Humanitext Reader

伊索克拉底 · 驳智者 §1-8

批判诡辩家的虚妄承诺与矛盾行径

第 1 段,共 3 段 · 希腊语

内容简介

作者揭露了诡辩家们的矛盾与荒谬之处:他们声称能预知未来并传授美德,却收取微薄的学费,因不信任学生而要求将学费寄存在第三方。他指出,这种行为自然会导致普通人鄙视此类活动,并将其视为无聊的闲聊和琐碎的纠缠。

§1εἰ πάντες ἤθελον οἱ παιδεύειν ἐπιχειροῦντες ἀληθῆ λέγειν, καὶ μὴ μείζους ποιεῖσθαι τὰς ὑποσχέσεις ὧν ἔμελλον ἐπιτελεῖν, οὐκ ἂν κακῶς ἤκουον ὑπὸ τῶν ἰδιωτῶν· νῦν δʼ οἱ τολμῶντες λίαν ἀπερισκέπτως ἀλαζονεύεσθαι πεποιήκασιν ὥστε δοκεῖν ἄμεινον βουλεύεσθαι τοὺς ῥᾳθυμεῖν αἱρουμένους τῶν περὶ τὴν φιλοσοφίαν διατριβόντων.
如果所有企图进行教育的人都愿意说实话,并且不做出超出他们所能实现的承诺,他们就不会受到普通人的毁谤;但事实是,那些胆敢肆无忌惮地夸口的人,导致了那些选择安逸度日的人,似乎比那些从事哲学研究的人考虑得更周到。
τίς γὰρ οὐκ ἃν μισήσειεν ἅμα καὶ καταφρονήσειε πρῶτον μὲν τῶν περὶ τὰς ἔριδας διατριβόντων, οἳ προσποιοῦνται μὲν τὴν ἀλήθειαν ζητεῖν, εὐθὺς δʼ ἐν ἀρχῇ τῶν ἐπαγγελμάτων ψευδῆ λέγειν ἐπιχειροῦσιν;
因为,谁能不既憎恨又蔑视那些把时间花在争论上的人呢? 他们虽然自称在寻求真理,却在承诺的刚开始就企图说谎。
§2οἶμαι γὰρ ἅπασιν εἶναι φανερὸν ὅτι τὰ μέλλοντα προγιγνώσκειν οὐ τῆς ἡμετέρας φύσεώς ἐστιν, ἀλλὰ τοσοῦτον ἀπέχομεν ταύτης τῆς φρονήσεως, ὥσθʼ Ὅμηρος ὁ μεγίστην ἐπὶ σοφίᾳ δόξαν εἰληφὼς καὶ τοὺς θεοὺς πεποίηκεν ἔστιν ὅτε βουλευομένους ὑπὲρ αὐτῶν, οὐ τὴν ἐκείνων γνώμην εἰδώς, ἀλλʼ ἡμῖν ἐνδείξασθαι βουλόμενος ὅτι τοῖς ἀνθρώποις ἓν τοῦτο τῶν ἀδυνάτων ἐστίν.
因为我认为所有人显而易见的是,预知未来的事情并不属于我们的本性,相反,我们离这种智慧是如此遥远,以至于连在智慧上获得最高声誉的荷马,也描绘了神明有时也会对它们进行商议,这并不是因为他知道神明的意图,而是想向我们表明,对人类来说,唯独这一件事是不可能的。
§3οὗτοι τοίνυν εἰς τοῦτο τόλμης ἐληλύθασιν, ὥστε πειρῶνται πείθειν τοὺς νεωτέρους ὡς, ἢν αὐτοῖς πλησιάζωσιν, ἅ τε πρακτέον ἐστὶν εἴσονται καὶ διὰ ταύτης τῆς ἐπιστήμης εὐδαίμονες γενήσονται.
因此,这些人已经到了如此大胆的地步,以至于企图说服年轻人:如果亲近他们,就会知道该做什么,并能通过这种知识获得幸福。
καὶ τηλικούτων ἀγαθῶν αὑτοὺς διδασκάλους καὶ κυρίους καταστήσαντες, οὐκ αἰσχύνονται τρεῖς ἢ τέτταρας μνᾶς ὑπὲρ τούτων αἰτοῦντες.
在将自己树立为如此巨大的善的教师和主宰之后,他们竟然毫不羞耻地为此要求三四明纳的报酬。
§4ἀλλʼ εἰ μέν τι τῶν ἄλλων κτημάτων πολλοστοῦ μέρους τῆς ἀξίας ἐπώλουν, οὐκ ἂν ἠμφεσβήτησαν ὡς εὖ φρονοῦντες τυγχάνουσι, σύμπασαν δὲ τὴν ἀρετὴν καὶ τὴν εὐδαιμονίαν οὕτως ὀλίγου τιμῶντες, ὡς νοῦν ἔχοντες διδάσκαλοι τῶν ἄλλων ἀξιοῦσι γίγνεσθαι.
但是,如果他们以极小部分的价值出售其他财产中的任何一件,他们就不会否认自己是神志清醒的;然而,他们把整个美德和幸福估价得如此低廉,却还要求作为有理智的人去当别人的老师。
καὶ λέγουσι μὲν ὡς οὐδὲν δέονται χρημάτων, ἀργυρίδιον καὶ χρυσίδιον τὸν πλοῦτον ἀποκαλοῦντες, μικροῦ δὲ κέρδους ὀρεγόμενοι μόνον οὐκ ἀθανάτους ὑπισχνοῦνται τοὺς συνόντας ποιήσειν.
他们固然说自己不需要钱,把财富贬称为“小银子”和“小金子”,但一方面渴望微薄的利益,另一方面几乎承诺要使与他们相处的人长生不老。
§5ὃ δὲ πάντων καταγελαστότατον, ὅτι παρὰ μὲν ὧν δεῖ λαβεῖν αὐτούς, τούτοις μὲν ἀπιστοῦσιν, οἷς μέλλουσι τὴν δικαιοσύνην παραδώσειν, ὧν δʼ οὐδεπώποτε διδάσκαλοι γεγόνασι, παρὰ τούτοις τὰ παρὰ τῶν μαθητῶν μεσεγγυοῦνται, πρὸς μὲν τὴν ἀσφάλειαν εὖ βουλευόμενοι, τῷ δʼ ἐπαγγέλματι τἀναντία πράττοντες.
而最滑稽的是,他们不信任那些他们必须从中获得报酬的人(也就是他们将要传授正义的人),却把学生们的学费存放在那些他们从未当过其教师的第三方那里,在保障自身安全方面考虑得很周到,却做着与自己的宣称完全相反的事。
§6τοὺς μὲν γὰρ ἄλλο τι παιδεύοντας προσήκει διακριβοῦσθαι περὶ τῶν διαφερόντων, οὐδὲν γὰρ κωλύει τοὺς περὶ ἕτερα δεινοὺς γενομένους μὴ χρηστοὺς εἶναι περὶ τὰ συμβόλαια· τοὺς δὲ τὴν ἀρετὴν καὶ τὴν σωφροσύνην ἐνεργαζομένους πῶς οὐκ ἄλογόν ἐστι μὴ τοῖς μαθηταῖς μάλιστα πιστεύειν;
因为,对于传授其他知识的人来说,在契约和金钱纠纷上斤斤计较是合情合理的,因为没有什么能阻止那些在其他方面变得精明的人在合同中表现得不诚实;但是,对于那些将美德和节制植入人心的人来说,最不信任自己的学生,这难道不是不合情理的吗?
οὐ γὰρ δή που περὶ τοὺς ἄλλους ὄντες καλοὶ κἀγαθοὶ καὶ δίκαιοι περὶ τούτους ἐξαμαρτήσονται, διʼ οὓς τοιοῦτοι γεγόνασιν.
因为,那些对其他人表现得高尚和公正的人,绝不会对那些使他们成为这样的人(也就是老师)犯下罪过。
§7ἐπειδὰν οὖν τῶν ἰδιωτῶν τινες, ἅπαντα ταῦτα συλλογισάμενοι, κατίδωσι τοὺς τὴν σοφίαν διδάσκοντας καὶ τὴν εὐδαιμονίαν παραδιδόντας αὐτούς τε πολλῶν δεομένους καὶ τοὺς μαθητὰς μικρὸν πραττομένους, καὶ τὰς ἐναντιώσεις ἐπὶ μὲν τῶν λόγων τηροῦντας, ἐπὶ δὲ τῶν ἔργων μὴ καθορῶντας, ἔτι δὲ περὶ μὲν τῶν μελλόντων εἰδέναι προσποιουμένους, §8περὶ δὲ τῶν παρόντων μηδὲν τῶν δεόντων μήτʼ εἰπεῖν μήτε συμβουλεῦσαι δυναμένους, ἀλλὰ μᾶλλον ὁμονοοῦντας καὶ πλείω κατορθοῦντας τοὺς ταῖς δόξαις χρωμένους ἢ τοὺς τὴν ἐπιστήμην ἔχειν ἐπαγγελλομένους, εἰκότως οἶμαι καταφρονοῦσι, καὶ νομίζουσιν ἀδολεσχίαν καὶ μικρολογίαν ἀλλʼ οὐ τῆς ψυχῆς ἐπιμέλειαν εἶναι τὰς τοιαύτας διατριβάς.
因此,当一些普通人综合考虑了所有这些事情,看到那些传授智慧和交付幸福的人自己需要许多东西,却向学生收取微薄的学费,并且在言辞上注意到矛盾,但在实际行动中却视而不见,而且还伪装成知道未来的事情,但对于眼前发生的事却无法说出或建议任何必要的事,反而看到那些凭借意见行事的人,比那些声称拥有知识的人更协调一致,取得更多的成功,我认为他们很自然地会鄙视他们,并认为这样的活动是闲聊和琐碎的纠缠,而不是对灵魂的关怀。

词汇与语法注释

  1. §1κακῶς ἤκουον — 动词 `ἀκούω`(听)与副词 `κακῶς` 连用,是表示“受到毁谤”、“名声败坏”的习惯用法,起被动语态的作用。其后接有表示施事者的 `ὑπὸ τῶν ἰδιωτῶν`。
  2. §2οὐ τῆς ἡμετέρας φύσεώς ἐστιν — 表语性属格(所有属格),意思是“不属于……的本性”或“不是……的特征”。句子的主语是不定式短语 `τὰ μέλλοντα προγιγνώσκειν`(预知未来)。
  3. §2ὑπὲρ αὐτῶν — 代词 `αὐτῶν`(中性复数)指代前文的 `τὰ μέλλοντα`(未来的事情),意为“对它们(未来的事情)进行商议”。虽然理论上也可以解释为指代神明自身(反身用法),但在讨论预知未来之不可能性的语境下,指代未来事物更为自然。
  4. §4ὡς εὖ φρονοῦντες τυγχάνουσι — 动词 `ἠμφεσβήτησαν`(否认、争论)引入的从句。`τυγχάνω` 与分词 `φρονοῦντες` 连用,表示“实际上是……”或“现正处于……状态”,由连词 `ὡς` 引导,作事实陈述。
  5. §5μεσεγγυοῦνται — 意为“让第三方代管”或“在中间人处预托(学费)”的动词。这里讽刺了诡辩家们的矛盾行为:他们声称传授正义,却不信任学生,而是将学费寄存在从未跟自己学习过的第三方处。
  6. §6διακριβοῦσθαι περὶ τῶν διαφερόντων — 短语 `περὶ τῶν διαφερόντων` 可以理解为“关于金钱交易的差额”或“关于合同的纠纷”。它强调,传授其他技术的人对这类财务协议进行精确计算(`διακριβοῦσθαι`)是合理的。
  7. §7ἐπειδὰν — 从 §7 的 `ἐπειδὰν` 开始的冗长的时间/条件状语从句,伴随着大量的分词修饰(`δεομένους`、`πραττομένους`、`τηροῦντας`、`καθορῶντας`、`προσποιουμένους` 以及 §8 的 `δυναμένους` 等),构成了一个典型的周期句(period),最终落脚于 §8 的主句 `εἰκότως οἶμαι καταφρονοῦσι`(我认为他们自然会鄙视)。

引用这一段

伊索克拉底, 驳智者 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg008.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。