§15ἡ δὲ παίδευσις τοὺς μὲν τοιούτους τεχνικωτέρους καὶ πρὸς τὸ ζητεῖν εὐπορωτέρους ἐποίησεν, οἷς γὰρ νῦν ἐντυγχάνουσι πλανώμενοι, ταῦτʼ ἐξ ἑτοιμοτέρου λαμβάνειν αὐτοὺς ἐδίδαξεν, τοὺς δὲ καταδεεστέραν τὴν φύσιν ἔχοντας ἀγωνιστὰς μὲν ἀγαθοὺς ἢ λόγων ποιητὰς οὐκ ἂν ἀποτελέσειεν, αὐτοὺς δʼ ἂν αὑτῶν προαγάγοι καὶ πρὸς πολλὰ φρονιμωτέρως διακεῖσθαι ποιήσειεν.
しかし、教育は、このような人々をより技術に長け、探究に対してより機知に富むようにし、現在彼らが迷いながら偶然見出しているものを、より容易に把握することを教える。 一方、より劣った天分を持つ人々については、彼らを優れた討論者や弁論の制作者に仕立て上げることはできないだろうが、彼ら自身を本来の自分より向上させ、多くの事柄に対してより賢明に対処できるようにすることはできるだろう。
§16βούλομαι δʼ, ἐπειδή περ εἰς τοῦτο προῆλθον, ἔτι σαφέστερον εἰπεῖν περὶ αὐτῶν.
私は、この点に至ったからには、それらについてさらに明確に語りたいと思う。
φημὶ γὰρ ἐγὼ τῶν μὲν ἰδεῶν, ἐξ ὧν τοὺς λόγους ἅπαντας καὶ λέγομεν καὶ συντίθεμεν, λαβεῖν τὴν ἐπιστήμην οὐκ εἶναι τῶν πάνυ χαλεπῶν, ἤν τις αὑτὸν παραδῷ μὴ τοῖς ῥᾳδίως ὑπισχνουμένοις ἀλλὰ τοῖς εἰδόσι τι περὶ αὐτῶν·
なぜなら私は、すべての言論を語り構成する基礎となるさまざまな型(イデア)についての知識を得ることは、安易に約束する者たちではなく、それらについて何かを知っている者たちに身を委ねるならば、決してきわめて困難なことの部類には入らないと主張するからである。
τὸ δὲ τούτων ἐφʼ ἑκάστῳ τῶν πραγμάτων ἃς δεῖ προελέσθαι καὶ μῖξαι πρὸς ἀλλήλας καὶ τάξαι κατὰ τρόπον, ἔτι δὲ τῶν καιρῶν μὴ διαμαρτεῖν, ἀλλὰ καὶ τοῖς ἐνθυμήμασι πρεπόντως ὅλον τὸν λόγον καταποικῖλαι καὶ τοῖς ὀνόμασιν εὐρύθμως καὶ μουσικῶς εἰπεῖν, §17ταῦτα δὲ πολλῆς ἐπιμελείας δεῖσθαι καὶ ψυχῆς ἀνδρικῆς καὶ δοξαστικῆς ἔργον εἶναι, καὶ δεῖν τὸν μὲν μαθητὴν πρὸς τῷ τὴν φύσιν ἔχειν οἵαν χρὴ τὰ μὲν εἴδη τὰ τῶν λόγων μαθεῖν, περὶ δὲ τὰς χρήσεις αὐτῶν γυμνασθῆναι, τὸν δὲ διδάσκαλον τὰ μὲν οὕτως ἀκριβῶς οἷόν τʼ εἶναι διελθεῖν ὥστε μηδὲν τῶν διδακτῶν παραλιπεῖν, περὶ δὲ τῶν λοιπῶν τοιοῦτον αὑτὸν παράδειγμα παρασχεῖν,
しかし、それぞれの事柄に対して、これらの型のうちどれを選択し、互いにどのように組み合わせ、適切に配置すべきか、さらには、好機を逃さず、全体の言論に説得論拠(エンテューメーマ)をふさわしく散りばめ、言葉をリズムよく音楽的に語るということ、これらは多大なる注意を必要とし、勇敢で探究心に富む魂の働きであり、学生は必要な天分を備えていることに加えて、弁論の型を学び、その使用において訓練されなければならず、教師は、教えられるべき事柄を何一つ省かないほど正確に説明し、それ以外の点については、自らを次のような手本として示さなければならない。
§18ὥστε τοὺς ἐκτυπωθέντας καὶ μιμήσασθαι δυναμένους εὐθὺς ἀνθηρότερον καὶ χαριέστερον τῶν ἄλλων φαίνεσθαι λέγοντας.
その結果、模倣することのできる弟子たちが、語る際において、他者よりも直ちに華やかで優雅に見えるようになるほどの手本でなければならない。
καὶ τούτων μὲν ἁπάντων συμπεσόντων τελείως ἕξουσιν οἱ φιλοσοφοῦντες·
そして、これらすべての条件が完全に満たされたとき、哲学を志す者たちは完璧な実力を備えることになる。
καθʼ ὃ δʼ ἂν ἐλλειφθῇ τι τῶν εἰρημένων, ἀνάγκη ταύτῃ χεῖρον διακεῖσθαι τοὺς πλησιάζοντας.
しかし、言及された事柄のいずれかが欠けるならば、その欠けた分だけ、指導を受ける者たちの状態は必然的に劣ったものとなる。
§19οἱ μὲν οὖν ἄρτι τῶν σοφιστῶν ἀναφυόμενοι καὶ νεωστὶ προσπεπτωκότες ταῖς ἀλαζονείαις, εἰ καὶ νῦν πλεονάζουσιν, εὖ οἶδʼ ὅτι πάντες ἐπὶ ταύτην κατενεχθήσονται τὴν ὑπόθεσιν.
さて、ソフィストたちのうち、最近になって現れ、新たに大言壮語に飛びついた者たちは、たとえ今は数が多いとしても、やがては誰もがこの前提へと引き戻されることになるだろうと、私は確信している。
λοιποὶ δʼ ἡμῖν εἰσιν οἱ πρὸ ἡμῶν γενόμενοι καὶ τὰς καλουμένας τέχνας γράψαι τολμήσαντες, οὓς οὐκ ἀφετέον ἀνεπιτιμήτους·
しかし、我々には、我々より以前に生まれ、いわゆる「技術書」をあえて執筆した者たちが残されており、彼らを非難せずにおくわけにはいかない。
οἵ τινες ὑπέσχοντο δικάζεσθαι διδάξειν, ἐκλεξάμενοι τὸ δυσχερέστατον τῶν ὀνομάτων, ὃ τῶν φθονούντων ἔργον ἦν λέγειν, ἀλλʼ οὐ τῶν προεστώτων τῆς τοιαύτης παιδεύσεως, καὶ ταῦτα τοῦ πράγματος,
彼らは、最も反感を買いやすい言葉(それは嫉妬する者たちが口にすべきことであって、このような教育を主導する者たちが言うべきことではない)を選び、裁判で争う方法を教えると約束した。
§20καθʼ ὅσον ἐστὶ διδακτόν, οὐδὲν μᾶλλον πρὸς τοὺς δικανικοὺς λόγους ἢ πρὸς τοὺς ἄλλους ἅπαντας ὠφελεῖν δυναμένου.
しかも、この営みは、それが教育可能である限りにおいて、法廷弁論に対して、他のすべての弁論に対するのと同様以上に役立つわけではないのにもかかわらず、である。
τοσούτῳ δὲ χείρους ἐγένοντο τῶν περὶ τὰς ἔριδας καλινδουμένων, ὅσον οὗτοι μὲν τοιαῦτα λογίδια διεξιόντες, οἷς εἴ τις ἐπὶ τῶν πράξεων ἐμμείνειεν εὐθὺς ἂν ἐν πᾶσιν εἴη κακοῖς, ὅμως ἀρετὴν ἐπηγγείλαντο καὶ σωφροσύνην περὶ αὐτῶν, ἐκεῖνοι δʼ ἐπὶ τοὺς πολιτικοὺς λόγους, παρακαλοῦντες, ἀμελήσαντες τῶν ἄλλων τῶν προσόντων αὐτοῖς ἀγαθῶν, πολυπραγμοσύνης καὶ πλεονεξίας ὑπέστησαν εἶναι διδάσκαλοι.
そして彼らが、論争に汲々としている者たちよりもどれほど劣っているかといえば、後者は、実際の行動においてそれに固執すれば直ちにすべての災厄に見舞われるような、中身のない議論を説きながらも、それでもそれらに関して徳と節制を約束したのに対し、前者は、政治的弁論へと人々を勧誘しながらも、弁論に本来備わっている他のあらゆる善いものを無視し、お節介と強欲の教師になることを引き受けたという点においてである。
§21καίτοι τοὺς βουλομένους πειθαρχεῖν τοῖς ὑπὸ τῆς φιλοσοφίας ταύτης προσταττομένοις πολὺ ἂν θᾶττον πρὸς ἐπιείκειαν ἢ πρὸς ῥητορείαν ὠφελήσειεν.
しかしながら、この哲学が命じることに従おうと望む人々にとっては、雄弁術に対してよりも、はるかに迅速に、公明正大さ(品格)に対して役立つはずである。
καὶ μηδεὶς οἰέσθω με λέγειν ὡς ἔστι δικαιοσύνη διδακτόν·
そして、私が正義は教育可能であると言っているなどと、誰も思ってはならない。
ὅλως μὲν γὰρ οὐδεμίαν ἡγοῦμαι τοιαύτην εἶναι τέχνην, ἥτις τοῖς κακῶς πεφυκόσι πρὸς ἀρετὴν σωφροσύνην ἂν καὶ δικαιοσύνην ἐμποιήσειεν·
なぜなら、徳に対して生まれつき悪くできている人々の中に、節制や正義を植え付けられるような、そのような技術は全体として存在しないと私は考えているからである。
οὐ μὴν ἀλλὰ συμπαρακελεύσασθαί γε καὶ συνασκῆσαι μάλιστʼ ἃ οἶμαι τὴν τῶν λόγων τῶν πολιτικῶν ἐπιμέλειαν.
とはいえ、政治的弁論への配慮こそが、私が考えるに、それらを最も促し、ともに訓練する助けになると確信している。
§22ἵνα δὲ μὴ δοκῶ τὰς μὲν τῶν ἄλλων ὑποσχέσεις διαλύειν, αὐτὸς δὲ μείζω λέγειν τῶν ἐνόντων, ἐξ ὧνπερ αὐτὸς ἐπείσθην οὕτω ταῦτʼ ἔχειν, ῥᾳδίως οἶμαι καὶ τοῖς ἄλλοις φανερὸν καταστήσειν.
しかし、私が他人の約束を論破する一方で、自分自身は不可能なほど大きなことを語っていると思われないために、私自身がなぜこのように考えているのか、その確信に至った根拠から、他の人々にとっても容易にそれを明らかにできると私は考えている。