← イソクラテス

ニコクレスに与う

§9-17

君主の基本的任務と自己鍛錬および善政の原則

君主の基本的な任務(国家の維持・発展)を定義し、そのために君主自身が魂を鍛え、知性を磨くことの重要性を説く。さらに、民衆を愛し、公正な法と秩序を整えることが、国を安定させる基本であることを主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9

πρῶτον μὲν οὖν σκεπτέον τί τῶν βασιλευόντων ἔργον ἐστίν· ἂν γὰρ ἐν κεφαλαίοις τὴν δύναμιν ὅλου τοῦ πράγματος καλῶς περιλάβωμεν, ἐνταῦθʼ ἀποβλέποντες ἄμεινον καὶ περὶ τῶν μερῶν ἐροῦμεν. οἶμαι δὴ πάντας ἂν ὁμολογῆσαι προσήκειν αὐτοῖς πόλιν δυστυχοῦσαν παῦσαι1 καὶ καλῶς πράττουσαν διαφυλάξαι καὶ μεγάλην ἐκ μικρᾶς ποιῆσαι· τὰ γὰρ ἄλλα τὰ συμπίπτοντα κατὰ τὴν ἡμέραν ἑκάστην τούτων ἕνεκα πρακτέον ἐστί.

まず第一に、王たる者たちの務めとは何であるかを検討しなければならない。なぜなら、もし私たちが事柄全体の要点を大づかみに正しく把握するならば、そこへと目を向けることで、その部分部分についてもより良く語ることができるようになるからである。実に、不幸な状態にある国家をそこから救い出し、順調にいっている国家を維持し、小さな国家から大きな国家にすることが彼らにふさわしいことであると、誰もが同意するであろうと私は思う。というのも、日々生じるその他の事柄は、これらの目的のために行われねばならないからである。

§10

καὶ μὴν ἐκεῖνό γε φανερόν, ὅτι δεῖ τοὺς ταῦτα δυνησομένους καὶ περὶ τηλικούτων βουλευομένους μὴ ῥᾳθυμεῖν μηδʼ ἀμελεῖν, ἀλλὰ σκοπεῖν ὅπως φρονιμώτερον διακείσονται τῶν ἄλλων· δέδεικται γὰρ ὅτι τοιαύτας τὰς βασιλείας ἕξουσιν, οἵας ἂν τὰς ἑαυτῶν γνώμας παρασκευάσωσιν.2

そしてさらに、次のこともまた明らかである。すなわち、これらのことを行う能力を持ち、これほど重大な事柄について評議する者たちは、怠惰であってはならず、不注意であってもならず、むしろ、自分が他者よりも思慮深くあるように心がけねばならない。なぜなら、彼らが自分自身の精神をどのような状態に整えるかによって、その王位もまたそのようなものになるということが示されているからである。

§11

ὥστε οὐδενὶ τῶν ἀσκητῶν οὕτω προσήκει τὸ σῶμα γυμνάζειν, ὡς τοῖς βασιλεῦσι τὴν ψυχὴν τὴν ἑαυτῶν· ἅπασαι γὰρ αἱ πανηγύρεις οὐδὲν μέρος τιθέασιν τούτων τῶν ἄθλων, περὶ ὧν ὑμεῖς καθʼ ἑκάστην τὴν ἡμέραν ἀγωνίζεσθε. ὧν ἐνθυμούμενον χρὴ προσέχειν τὸν νοῦν, ὅπως ὅσον περ ταῖς τιμαῖς τῶν ἄλλων προέχεις, τοσοῦτον καὶ ταῖς ἀρεταῖς αὐτῶν διοίσεις.

したがって、いかなる競技者がその身体を鍛えることよりも、王たち自身がその魂を鍛えることの方が、はるかにふさわしいのである。なぜなら、すべての祭典も、あなた方が日々戦っている闘いに比べれば、そのいかなる部分も賞として提供してはいないからである。これらのことを心に留めつつ、あなたが名誉において他者を超越しているのと同じくらい、徳においても彼らより抜きんでるように、注意を傾けねばならない。

§12

καὶ μὴ νόμιζε τὴν ἐπιμέλειαν ἐν μὲν τοῖς ἄλλοις πράγμασι χρησίμην εἶναι, πρὸς δὲ τὸ βελτίους ἡμᾶς καὶ φρονιμωτέρους γίγνεσθαι μηδεμίαν δύναμιν ἔχειν· μηδὲ καταγνῷς τῶν ἀνθρώπων τοσαύτην δυστυχίαν,3 ὡς περὶ μὲν τὰ θηρία τέχνας εὑρήκαμεν αἷς αὐτῶν τὰς ψυχὰς ἡμεροῦμεν καὶ πλείονος ἀξίας ποιοῦμεν, ἡμᾶς δʼ αὐτοὺς οὐδὲν ἂν πρὸς ἀρετὴν ὠφελήσαιμεν. ἀλλʼ ὡς καὶ τῆς παιδεύσεως καὶ τῆς ἐπιμελείας μάλιστα δυναμένης τὴν ἡμετέραν φύσιν εὐεργετεῖν, οὕτω διάκεισο τὴν γνώμην, καὶ τῶν τε παρόντων τοῖς φρονιμωτάτοις πλησίαζε καὶ τῶν ἄλλων οὓς ἂν δύνῃ μεταπέμπου, καὶ μήτε τῶν ποιητῶν τῶν εὐδοκιμούντων μήτε τῶν σοφιστῶν μηδενὸς οἴου δεῖν ἀπείρως ἔχειν, ἀλλὰ τῶν μὲν ἀκροατὴς γίγνου τῶν δὲ μαθητής, καὶ παρασκεύαζε σεαυτὸν τῶν μὲν ἐλαττόνων κριτὴν τῶν δὲ μειζόνων ἀγωνιστήν· διὰ γὰρ τούτων τῶν γυμνασίων τάχιστʼ ἂν γένοιο τοιοῦτος, οἷον ὑπεθέμεθα δεῖν εἶναι τὸν ὀρθῶς βασιλεύσοντα καὶ τὴν πόλιν ὡς χρὴ διοικήσοντα. μάλιστα δʼ ἂν αὐτὸς ὑπὸ σαυτοῦ παρακληθείης, εἰ δεινὸν ἡγήσαιο τοὺς χείρους τῶν βελτιόνων ἄρχειν καὶ τοὺς ἀνοητοτέρους τοῖς φρονιμωτέροις προστάττειν· ὅσῳ γὰρ ἂν ἐρρωμενεστέρως τὴν τῶν ἄλλων ἄνοιαν ἀτιμάσῃς, τοσούτῳ μᾶλλον τὴν αὑτοῦ διάνοιαν ἀσκήσεις.

そして、努力が他の事柄においては有用であるが、私たちがより良く、より思慮深くなることに対しては何の力も持たない、などと考えてはならない。また、人類に対して、獣についてはその魂を従順にし、より価値あるものにするための技術を発明したのに、自分たち自身に対しては徳に向けて何ら益することもないというような、それほど大きな不幸を宣告してはならない。むしろ、教育と努力こそが私たちの本性を最もよく益することができるものであると確信して、そのような心構えを持ちなさい。そして、身近にいる人々の中で最も思慮深い者たちと親しく交わり、それ以外の者であっても呼び寄せられる者は誰でも招き寄せなさい。高名な詩人の誰をも、またソフィストの誰をも、知らないままでいてよいと考えてはならず、前者については聞き手となり、後者については弟子となりなさい。そして、より小さな事柄においては判定者となり、より大きな事柄においては競争者となるよう、自分自身を整えなさい。なぜなら、これらの鍛錬を通じて、正しく支配し、国家を適切に治めるべき者として私たちが仮定したような人物に、あなたは最も速く到達できるからである。そして、何よりもあなた自身によって、あなたは次のように鼓舞されるであろう。もし、より劣った者がより優れた者を支配し、より愚かな者がより思慮深い者に命令を下すことを、恐るべきこととみなすならば。なぜなら、他者の愚かさをあなたがより強く軽蔑すればするほど、それだけいっそう自分自身の知性を鍛えることになるからである。

§15

ἄρχεσθαι μὲν οὖν ἐντεῦθεν χρὴ τοὺς μέλλοντάς τι τῶν δεόντων ποιήσειν, πρὸς δὲ τούτοις φιλάνθρωπον εἶναι δεῖ καὶ φιλόπολιν· οὔτε γὰρ ἵππων οὔτε κυνῶν οὔτʼ ἄλλου πράγματος οὐδενὸς οἷόν τε καλῶς ἄρχειν, ἂν μή τις χαίρῃ τούτοις ὧν αὐτὸν δεῖ ποιεῖσθαι τὴν ἐπιμέλειαν. μελέτω σοι τοῦ πλήθους, καὶ περὶ παντὸς ποιοῦ κεχαρισμένως αὐτοῖς ἄρχειν, γιγνώσκων ὅτι καὶ τῶν ὀλιγαρχιῶν καὶ τῶν ἄλλων πολιτειῶν αὗται πλεῖστον χρόνον διαμένουσιν, αἵ τινες ἂν ἄριστα τὸ πλῆθος θεραπεύωσιν. καλῶς δὲ δημαγωγήσεις, ἐὰν μήθʼ ὑβρίζειν τὸν ὄχλον ἐᾷς μήθʼ ὑβριζόμενον περιορᾷς,4 ἀλλὰ σκοπῇς ὅπως οἱ βέλτιστοι μὲν τὰς τιμὰς ἕξουσιν, οἱ δʼ ἄλλοι μηδὲν ἀδικήσονται· ταῦτα γὰρ στοιχεῖα πρῶτα καὶ μέγιστα χρηστῆς πολιτείας ἐστίν.

さて、なすべき務めを果たそうとする者は、ここから始めなければならない。しかしこれらに加えて、人間を愛する者であり、国家を愛する者でなければならない。なぜなら、馬であれ犬であれ、あるいは他のいかなるものであれ、自分がその世話をしなければならない対象を愛好するのでなければ、それらを立派に支配することは不可能だからである。民衆をあなたの配慮の対象とし、何よりも彼らに喜ばれるように統治することを心がけなさい。過頭政であれ、その他の国制であれ、大衆を最もよく手厚く扱う国制こそが、最も長く存続するものであることをわきまえつつ。そして、群衆が横暴に振る舞うのを許さず、また彼らが不当な扱いを受けるのを見過ごさないならば、あなたは立派に民衆を導くことができるであろう。むしろ、最も優れた人々が名誉を手にし、その他の人々が何ら不当な扱いを受けないように配慮しなさい。なぜなら、これらが優れた国制の最初にして最大の基本要素だからである。

§17

τῶν προσταγμάτων καὶ τῶν ἐπιτηδευμάτων κίνει καὶ μετατίθει τὰ μὴ καλῶς καθεστῶτα, καὶ μάλιστα μὲν εὑρετὴς γίγνου τῶν βελτίστων, εἰ δὲ μή, μιμοῦ τὰ παρὰ τοῖς ἄλλοις ὀρθῶς ἔχοντα. ζήτει νόμους τὸ μὲν σύμπαν δικαίους καὶ συμφέροντας καὶ σφίσιν αὐτοῖς ὁμολογουμένους, πρὸς δὲ τούτοις οἵ τινες τὰς μὲν ἀμφισβητήσεις ὡς ἐλαχίστας τὰς δὲ διαλύσεις ὡς οἷόν τε ταχίστας τοῖς πολίταις ποιοῦσι· ταῦτα γὰρ ἅπαντα προσεῖναι δεῖ τοῖς καλῶς κειμένοις νόμοις.

布告や慣行のうち、適切に定められていないものを改め、変更しなさい。そして、できるならば自ら最善のものを生み出す者となり、それが叶わぬなら、他国のもので正しく機能しているものを模倣しなさい。全体として正義にかない、有益であり、互いに矛盾のない法律を求めなさい。さらには、市民たちにとって争いごとをできる限り少なくし、和解をできる限り迅速に済ませられるような法律を。なぜなら、これらすべての性質が、適切に制定された法律には備わっていなければならないからである。

構文注4 件
  1. 9πόλιν δυστυχοῦσαν παῦσαι

    動詞 παύω は通常「〜をやめさせる」という意味で「人(対格)+行為(分詞または属格)」を取るが、ここでは「不幸な状態にある国家に、その状態(不幸)をやめさせる(=救う)」という表現になっており、分詞 δυστυχοῦσαν(不幸を被っている)を伴う対格 πόλιν が目的語となって「国家の不幸な状態を終わらせる」の意味を表している。

  2. 10τοιαύτας τὰς βασιλείας ἕξουσιν, οἵας ἂν τὰς ἑαυτῶν γνώμας παρασκευάσωσιν

    相関代名詞 τοιαύτας... οἵας... が、それぞれ βασιλείας と γνώμας に対する述語的な関係を示している。「自分たちの精神をあらかじめ整えたのと同じような状態の王位(王国)を、彼らは持つことになる」という論理構造を示す。

  3. 12καταγνῷς τῶν ἀνθρώπων τοσαύτην δυστυχίαν

    複合動詞 καταγιγνώσκω(有罪を宣告する、非難する)の二重格支配。非難の対象となる人物を属格(τῶν ἀνθρώπων)、非難・宣告される内容(罰や罪、不幸など)を対格(τοσαύτην δυστυχίαν)で取る。「人類にこれほどの不幸を宣告する(みなす)」の意味。

  4. 16ὑβριζόμενον περιορᾷς

    動詞 περιοράω(見過ごす、放置する)は、分詞を補語として伴い「〜されているのを見過ごす」という意味になる。ここでは受動分詞 ὑβριζόμενον(虐げられている、不当に扱われている)を伴い、「[大衆が]不当に扱われるのを放置する」の意。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 2 件
urn:cts:greekLit:tlg0010.tlg013.humanitext-grc2:9-17