ἂν ἀποδημῆσαι καὶ διατρῖψαι παρ’ ὑμῖν.
致杰森的子嗣们前往你们那里的使者中有一人向我报告,你们将他单独召见,避开其他人,询问我是否可能被说服动身出国并和你们一起生活。
ἐγὼ δ’ ἕνεκα μὲν τῆς Ἰάσονος καὶ Πολυαλκοῦς ξενίας ἡδέως ἂν ἀφικοίμην ὡς ὑμᾶς· οἶμαι γὰρ ἂν τὴν ὁμιλίαν τὴν γενομένην ἅπασιν ἡμῖν συνενεγκεῖν·
就我而言,看在与杰森以及波吕阿尔克斯的交谊份上,我乐意前往你们那里;因为我认为,我们将要进行的交往对我们所有人都有益处。
ἀλλὰ γὰρ ἐμποδίζει με πολλά, μάλιστα μὲν τὸ μὴ δύνασθαι πλανᾶσθαι καὶ τὸ μὴ πρέπειν ἐπιξενοῦσθαι τοῖς τηλικούτοις, ἔπειθ’ ὅτι πάντες οἱ πυθόμενοι τὴν ἀποδημίαν δικαίως ἄν μου καταφρονήσειαν, εἰ προῃρημένος τὸν ἄλλον χρόνον ἡσυχίαν ἄγειν ἐπὶ γήρως ἀποδημεῖν ἐπιχειροίην, ὅτ’ εἰκὸς ἦν, εἰ καὶ πρότερον ἄλλοθί που διέτριβον, νῦν οἴκαδε σπεύδειν, οὕτως ὑπογυίου μοι τῆς τελευτῆς οὔσης.
但是,有许多事情阻碍着我:首先是无法远行,以及对于如此高龄的人来说,在异乡作客是不妥当的;其次是,所有得知我出国的人都会理所当然地瞧不起我,如果我此前一直选择安度晚年,却在暮年试图远行,而此时此刻,哪怕我以前曾在别处旅居,现在也理当急切地返回家园,更何况我的大限已经如此临近。
πρὸς δὲ τούτοις φοβοῦμαι καὶ τὴν πόλιν·
此外,我也畏惧我们的城邦;因为必须实话实说。
χρὴ γὰρ τἀληθῆ λέγειν. ὁρῶ γὰρ τὰς συμμαχίας τὰς πρὸς αὐτὴν γιγνομένας ταχέως διαλυομένας.
我看到与城邦结成的盟友关系很快就会瓦解。
εἰ δή τι συμβαίη καὶ πρὸς ὑμᾶς τοιοῦτον, εἰ καὶ τὰς αἰτίας καὶ τοὺς κινδύνους διαφυγεῖν δυνηθείην, ὃ χαλεπόν ἐστιν, ἀλλ’ οὖν αἰσχυνθείην ἄν, εἴτε διὰ τὴν πόλιν δόξαιμί τισιν ὑμῶν ἀμελεῖν, εἴτε δι’ ὑμᾶς τῆς πόλεως ὀλιγωρεῖν.
如果你们之间也发生类似的事情,即使我能够逃脱指责和危险(这是很困难的),我也会感到羞愧,无论是因为城邦而在你们某些人看来我怠慢了你们,还是因为你们而在城邦看来我疏忽了城邦。
μὴ κοινοῦ δὲ τοῦ συμφέροντος ὄντος οὐκ οἶδ’ ὅπως ἂν ἀμφοτέροις ἀρέσκειν δυνηθείην.
在没有共同利益的情况下,我不知道如何才能使双方都感到满意。
αἱ μὲν οὖν αἰτίαι, δι’ ἃς οὐκ ἔξεστί μοι ποιεῖν ἃ βούλομαι, τοιαῦται συμβεβήκασιν.
因此,我无法做我想做的事情的原因就是这些。
οὐ μὴν περὶ τῶν ἐμαυτοῦ μόνον ἐπιστείλας οἶμαι δεῖν ἀμελῆσαι τῶν ὑμετέρων, ἀλλ’ ἅπερ ἂν παραγενόμενος πρὸς ὑμᾶς διελέχθην, πειράσομαι καὶ νῦν περὶ τῶν αὐτῶν τούτων ὅπως ἂν δύνωμαι διεξελθεῖν.
然而,我认为不能只写了我个人的事情而忽略了你们的事情;相反,如果我亲临你们那里本会与你们探讨的那些话,我也会尝试在信中,针对这些同样的事情,尽我所能地进行详尽的阐述。
μηδὲν δ’ ὑπολάβητε τοιοῦτον, ὡς ἄρ’ ἐγὼ ταύτην ἔγραψα τὴν ἐπιστολὴν οὐχ ἕνεκα τῆς ὑμετέρας ξενίας, ἀλλ’ ἐπίδειξιν ποιήσασθαι βουλόμενος.
你们不要有这样的猜想,以为我写这封信不是为了你们的交谊,而是想借此进行修辞的展示。
οὐ γὰρ εἰς τοῦθ’ ἥκω μανίας ὥστ’ ἀγνοεῖν ὅτι κρείττω μὲν γράψαι τῶν πρότερον διαδεδομένων οὐκ ἂν δυναίμην, τοσοῦτον τῆς ἀκμῆς ὑστερῶν, χείρω δ’ ἐξενεγκὼν πολὺ φαυλοτέραν ἂν λάβοιμι δόξαν τῆς νῦν ἡμῖν ὑπαρχούσης.
因为我还没有疯狂到不知道自己已经远远过了全盛期、无法写出比以前发表的更优秀的作品的地步,也知道如果发表了较差的作品,我得到的声誉将远不如我们现在所拥有的。
ἔπειτ’ εἴπερ ἐπιδείξει προσεῖχον τὸν νοῦν ἀλλὰ μὴ πρὸς ὑμᾶς ἐσπούδαζον, οὐκ ἂν ταύτην ἐξ ἁπασῶν προειλόμην τὴν ὑπόθεσιν, περὶ ἧς χαλεπόν ἐστιν ἐπιεικῶς εἰπεῖν, ἀλλὰ πολὺ καλλίους ἑτέρας ἂν εὗρον καὶ μᾶλλον λόγον ἐχούσας.
其次,如果我把心思放在修辞展示上,而不是真心为你们着想,我绝不会在所有主题中唯独挑选这一个,因为这一主题很难阐述得恰如其分,我本可以找到其他更美好、更容易发挥的主题。
ἀλλὰ γὰρ οὔτε πρότερον οὐδὲ πώποτ’ ἐφιλοτιμήθην ἐπὶ τούτοις, ἀλλ’ ἐφ’ ἑτέροις μᾶλλον, ἃ τοὺς πολλοὺς διαλέληθεν, οὔτε νῦν ἔχων ταύτην τὴν διάνοιαν ἐπραγματευσάμην, ἀλλ’ ὑμᾶς μὲν ὁρῶν ἐν πολλοῖς καὶ μεγάλοις πράγμασιν ὄντας, αὐτὸς δ’ ἀποφήνασθαι βουλόμενος ἣν ἔχω γνώμην περὶ αὐτῶν.
然而,无论以前还是任何时候,我都从未在这些事情上争名夺利,而更是在那些不为大众所察觉的其他事情上;现在我撰写此信也绝非抱着这种意图,而是因为我看到你们身处许多重大的事务中,而我本人想要表明我对这些事务的看法。
ἡγοῦμαι δὲ συμβουλεύειν μὲν ἀκμὴν ἔχειν, αἱ γὰρ ἐμπειρίαι παιδεύουσι τοὺς τηλικούτους καὶ ποιοῦσι μᾶλλον τῶν ἄλλων δύνασθαι καθορᾶν τὸ βέλτιστον, εἰπεῖν δὲ περὶ τῶν προτεθέντων ἐπιχαρίτως καὶ μουσικῶς καὶ διαπεπονημένως οὐκέτι τῆς ἡμετέρας ἡλικίας ἐστίν, ἀλλ’ ἀγαπῴην ἄν, εἰ μὴ παντάπασιν ἐκλελυμένως διαλεχθείην περὶ αὐτῶν.
我认为,在提出建议方面我正处于全盛时期,因为经验教育了我们这个年龄的人,使我们比其他人更能看清什么是最有利的;但是,要优雅、和谐、精心雕琢地谈论摆在面前的问题,已不再是我这个年龄的人所能胜任的。 如果我谈论这些事情时不至于完全松懈无力,我就心满意足了。
μὴ θαυμάζετε δ’ ἄν τι φαίνωμαι λέγων ὧν πρότερον ἀκηκόατε·
如果我所说的一些话是你们以前听过的,请不要感到惊讶。
τῷ μὲν γὰρ ἴσως ἄκων ἂν ἐντύχοιμι, τὸ δὲ καὶ προειδώς, εἰ πρέπον εἰς τὸν λόγον εἴη, προσλάβοιμι·
因为有些话我可能是无意中碰巧说出来的,有些话如果对论述合适,我也可能在知情的情况下拿来使用。
καὶ γὰρ ἂν ἄτοπος εἴην, εἰ τοὺς ἄλλους ὁρῶν τοῖς ἐμοῖς χρωμένους αὐτὸς μόνος ἀπεχοίμην τῶν ὑπ’ ἐμοῦ πρότερον εἰρημένων.
事实上,如果看到别人在使用我的话,唯独我自己却避开自己以前说过的那些话,那我就太荒谬了。

词汇与语法注释

  1. 1εἰ πεισθείην ἂν — 引导间接疑问句的连词 `εἰ`(是否)后接带有 `ἄν` 的潜在祈愿式(`πεισθείην ἂν`)。该结构保留了直接引语疑问句(“你会落入说服吗?”,`ἆρ' ἂν πεισθείης;`)中的 `ἄν`,在主句为过去时(`ἐρωτήσαιτο`)后移入间接引语。
  2. 3μὴ κοινοῦ δὲ τοῦ συμφέροντος ὄντος — 带有否定词 `μή` 的属格独立结构,表示条件(“如果没有共同利益”)。通常在具有条件或假设意味的属格独立结构中,使用否定词 `μή` 而非 `οὐ`。
  3. 4ἅπερ ἂν παραγενόμενος πρὸς ὑμᾶς διελέχθην — `ἄν` 与直陈式过去时(不定过去时 `διελέχθην`)结合,表示与过去事实相反的假设(虚拟主句)。分词 `παραγενόμενος` 亦与此同步,起到了虚拟条件从句(“如果我当时去了你们那里”)的作用。
  4. 6συμβουλεύειν μὲν ἀκμὴν ἔχειν — 属于 `ἡγοῦμαι` 的带宾格的不定式结构(省略了主语)。短语 `ἀκμὴν ἔχειν` 意为“处于全盛期”,而不定式 `συμβουλεύειν` 用作说明性不定式(epexegetical infinitive),限制其范围(“在提出建议方面”)。

引用这一段

伊索克拉底, 致伊阿宋之子信 §6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg023.humanitext-grc2:6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。