Humanitext Reader

伊索克拉底 · 普拉提亚人 §1-11

普拉提亚使者的控诉与向雅典求援

第 1 段,共 6 段 · 希腊语

内容简介

普拉提亚使者在雅典公民大会上发言,控诉底比斯人在和平时期摧毁其城邦的暴行,并恳求雅典主持公道,不要受底比斯人狡辩的蒙蔽。

§1εἰδότες ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμένοις προθύμως βοηθεῖν εἰθισμένους καὶ τοῖς εὐεργέταις μεγίστην χάριν ἀποδιδόντας, ἥκομεν ἱκετεύσοντες μὴ περιιδεῖν ἡμᾶς εἰρήνης οὔσης ἀναστάτους ὑπὸ Θηβαίων γεγενημένους.
雅典的市民啊,我们知道你们习惯于热忱地援助那些受委屈的人,并对恩人予以最大的答谢,因此我们前来恳求你们,不要坐视我们在和平时期被底比斯人驱逐出家园。
πολλῶν δʼ ἤδη πρὸς ὑμᾶς καταφυγόντων καὶ διαπραξαμένων ἅπανθʼ ὅσων ἐδεήθησαν, ἡγούμεθα μάλισθʼ ὑμῖν προσήκειν περὶ τῆς ἡμετέρας πόλεως ποιήσασθαι πρόνοιαν·
既然已经有许多人向你们求助,并实现了他们所祈求的一切,我们认为,为我们的城邦提供关怀,这尤其是你们分内的事。
§2οὔτε γὰρ ἂν ἀδικώτερον οὐδένας ἡμῶν εὕροιτε τηλικαύταις συμφοραῖς περιπεπτωκότας, οὔτʼ ἐκ πλείονος χρόνου πρὸς τὴν ὑμετέραν πόλιν οἰκειότερον διακειμένους.
因为你们找不到比我们更不公地陷入如此巨大灾难的人,也找不到比我们更长期以来与你们的城邦保持更亲密关系的人。
ἔτι δὲ τοιούτων δεησόμενοι πάρεσμεν ἐν οἷς κίνδυνος μὲν οὐδεὶς ἔνεστιν, ἅπαντες δʼ ἄνθρωποι νομιοῦσιν ὑμᾶς πειθομένους ὁσιωτάτους καὶ δικαιοτάτους εἶναι τῶν Ἑλλήνων.
此外,我们来到这里所请求的事物,不仅不包含任何危险,而且只要你们应允,所有人都将认为你们是希腊人中最虔敬、最公正的人。
§3εἰ μὲν οὖν μὴ Θηβαίους ἑωρῶμεν ἐκ παντὸς τρόπου παρεσκευασμένους πείθειν ὑμᾶς, ὡς οὐδὲν εἰς ἡμᾶς ἐξημαρτήκασι, διὰ βραχέων ἂν ἐποιησάμεθα τοὺς λόγους· ἐπειδὴ δʼ εἰς τοῦθʼ ἥκομεν ἀτυχίας ὥστε μὴ μόνον ἡμῖν εἶναι τὸν ἀγῶνα πρὸς τούτους, ἀλλὰ καὶ τῶν ῥητόρων πρὸς τοὺς δυνατωτάτους, οὓς ἀπὸ τῶν ἡμετέρων αὑτοῖς οὗτοι παρεσκευάσαντο συνηγόρους, ἀναγκαῖον διὰ μακροτέρων δηλῶσαι περὶ αὐτῶν.
因此,如果我们没有看到底比斯人正千方百计地准备说服你们,声称他们对我们没有犯下任何罪行,我们本可以长话短说;但由于我们已经陷入如此不幸的境地,以至于我们的斗争不仅是针对他们,而且还是针对他们用我们的财产为自己雇用的最强有力的演说家做辩护人,因此有必要进行更详细的说明。
§4χαλεπὸν μὲν οὖν μηδὲν καταδεέστερον εἰπεῖν ὧν πεπόνθαμεν· ποῖος γὰρ ἂν λόγος ἐξισωθείη ταῖς ἡμετέραις δυσπραξίαις, ἢ τίς ἂν ῥήτωρ ἱκανὸς γένοιτο κατηγορῆσαι τῶν Θηβαίοις ἡμαρτημένων;
因此,要说得完全不逊色于我们所遭受的苦难,是一件困难的事;因为有什么样的言辞能与我们的不幸相提并论,又有哪位演说家足以控诉底比斯人所犯下的罪行呢?
ὅμως δὲ πειρατέον οὕτως ὅπως ἂν δυνώμεθα φανερὰν καταστῆσαι τὴν τούτων παρανομίαν.
然而,我们必须尽己所能,设法将他们的无法无天昭示天下。
§5πολὺ δὲ μάλιστʼ ἀγανακτοῦμεν ὅτι τοσούτου δέομεν τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις Ἕλλησιν, ὥστʼ εἰρήνης οὔσης καὶ συνθηκῶν γεγενημένων οὐχ ὅπως τῆς κοινῆς ἐλευθερίας μετέχομεν, ἀλλʼ οὐδὲ δουλείας μετρίας τυχεῖν ἠξιώθημεν.
我们最感到愤慨的是,我们远未获得与其他希腊人同等的对待,以至于在和平存在且缔结了条约的情况下,我们不仅未能分享共同的自由,甚至连获得适度奴役的资格都没有被认可。
§6δεόμεθʼ οὖν ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, μετʼ εὐνοίας ἀκροάσασθαι τῶν λεγομένων, ἐνθυμηθέντας ὅτι πάντων ἂν ἡμῖν ἀλογώτατον εἴη συμβεβηκός, εἰ τοῖς μὲν ἅπαντα τὸν χρόνον δυσμενῶς πρὸς τὴν πόλιν ὑμῶν διακειμένοις αἴτιοι γεγένησθε τῆς ἐλευθερίας, ἡμεῖς δὲ μηδʼ ἱκετεύοντες ὑμᾶς τῶν αὐτῶν τοῖς ἐχθίστοις τύχοιμεν.
因此,雅典的市民啊,我们请求你们怀着善意倾听我们的发言,并请记住,如果你们为那些一向对你们的城邦心怀敌意的人带来了自由,而我们即使在恳求你们时,却连与我们最凶恶的敌人同等的待遇都无法获得,那对我们来说将是所有事情中最荒谬的。
§7περὶ μὲν οὖν τῶν γεγενημένων οὐκ οἶδʼ ὅ τι δεῖ μακρολογεῖν· τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ τὴν χώραν ἡμῶν κατανενέμηνται καὶ τὴν πόλιν κατεσκάφασιν;
至于已经发生的事,我不知道为什么需要冗长地解释;因为谁不知道他们既蹂躏了我们的土地,又摧毁了我们的城邦?
ἃ δὲ λέγοντες ἐλπίζουσιν ἐξαπατήσειν ὑμᾶς, περὶ τούτων πειρασόμεθα διδάσκειν.
但是,关于他们希望用什么言辞来欺骗你们,我们将尽力向你们说明。
§8ἐνίοτε μὲν γὰρ ἐπιχειροῦσι λέγειν, ὡς διὰ τοῦτο πρὸς ἡμᾶς οὕτω προσηνέχθησαν, ὅτι συντελεῖν αὐτοῖς οὐκ ἠθέλομεν.
因为有时他们企图说,他们之所以这样对待我们,是因为我们不愿向他们交纳贡赋。
ὑμεῖς δʼ ἐνθυμεῖσθε πρῶτον μὲν εἰ δίκαιόν ἐστιν ὑπὲρ τηλικούτων ἐγκλημάτων οὕτως ἀνόμους καὶ δεινὰς ποιεῖσθαι τὰς τιμωρίας, ἔπειτʼ εἰ προσήκειν ὑμῖν δοκεῖ μὴ πεισθεῖσαν τὴν Πλαταιέων πόλιν, ἀλλὰ βιασθεῖσαν Θηβαίοις συντελεῖν.
但请你们首先考虑,为了如此微小的控诉而施加这样非法且可怕的惩罚是否公正;其次,在普拉提亚城邦并非出于自愿而是被迫的情况下,向底比斯人交纳贡赋是否在你们看来是合宜的。
ἐγὼ μὲν γὰρ οὐδένας ἡγοῦμαι τολμηροτέρους εἶναι τούτων, οἵτινες τὰς μὲν ἰδίας ἡμῶν ἑκάστων πόλεις ἀφανίζουσι, τῆς δὲ σφετέρας αὐτῶν πολιτείας οὐδὲν δεομένους κοινωνεῖν ἀναγκάζουσιν.
就我而言,我认为没有人比他们更胆大妄为,他们消灭了我们每个人的独立城邦,却又强迫那些根本不需要的人去分享他们自己的政体。
§9πρὸς δὲ τούτοις οὐδʼ ὁμολογούμενα φαίνονται διαπραττόμενοι πρός τε τοὺς ἄλλους καὶ πρὸς ἡμᾶς.
此外,他们在对待他人和对待我们方面,似乎也并不言行一致。
ἐχρῆν γὰρ αὐτούς, ἐπειδὴ πείθειν ἡμῶν τὴν πόλιν οὐχ οἷοί τʼ ἦσαν, ὥσπερ τοὺς Θεσπιέας καὶ τοὺς Ταναγραίους, συντελεῖν μόνον εἰς τὰς Θήβας ἀναγκάζειν· οὐδὲν γὰρ ἂν τῶν ἀνηκέστων κακῶν ἦμεν πεπονθότες.
因为既然他们无法说服我们的城邦,本应该只强迫我们向底比斯交纳贡赋,就像帖斯庇亚人和塔纳格拉人那样;因为这样的话,我们本不会遭受任何无法挽回的灾难。
νῦν δὲ φανεροὶ γεγόνασιν οὐ τοῦτο διαπράξασθαι βουληθέντες, ἀλλὰ τῆς χώρας ἡμῶν ἐπιθυμήσαντες.
但现在已经很明显,他们想实现的并不是这一点,而是觊觎我们的土地。
§10θαυμάζω δὲ πρὸς τί τῶν γεγενημένων ἀναφέροντες καὶ πῶς ποτε τὸ δίκαιον κρίνοντες ταῦτα φήσουσι προστάττειν ἡμῖν.
我倒很想知道,他们是依据过去的哪些事件,又是如何判定正义,才声称要命令我们做这些事的。
εἰ μὲν γὰρ τὰ πάτρια σκοποῦσιν, οὐ τῶν ἄλλων αὐτοῖς ἀρκτέον, ἀλλὰ πολὺ μᾶλλον Ὀρχομενίοις φόρον οἰστέον· οὕτω γὰρ εἶχε τὸ παλαιόν·
因为如果他们看重祖宗的传统,他们就不应该统治他人,反而更应该向奥尔霍迈诺斯人缴纳贡赋;因为古时候就是如此。
εἰ δὲ τὰς συνθήκας ἀξιοῦσιν εἶναι κυρίας, ὅπερ ἐστὶ δίκαιον, πῶς οὐχ ὁμολογήσουσιν ἀδικεῖν καὶ παραβαίνειν αὐτάς;
但如果他们要求条约有效(这才是公正的),他们又怎能不承认自己正在行不义并违反条约呢?
ὁμοίως γὰρ τάς τε μικρὰς τῶν πόλεων καὶ τὰς μεγάλας αὐτονόμους εἶναι κελεύουσιν.
因为条约同样命令大小城邦都要保持自治。
§11οἶμαι δὲ περὶ μὲν τούτων οὐ τολμήσειν αὐτοὺς ἀναισχυντεῖν, ἐπʼ ἐκεῖνον δὲ τρέψεσθαι τὸν λόγον, ὡς μετὰ Λακεδαιμονίων ἐπολεμοῦμεν, καὶ πάσῃ τῇ συμμαχίᾳ διαφθείραντες ἡμᾶς τὰ συμφέροντα πεποιήκασιν.
我想,在这些问题上他们不敢厚颜无耻,而会转向那样一种论调,即我们曾与拉刻代蒙人并肩作战,并且他们通过摧毁我们,做出了有利于整个同盟的事。

词汇与语法注释

  1. §1εἰδότες ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμένοις προθύμως βοηθεῖν εἰθισμένους καὶ τοῖς εὐεργέταις μεγίστην χάριν ἀποδιδόντας — 分词 `εἰδότες`(知道)以宾格的 `ὑμᾶς` 作为其逻辑主语,并支配同样是宾格的补充性分词 `εἰθισμένους`(习惯于)与 `ἀποδιδόντας`(给予),意为“知道你们习惯于……并且给予……”。
  2. §3εἰς τοῦθʼ ἥκομεν ἀτυχίας — 属格 `ἀτυχίας`(不幸)修饰指示代名词的宾格 `τοῦτο`(这),属于表示程度的部分属格(partitive genitive),意为“我们已经陷入了如此不幸的境地”。
  3. §5οὐχ ὅπως ... ἀλλʼ οὐδέ... — 惯用句型 `οὐχ ὅπως... ἀλλʼ οὐδέ...` 表示“不仅不……甚至连……也不……”。它强调了双重的否定结果:不仅没有分享共同的自由,甚至连适度的奴役也未能获得。
  4. §8συντελεῖν — 动词 `συντελέω` 在此处意为“共同缴纳”、“共同分担(同盟或联邦的税收与防务)”,特指底比斯领导下的波奥蒂亚同盟中所规定的强制性财政与军事义务。
  5. §10οὐ τῶν ἄλλων αὐτοῖς ἀρκτέον, ἀλλὰ πολὺ μᾶλλον Ὀρχομενίοις φόρον οἰστέον — 使用了以 `-τέος` 结尾的动副词(表示义务,`ἀρκτέον` 源自 `ἄρχω`“统治”,`οἰστέον` 源自 `φέρω`“缴纳”)的无人称句。给格 `αὐτοῖς`(指底比斯人)是其逻辑主语(施事给格)。`τῶν ἄλλων` 是 `ἀρκτέον` 所支配的属格宾语。因此译为“他们不应统治他人,反而更应该向奥尔霍迈诺斯人缴纳贡赋”。

引用这一段

伊索克拉底, 普拉提亚人 §1-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg012.humanitext-grc2:1-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。