§76καὶ μηδεὶς οἰέσθω ταύτην τὴν εὐλογίαν ἡμῖν προσήκειν τοῖς νῦν πολιτευομένοις, ἀλλὰ πολὺ τοὐναντίον.
任何人都不应认为,这一赞美是属于我们这些如今参与政治的人的,恰恰相反。
εἰσὶ γὰρ οἱ τοιοῦτοι τῶν λόγων ἔπαινος μὲν τῶν ἀξίους σφᾶς αὐτοὺς τῆς τῶν προγόνων ἀρετῆς παρεχόντων, κατηγορία δὲ τῶν τὰς εὐγενείας ταῖς αὑτῶν ῥᾳθυμίαις καὶ κακίαις καταισχυνόντων.
因为这样的言辞,是对那些展现出配得上祖先美德之人的一种赞美,而对那些用自己的懈怠和邪恶来羞辱其高贵出身之人的一种指责。
ὅπερ ἡμεῖς ποιοῦμεν· εἰρήσεται γὰρ τἀληθές.
这正是我们所做的;因为必须说出真话。
τοιαύτης γὰρ ἡμῖν τῆς φύσεως ὑπαρχούσης, οὐ διεφυλάξαμεν αὐτήν, ἀλλʼ ἐμπεπτώκαμεν εἰς ἄνοιαν καὶ ταραχὴν καὶ πονηρῶν πραγμάτων ἐπιθυμίαν.
尽管我们拥有如此的本性,我们却没有捍卫它,而是陷入了愚昧、混乱以及对邪恶事物的渴望之中。
§77ἀλλὰ γὰρ ἢν ἐπακολουθῶ τοῖς ἐνοῦσιν ἐπιτιμῆσαι καὶ κατηγορῆσαι τῶν ἐνεστώτων πραγμάτων, δέδοικα μὴ πόρρω λίαν τῆς ὑποθέσεως ἀποπλανηθῶ.
但是,如果我要顺着各种机会对现状进行指责和控诉,我担心自己会偏离主题太远。
περὶ μὲν οὖν τούτων καὶ πρότερον εἰρήκαμεν, καὶ πάλιν ἐροῦμεν, ἢν μὴ πείσωμεν ὑμᾶς παύσασθαι τοιαῦτʼ ἐξαμαρτάνοντας· περὶ δʼ ὧν ἐξ ἀρχῆς τὸν λόγον κατεστησάμην, βραχέα διαλεχθεὶς παραχωρῶ τοῖς βουλομένοις ἔτι συμβουλεύειν περὶ τούτων.
因此,关于这些事情,我们以前说过,而且除非我们说服你们停止犯下这样的错误,否则我们还会再说;但关于我从一开始就确立的论题,在简短讨论之后,我将让位给那些仍想就此提出建议的人。
§78ἡμεῖς γὰρ ἢν μὲν οὕτως οἰκῶμεν τὴν πόλιν ὥσπερ νῦν, οὐκ ἔστιν ὅπως οὐ καὶ βουλευσόμεθα καὶ πολεμήσομεν καὶ βιωσόμεθα καὶ σχεδὸν ἅπαντα καὶ πεισόμεθα καὶ πράξομεν, ἅπερ ἐν τῷ παρόντι καιρῷ καὶ τοῖς παρελθοῦσι χρόνοις· ἢν δὲ μεταβάλωμεν τὴν πολιτείαν, δῆλον ὅτι κατὰ τὸν αὐτὸν λόγον, οἷά περ ἦν τοῖς προγόνοις τὰ πράγματα, τοιαῦτʼ ἔσται καὶ περὶ ἡμᾶς· ἀνάγκη γὰρ ἐκ τῶν αὐτῶν πολιτευμάτων καὶ τὰς πράξεις ὁμοίας ἀεὶ καὶ παραπλησίας ἀποβαίνειν.
因为,如果我们仍然像现在这样管理城邦,我们在审议、战争、生活以及几乎所有事情的遭遇和作为上,不可避免地会和现在及过去的时间里一模一样;但如果我们改变我们的国制,显然根据同样的道理,我们的境况也会和我们祖先时的状况一样;因为从同样的国制中,必然会始终产生相似和接近的行为与结果。
§79δεῖ δὲ τὰς μεγίστας αὐτῶν παρʼ ἀλλήλας θέντας βουλεύσασθαι, ποτέρας ἡμῖν αἱρετέον ἐστίν.
我们必须将两者最大的要点放在一起进行审议,看看我们应该选择哪一个。
καὶ πρῶτον μὲν σκεψώμεθα τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους, πῶς πρὸς ἐκείνην τὴν πολιτείαν διέκειντο καὶ πῶς νῦν ἔχουσι πρὸς ἡμᾶς.
首先,让我们看看希腊人和蛮族,他们对那一国制的态度如何,以及他们现在对我们的态度如何。
οὐ γὰρ ἐλάχιστον μέρος τὰ γένη ταῦτα συμβάλλεται πρὸς εὐδαιμονίαν, §80ὅταν ἔχῃ κατὰ τρόπον ἡμῖν.
因为这些民族对我们的幸福繁荣所做出的贡献绝非微不足道,只要他们对我们处于好好的态度。
οἱ μὲν τοίνυν Ἕλληνες οὕτως ἐπίστευον τοῖς κατʼ ἐκεῖνον τὸν χρόνον πολιτευομένοις, ὥστε τοὺς πλείστους αὐτῶν ἑκόντας ἐγχειρίσαι τῇ πόλει σφᾶς αὐτούς· οἱ δὲ βάρβαροι τοσοῦτον ἀπεῖχον τοῦ πολυπραγμονεῖν περὶ τῶν Ἑλληνικῶν πραγμάτων, ὥστε οὔτε μακροῖς πλοίοις ἐπὶ τάδε Φασήλιδος ἔπλεον οὔτε στρατοπέδοις ἐντὸς Ἅλυος ποταμοῦ κατέβαινον, §81ἀλλὰ πολλὴν ἡσυχίαν ἦγον.
因此,当时的希腊人对那时执政的人们如此信任,以至于他们中的大多数人自愿将自己托付给我们的城邦;而蛮族则极其远离对希腊事务的干涉,以至于他们既没有用战船驶入法塞利斯以西,也没有率军下到哈吕斯河以东,而是保持了极大的静默。
νῦν δʼ εἰς τοῦτο τὰ πράγματα περιέστηκεν, ὥσθʼ οἱ μὲν μισοῦσι τὴν πόλιν, οἱ δὲ καταφρονοῦσιν ἡμῶν· καὶ περὶ μὲν τοῦ μίσους τῶν Ἑλλήνων αὐτῶν ἀκηκόατε τῶν στρατηγῶν· ὡς δὲ βασιλεὺς ἔχει πρὸς ἡμᾶς, ἐκ τῶν ἐπιστολῶν ὧν ἔπεμψεν ἐδήλωσεν.
然而现在,事情发生了一百八十度转变,以至于一些人憎恨我们的城邦,另一些人轻视我们;关于希腊人本身的憎恨,你们已经从将军们那里听到了;至于波斯国王对我们的态度,他已在他所寄来的信件中表明了。
§82ἔτι πρὸς τούτοις ὑπὸ μὲν ἐκείνης τῆς εὐταξίας οὕτως ἐπαιδεύθησαν οἱ πολῖται πρὸς ἀρετήν, ὥστε σφᾶς μὲν αὐτοὺς μὴ λυπεῖν, τοὺς δʼ εἰς τὴν χώραν εἰσβάλλοντας ἅπαντας μαχόμενοι νικᾶν.
此外,在那一良好秩序的熏陶下,市民们在美德方面受到如此良好的教育,以至于他们互不伤害,并且在战斗中击败了所有入侵其领土的人。
ἡμεῖς δὲ τοὐναντίον· ἀλλήλοις μὲν γὰρ κακὰ παρέχοντες οὐδεμίαν ἡμέραν διαλείπομεν, τῶν δὲ περὶ τὸν πόλεμον οὕτω κατημελήκαμεν, ὥστʼ οὐδʼ εἰς ἐξετάσεις ἰέναι τολμῶμεν ἢν μὴ λαμβάνωμεν ἀργύριον.
我们却相反;因为我们不放过任何一天互相施加恶行,并且我们对战争事务如此懈怠,以至于如果不拿到钱,我们甚至都不敢参加阅兵式。
§83τὸ δὲ μέγιστον· τότε μὲν οὐδεὶς ἦν τῶν πολιτῶν ἐνδεὴς τῶν ἀναγκαίων, οὐδὲ προσαιτῶν τοὺς ἐντυγχάνοντας τὴν πόλιν κατῄσχυνε, νῦν δὲ πλείους εἰσὶν οἱ σπανίζοντες τῶν ἐχόντων· οἷς ἄξιόν ἐστι πολλὴν συγγνώμην ἔχειν, εἰ μηδὲν τῶν κοινῶν φροντίζουσιν, ἀλλὰ τοῦτο σκοποῦσιν ὁπόθεν τὴν ἀεὶ παροῦσαν ἡμέραν διάξουσιν.
而最重大的是:当时没有一个市民缺乏生活必需品,也没有人通过向遇到的人乞讨来羞辱城邦,但现在贫困者的数量超过了富有者;对这些人来说,如果他们完全不关心公共事务,而只考虑如何度过眼前的每一天,那么给他们以极大的宽容是理所当然的。
§84ἐγὼ μὲν οὖν ἡγούμενος, ἢν μιμησώμεθα τοὺς προγόνους, καὶ τῶν κακῶν ἡμᾶς τούτων ἀπαλλαγήσεσθαι καὶ σωτῆρας οὐ μόνον τῆς πόλεως ἀλλὰ καὶ τῶν Ἐλλήνων ἁπάντων γενήσεσθαι, τήν τε πρόσοδον ἐποιησάμην καὶ τοὺς λόγους εἴρηκα τούτους· ὑμεῖς δὲ πάντα λογισάμενοι ταῦτα χειροτονεῖθʼ ὅ τι ἂν ὑμῖν δοκῇ μάλιστα συμφέρειν τῇ πόλει.
因此,我坚信如果我们效仿祖先,我们不仅能摆脱这些灾祸,而且将不仅成为城邦的救星,也会成为所有希腊人的救星,为此我来到了你们面前并发表了这些言辞;而你们在深思熟虑所有这些之后,请投票赞成你们认为最有利于城邦的决定。