§15ἡ δὲ παίδευσις τοὺς μὲν τοιούτους τεχνικωτέρους καὶ πρὸς τὸ ζητεῖν εὐπορωτέρους ἐποίησεν, οἷς γὰρ νῦν ἐντυγχάνουσι πλανώμενοι, ταῦτʼ ἐξ ἑτοιμοτέρου λαμβάνειν αὐτοὺς ἐδίδαξεν, τοὺς δὲ καταδεεστέραν τὴν φύσιν ἔχοντας ἀγωνιστὰς μὲν ἀγαθοὺς ἢ λόγων ποιητὰς οὐκ ἂν ἀποτελέσειεν, αὐτοὺς δʼ ἂν αὑτῶν προαγάγοι καὶ πρὸς πολλὰ φρονιμωτέρως διακεῖσθαι ποιήσειεν.
然而,教育使这些有天赋的人变得更精通技术,在探究时更富有智慧,并教会他们更易于掌握那些他们现在因迷茫而偶然碰到的东西。 而对于那些天赋较差的人,教育虽然不能把他们培养成优秀的辩论家或演讲撰写者,但能使他们超越自我,并在许多事情上表现得更为明智。
§16βούλομαι δʼ, ἐπειδή περ εἰς τοῦτο προῆλθον, ἔτι σαφέστερον εἰπεῖν περὶ αὐτῶν.
既然我已经谈到了这一点,我希望能更清楚地阐明它们。
φημὶ γὰρ ἐγὼ τῶν μὲν ἰδεῶν, ἐξ ὧν τοὺς λόγους ἅπαντας καὶ λέγομεν καὶ συντίθεμεν, λαβεῖν τὴν ἐπιστήμην οὐκ εἶναι τῶν πάνυ χαλεπῶν, ἤν τις αὑτὸν παραδῷ μὴ τοῖς ῥᾳδίως ὑπισχνουμένοις ἀλλὰ τοῖς εἰδόσι τι περὶ αὐτῶν·
因为我认为,如果我们不把自我托付给那些轻诺寡信之人,而是托付给对这些事物有所了解的人,那么要获得作为我们说和写所有演讲之基础的各种类型(理念)的知识,并不是非常困难的事情。
τὸ δὲ τούτων ἐφʼ ἑκάστῳ τῶν πραγμάτων ἃς δεῖ προελέσθαι καὶ μῖξαι πρὸς ἀλλήλας καὶ τάξαι κατὰ τρόπον, ἔτι δὲ τῶν καιρῶν μὴ διαμαρτεῖν, ἀλλὰ καὶ τοῖς ἐνθυμήμασι πρεπόντως ὅλον τὸν λόγον καταποικῖλαι καὶ τοῖς ὀνόμασιν εὐρύθμως καὶ μουσικῶς εἰπεῖν,
但是,要针对每一具体事物选择所需的类型,将它们相互混合,并以适当的方式加以排列,而且不失时机,在整个演讲中得体地穿插修辞推论,并用有节奏和音乐美感的词句来表达,这些则是需要极大关注的,是勇敢且富有洞察力的心灵的工作。
§17ταῦτα δὲ πολλῆς ἐπιμελείας δεῖσθαι καὶ ψυχῆς ἀνδρικῆς καὶ δοξαστικῆς ἔργον εἶναι, καὶ δεῖν τὸν μὲν μαθητὴν πρὸς τῷ τὴν φύσιν ἔχειν οἵαν χρὴ τὰ μὲν εἴδη τὰ τῶν λόγων μαθεῖν, περὶ δὲ τὰς χρήσεις αὐτῶν γυμνασθῆναι, τὸν δὲ διδάσκαλον τὰ μὲν οὕτως ἀκριβῶς οἷόν τʼ εἶναι διελθεῖν ὥστε μηδὲν τῶν διδακτῶν παραλιπεῖν, περὶ δὲ τῶν λοιπῶν τοιοῦτον αὑτὸν παράδειγμα παρασχεῖν, §18ὥστε τοὺς ἐκτυπωθέντας καὶ μιμήσασθαι δυναμένους εὐθὺς ἀνθηρότερον καὶ χαριέστερον τῶν ἄλλων φαίνεσθαι λέγοντας.
学生除了拥有必要的资质外,还必须学习演讲的类型并训练其应用;而教师则必须尽可能精确地讲授,不遗漏任何可教的内容,并在其余的事情上把自己塑造成一个榜样,从而使那些受到熏陶并能模仿他的弟子们,在演讲时能立刻显得比其他人更华丽、更得体。
καὶ τούτων μὲν ἁπάντων συμπεσόντων τελείως ἕξουσιν οἱ φιλοσοφοῦντες· καθʼ ὃ δʼ ἂν ἐλλειφθῇ τι τῶν εἰρημένων, ἀνάγκη ταύτῃ χεῖρον διακεῖσθαι τοὺς πλησιάζοντας.
当所有这些条件都完美地结合在一起时,研究哲学的人就会拥有完美的水平;但在上述要求中只要有任何一方面有所欠缺,那么亲近这位老师的学生在相应方面必然会表现得较差。
§19οἱ μὲν οὖν ἄρτι τῶν σοφιστῶν ἀναφυόμενοι καὶ νεωστὶ προσπεπτωκότες ταῖς ἀλαζονείαις, εἰ καὶ νῦν πλεονάζουσιν, εὖ οἶδʼ ὅτι πάντες ἐπὶ ταύτην κατενεχθήσονται τὴν ὑπόθεσιν.
那么,在苏菲斯特中,那些最近才出现、刚刚陷入大言不惭之风的人,即使他们现在气焰嚣张,我确信他们最终都会被迫退回到这个前提上来。
λοιποὶ δʼ ἡμῖν εἰσιν οἱ πρὸ ἡμῶν γενόμενοι καὶ τὰς καλουμένας τέχνας γράψαι τολμήσαντες, οὓς οὐκ ἀφετέον ἀνεπιτιμήτους·
但我们还面临着那些在我们之前出现、并敢于撰写所谓“技术书”的人,绝不能让他们免受非难。
οἵ τινες ὑπέσχοντο δικάζεσθαι διδάξειν, ἐκλεξάμενοι τὸ δυσχερέστατον τῶν ὀνομάτων, ὃ τῶν φθονούντων ἔργον ἦν λέγειν, ἀλλʼ οὐ τῶν προεστώτων τῆς τοιαύτης παιδεύσεως, καὶ ταῦτα τοῦ πράγματος, §20καθʼ ὅσον ἐστὶ διδακτόν, οὐδὲν μᾶλλον πρὸς τοὺς δικανικοὺς λόγους ἢ πρὸς τοὺς ἄλλους ἅπαντας ὠφελεῖν δυναμένου.
他们选择了一个最令人反感的名词——这本是嫉妒者们所说的话,而不应是主持此类教育的人所说的话——并承诺教授人们如何在法庭上打官司,而且,这一事物就其可教性而言,它对法庭辩论的帮助,并不比对所有其他演讲的帮助更多。
τοσούτῳ δὲ χείρους ἐγένοντο τῶν περὶ τὰς ἔριδας καλινδουμένων, ὅσον οὗτοι μὲν τοιαῦτα λογίδια διεξιόντες, οἷς εἴ τις ἐπὶ τῶν πράξεων ἐμμείνειεν εὐθὺς ἂν ἐν πᾶσιν εἴη κακοῖς, ὅμως ἀρετὴν ἐπηγγείλαντο καὶ σωφροσύνην περὶ αὐτῶν, ἐκεῖνοι δʼ ἐπὶ τοὺς πολιτικοὺς λόγους, παρακαλοῦντες, ἀμελήσαντες τῶν ἄλλων τῶν προσόντων αὐτοῖς ἀγαθῶν, πολυπραγμοσύνης καὶ πλεονεξίας ὑπέστησαν εἶναι διδάσκαλοι.
而他们比那些纠缠于论争的人还要糟糕,因为后者虽然阐述的是一些如果在实际行动中坚持就会立刻陷入一切灾祸的琐碎言论,但好歹还承诺了与之相关的德行和节制;而前者在引导人们进行政治演讲时,却忽视了它们所伴随的其他一切美德,反而承担起作爱管闲事和贪婪的教师的角色。
§21καίτοι τοὺς βουλομένους πειθαρχεῖν τοῖς ὑπὸ τῆς φιλοσοφίας ταύτης προσταττομένοις πολὺ ἂν θᾶττον πρὸς ἐπιείκειαν ἢ πρὸς ῥητορείαν ὠφελήσειεν.
然而,对于那些愿意服从这门哲学所规定之事物的人来说,这比起对雄辩术的帮助,能更快地在正直上带来益处。
καὶ μηδεὶς οἰέσθω με λέγειν ὡς ἔστι δικαιοσύνη διδακτόν· ὅλως μὲν γὰρ οὐδεμίαν ἡγοῦμαι τοιαύτην εἶναι τέχνην, ἥτις τοῖς κακῶς πεφυκόσι πρὸς ἀρετὴν σωφροσύνην ἂν καὶ δικαιοσύνην ἐμποιήσειεν· οὐ μὴν ἀλλὰ συμπαρακελεύσασθαί γε καὶ συνασκῆσαι μάλιστʼ ἃ οἶμαι τὴν τῶν λόγων τῶν πολιτικῶν ἐπιμέλειαν.
请不要有人以为我是在说正义是可教的;因为我普遍认为不存在这样一种技术,能够让那些天生不向善的人产生节制和正义;尽管如此,我确信,对政治演讲的关注最能够促进并共同锻炼这些品质。
§22ἵνα δὲ μὴ δοκῶ τὰς μὲν τῶν ἄλλων ὑποσχέσεις διαλύειν, αὐτὸς δὲ μείζω λέγειν τῶν ἐνόντων, ἐξ ὧνπερ αὐτὸς ἐπείσθην οὕτω ταῦτʼ ἔχειν, ῥᾳδίως οἶμαι καὶ τοῖς ἄλλοις φανερὸν καταστήσειν.
但为了不让人觉得我是在拆穿别人的承诺,而自己却在夸大其词,我将从我自己确信这些事实的依据出发,我认为我也很容易让其他人明白这一点。