§9οὐ μόνον δὲ τούτοις ἀλλὰ καὶ τοῖς τοὺς πολιτικοὺς λόγους ὑπισχνουμένοις ἄξιον ἐπιτιμῆσαι καὶ γὰρ ἐκεῖνοι τῆς μὲν ἀληθείας οὐδὲν φροντίζουσιν, ἡγοῦνται δὲ τοῦτʼ εἶναι τὴν τέχνην, ἢν ὡς πλείστους τῇ μικρότητι τῶν μισθῶν καὶ τῷ μεγέθει τῶν ἐπαγγελμάτων προσαγάγωνται καὶ λαβεῖν τι παρʼ αὐτῶν δυνηθῶσιν·
不仅是这些人,那些承诺教授政治演讲的人也同样值得谴责。 因为他们也完全不在意真理,而是认为,如果能以微薄的学费和宏大的承诺吸引尽可能多的人,并能从他们那里获得一些报酬,这本身就是技术。
οὕτω δʼ ἀναισθήτως αὐτοί τε διάκεινται καὶ τοὺς ἄλλους ἔχειν ὑπειλήφασιν, ὥστε χεῖρον γράφοντες τοὺς λόγους ἢ τῶν ἰδιωτῶν τινες αὐτοσχεδιάζουσιν, ὅμως ὑπισχνοῦνται τοιούτους ῥήτορας τοὺς συνόντας ποιήσειν ὥστε μηδὲν τῶν ἐνόντων ἐν τοῖς πράγμασι παραλιπεῖν.
他们自己处于如此愚昧的状态,并以为别人也是如此,以至于尽管他们写的演讲词比一些普通人即兴发表的还要糟糕,却依然承诺要使那些与他们相处的人成为这样的演说家,不漏掉事情中包含的任何一点。
§10καὶ ταύτης τῆς δυνάμεως οὐδὲν οὔτε ταῖς ἐμπειρίαις οὔτε τῇ φύσει τῇ τοῦ μαθητοῦ μεταδιδόασιν, ἀλλά φασιν ὁμοίως τὴν τῶν λόγων ἐπιστήμην ὥσπερ τὴν τῶν γραμμάτων παραδώσειν, ὡς μὲν ἔχει τούτων ἑκάτερον, οὐκ ἐξετάσαντες, οἰόμενοι δὲ διὰ τὰς ὑπερβολὰς τῶν ἐπαγγελμάτων αὐτοί τε θαυμασθήσεσθαι καὶ τὴν παίδευσιν τὴν τῶν λόγων πλέονος ἀξίαν δόξειν εἶναι, κακῶς εἰδότες ὅτι μεγάλας ποιοῦσι τὰς τέχνας οὐχ οἱ τολμῶντες ἀλαζονεύεσθαι περὶ αὐτῶν, ἀλλʼ οἵτινες ἄν, ὅσον ἔνεστιν ἐν ἑκάστῃ, τοῦτʼ ἐξευρεῖν δυνηθῶσιν.
而且他们完全没有把这种能力归功于经验或学生的资质,反而声称将像传授文字知识一样传授演讲知识。 他们完全没有探讨这两者各自的性质,只是以为由于他们那些夸大其词的承诺,他们自己会受到赞赏,而演讲的教育也会显得更有价值。 他们根本不知道,使一门技术变得伟大的,不是那些敢于对其大言不惭的人,而是那些能够尽可能地发掘出每门技术中所蕴含的潜力的人。
§11ἐγὼ δὲ πρὸ πολλῶν μὲν ἂν χρημάτων ἐτιμησάμην τηλικοῦτον δύνασθαι τὴν φιλοσοφίαν, ὅσον οὗτοι λέγουσιν, ἴσως γὰρ οὐκ ἂν ἡμεῖς πλεῖστον ἀπελείφθημεν, οὐδʼ ἂν ἐλάχιστον μέρος ἀπελαύσαμεν αὐτῆς·
对我而言,如果哲学确实拥有这些人所说的那么大的力量,我宁愿花很多钱去换取它。 因为这样的话,我们也许就不会被远远地落在后面,也不会只能享受其中极小的一部分。
ἐπειδὴ δʼ οὐχ οὕτως ἔχει, βουλοίμην ἂν παύσασθαι τοὺς φλυαροῦντας·
但既然事实并非如此,我希望那些信口雌黄的人能够停止。
ὁρῶ γὰρ οὐ μόνον περὶ τοὺς ἐξαμαρτάνοντας τὰς βλασφημίας γιγνομένας, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας συνδιαβαλλομένους τοὺς περὶ τὴν αὐτὴν διατριβὴν ὄντας.
因为我看到,毁谤不仅针对那些犯错的人,而且所有其他从事同样活动的人也都被一起诽谤。
§12θαυμάζω δʼ ὅταν ἴδω τούτους μαθητῶν ἀξιουμένους, οἳ ποιητικοῦ πράγματος τεταγμένην τέχνην παράδειγμα φέροντες λελήθασι σφᾶς αὐτούς.
当我看到这些人自认为配得上拥有学生时,我感到惊讶。 他们把一门规则固定的技术,作为创造性活动的榜样引进来,却在不知不觉中欺骗了自己。
τίς γὰρ οὐκ οἶδε πλὴν τούτων ὅτι τὸ μὲν τῶν γραμμάτων ἀκινήτως ἔχει καὶ μένει κατὰ ταὐτόν, ὥστε τοῖς αὐτοῖς ἀεὶ περὶ τῶν αὐτῶν χρώμενοι διατελοῦμεν, τὸ δὲ τῶν λόγων πᾶν τοὐναντίον πέπονθεν·
除了他们之外,谁不知道字母是固定不变且保持同一的,以至于我们始终将相同的东西用于相同的事物呢? 但演讲的性质则完全相反。
τὸ γὰρ ὑφʼ ἑτέρου ῥηθὲν τῷ λέγοντι μετʼ ἐκεῖνον οὐχ ὁμοίως χρήσιμόν ἐστιν, ἀλλʼ οὗτος εἶναι δοκεῖ τεχνικώτατος, ὅς τις ἂν ἀξίως μὲν λέγῃ τῶν πραγμάτων, μηδὲν δὲ τῶν αὐτῶν τοῖς ἄλλοις εὑρίσκειν δύνηται.
因为另一个人说过的话,对于在他之后说话的人来说并不同样有用,相反,只有那些既能说得切合实际,又不会在其中发现任何与他人相同东西的人,才被认为最精通技术。
§13μέγιστον δὲ σημεῖον τῆς ἀνομοιότητος αὐτῶν· τοὺς μὲν γὰρ λόγους οὐχ οἷόν τε καλῶς ἔχειν, ἢν μὴ τῶν καιρῶν καὶ τοῦ πρεπόντως καὶ τοῦ καινῶς ἔχειν μετάσχωσιν, τοῖς δὲ γράμμασιν οὐδενὸς τούτων προσεδέησεν.
它们之间不相似的最大证据是:如果演讲没有把握好时机、得体和新颖,就不可能处于完美的良好状态,而字母则完全不需要这些。
ὥσθʼ οἱ χρώμενοι τοῖς τοιούτοις παραδείγμασι πολὺ ἂν δικαιότερον ἀποτίνοιεν ἢ λαμβάνοιεν ἀργύριον, ὅτι πολλῆς ἐπιμελείας αὐτοὶ δεόμενοι παιδεύειν τοὺς ἄλλους ἐπιχειροῦσιν.
因此,使用这种榜样的人,与其收取费用,倒不如说更应该受到惩罚,因为他们自己还需要许多教育,却企图去教育别人。
§14εἰ δὲ δεῖ μὴ κατηγορεῖν τῶν ἄλλων ἀλλὰ καὶ τὴν ἐμαυτοῦ δηλῶσαι διάνοιαν, ἡγοῦμαι πάντας ἄν μοι τοὺς εὖ φρονοῦντας συνειπεῖν ὅτι πολλοὶ μὲν τῶν φιλοσοφησάντων ἰδιῶται διετέλεσαν ὄντες, ἄλλοι δέ τινες οὐδενὶ πώποτε συγγενόμενοι τῶν σοφιστῶν καὶ λέγειν καὶ πολιτεύεσθαι δεινοὶ γεγόνασιν.
但如果我不应只是指责他人,而也应该阐明我自己的见解,我认为所有明智的人都会赞同我的看法:许多研究过哲学的人最终依然只是一介普通人,而另一些从未师事过任何苏菲斯特的人,却在演说和参与政治方面变得非常出色。
αἱ μὲν γὰρ δυνάμεις καὶ τῶν λόγων καὶ τῶν ἄλλων ἔργων ἁπάντων ἐν τοῖς εὐφυέσιν ἐγγίγνονται καὶ τοῖς περὶ τὰς ἐμπειρίας γεγυμνασμένοις·
因为演讲的能力以及所有其他活动的水平,都是在天赋异禀且通过经验得到锻炼的人身上产生的。