Humanitext Reader

伊索克拉底 · 埃吉纳人 §11-19

照料特拉叙洛科斯与合法收养的经过

第 2 段,共 6 段 · 希腊语

内容简介

发言人详细说明了自己在特拉叙洛科斯临终前对其进行的悉心照料以及依艾吉奈和锡夫诺斯法律被收养的经过。他将自己为拯救其家族财产而冒生命危险的忠诚举动,与起诉女性对特拉叙洛科斯及其亲属的敌对态度进行了对比。

§11καὶ τί δεῖ λέγειν τὰς οἴκοι χρήσεις;
关于我们在家中的日常交往,又何需多言?
ἀλλʼ οὐδὲ φυγόντες ἀπʼ ἀλλήλων ἠξιώσαμεν γενέσθαι.
甚至在流放期间,我们也不愿彼此分离。
τὸ δὲ τελευταῖον φθόῃ σχόμενον αὐτὸν καὶ πολὺν χρόνον ἀσθενήσαντα, καὶ τοῦ μὲν ἀδελφοῦ Σωπόλιδος αὐτῷ πρότερον τετελευτηκότος, τῆς δὲ μητρὸς καὶ τῆς ἀδελφῆς οὔπω παρουσῶν, μετὰ τοσαύτης ἐρημίας γενόμενον οὕτως ἐπιπόνως καὶ καλῶς αὐτὸν ἐθεράπευσα, ὥστʼ ἐκεῖνον μὴ νομίζειν ἀξίαν μοι δύνασθαι χάριν ἀποδοῦναι τῶν πεπραγμένων.
最后,当他患上肺结核并长期生病时,他的兄弟索波利斯已先他而去,他的母亲和妹妹也尚未赶到,在他处于如此孤立无援的境地时,我极其尽心尽力地照顾他,以至于他认为自己绝无法对我的付出做出相称的回报。
§12ὅμως δʼ οὐδὲν ἐνέλιπεν, ἀλλʼ ἐπειδὴ πονηρῶς διέκειτο καὶ οὐδεμίαν ἐλπίδʼ εἶχε τοῦ βίου, παρακαλέσας μάρτυρας υἱόν μʼ ἐποιήσατο καὶ τὴν ἀδελφὴν τὴν αὑτοῦ καὶ τὴν οὐσίαν ἔδωκεν.
尽管如此,他没有留下任何遗憾。 当他病入膏肓且对生命不抱希望时,他召集了证人,收我为子,并将他的妹妹和财产赠予我。
καί μοι λαβὲ τὰς διαθήκας.
请替我拿来遗嘱。
"Διαθῆκαι " ἀνάγνωθι δή μοι καὶ τὸν νόμον τὸν Αἰγινητῶν·
“遗嘱” 也请为我宣读艾吉奈人的法律。
κατὰ γὰρ τοῦτον ἔδει ποιεῖσθαι τὰς διαθήκας· ἐνθάδε γὰρ μετῳκοῦμεν.
因为我们当时寄居于此,所以必须按照这项法律来立遗嘱。
"" §13κατὰ τουτονὶ τὸν νόμον, ὦ ἄνδρες Αἰγινῆται, υἱόν μʼ ἐποιήσατο Θρασύλοχος, πολίτην μὲν αὑτοῦ καὶ φίλον ὄντα, γεγονότα δʼ οὐδενὸς χεῖρον Σιφνίων, πεπαιδευμένον δʼ ὁμοίως αὑτῷ καὶ τεθραμμένον.
“” 艾吉奈的公民们,正是根据这项法律,特拉叙洛科斯收我为子,我作为他的同胞和朋友,出身于不亚于任何人的锡夫诺斯名门,并与他接受了同样的教育和抚养。
ὥστʼ οὐκ οἶδʼ ὅπως ἂν μᾶλλον κατὰ τὸν νόμον ἔπραξεν, ὃς τοὺς ὁμοίους κελεύει παῖδας εἰσποιεῖσθαι.
因此,我不知道他还能如何更符合这项命令收养同等地位者为子的法律。
λαβὲ δή μοι καὶ τὸν Κείων νόμον, καθʼ ὃν ἡμεῖς ἐπολιτευόμεθα.
请为我拿来凯奥斯人的法律,我们曾根据该法行使公民权。
"" §14εἰ μὲν τοίνυν, ὦ ἄνδρες Αἰγινῆται, τούτοις μὲν τοῖς νόμοις ἠναντιοῦντο, τὸν δὲ παρʼ αὑτοῖς κείμενον σύνδικον εἶχον, ἧττον ἄξιον ἦν θαυμάζειν αὐτῶν·
“” 艾吉奈的公民们,如果他们反对这些法律,但他们自己城邦的法律能够支持他们,那还不至于让人感到如此惊奇。
νῦν δὲ κἀκεῖνος ὁμοίως τοῖς ἀνεγνωσμένοις κεῖται.
然而现在,那项法律也与刚才宣读的法律一样。
καί μοι λαβὲ τὸ βιβλίον.
请替我拿来书状。
"" §15τί οὖν ὑπόλοιπόν ἐστιν αὐτοῖς, ὅπου τὰς μὲν διαθήκας αὐτοὶ προσομολογοῦσι Θρασύλοχον καταλιπεῖν, τῶν δὲ νόμων τούτοις μὲν οὐδείς, ἐμοὶ δὲ πάντες βοηθοῦσι, πρῶτον μὲν ὁ παρʼ ὑμῖν τοῖς μέλλουσι διαγνώσεσθαι περὶ τοῦ πράγματος, ἔπειθʼ ὁ Σιφνίων, ὅθεν ἦν ὁ τὴν διαθήκην καταλιπών, ἔτι δʼ ὁ παρʼ αὐτοῖς τοῖς ἀμφισβητοῦσι κείμενος;
“” 既然他们自己也承认特拉叙洛科斯留下了遗嘱,而在法律方面,没有任何一条能帮助他们,而所有的法律都在帮助我——首先是你们这些将要对本案做出裁决的城邦法律,其次是立遗嘱者出身的锡夫诺斯人的法律,此外还有提出异议者他们自己城邦的法律——那么他们还剩下什么呢?
καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκοῦσιν, οἵτινες ζητοῦσι πείθειν ὑμᾶς, ὡς χρὴ τὰς διαθήκας ἀκύρους ποιῆσαι τῶν μὲν νόμων οὕτως ἐχόντων, ὑμῶν δὲ κατʼ αὐτοὺς ὀμωμοκότων ψηφιεῖσθαι;
然而,在法律如此明确、且你们也已宣誓将依法投票的情况下,他们竟然企图说服你们使遗嘱失效,你们认为还有什么是他们做不出来的呢?
§16περὶ μὲν οὖν αὐτοῦ τοῦ πράγματος ἱκανῶς ἀποδεδεῖχθαι νομίζω·
关于这件事情本身,我认为已经有了充分的证明。
ἵνα δὲ μηδεὶς οἴηται μήτʼ ἐμὲ διὰ μικρὰς προφάσεις ἔχειν τὸν κλῆρον μήτε ταύτην ἐπιεικῆ γεγενημένην περὶ Θρασύλοχον ἀποστερεῖσθαι τῶν χρημάτων, βούλομαι καὶ περὶ τούτων εἰπεῖν.
但是,为了不让任何人以为我是凭空口无凭的借口占有这份遗产,或者以为那个女人对特拉叙洛科斯很好却被剥夺了财产,我也想就这些事情说明一下。
αἰσχυνθείην γὰρ ἂν ὑπὲρ τοῦ τετελευτηκότος, εἰ μὴ πάντες πεισθείητε, μὴ μόνον ὡς κατὰ τοὺς νόμους ἀλλʼ ὡς καὶ δικαίως ταῦτʼ ἔπραξεν.
因为如果不能让你们所有人相信他不仅依法而且公正地做出了这些决定,我会为逝者感到羞愧。
ῥᾳδίας δʼ ἡγοῦμαι τὰς ἀποδείξεις εἶναι.
而且我认为,证明这一点很容易。
§17τοσοῦτον γὰρ διηνέγκαμεν ὥσθʼ αὕτη μὲν ἡ κατὰ γένος ἀμφισβητοῦσα πάντα τὸν χρόνον διετέλεσε καὶ πρὸς αὐτὸν ἐκεῖνον καὶ πρὸς Σώπολιν καὶ πρὸς τὴν μητέρʼ αὐτῶν διαφερομένη καὶ δυσμενῶς ἔχουσα, ἐγὼ δʼ οὐ μόνον περὶ Θρασύλοχον καὶ τὸν ἀδελφὸν ἀλλὰ καὶ περὶ αὐτὴν τὴν οὐσίαν, ἧς ἀμφισβητοῦμεν, φανήσομαι πλείστου τῶν φίλων ἄξιος γεγενημένος.
因为我们的差异是如此之大:这个以血缘关系提出异议的女人,始终与他、与索波利斯、以及与他们的母亲关系不和并怀有敌意;而我,不仅对特拉叙洛科斯和他的兄弟,而且对我们正在争夺的这笔财产本身,都将被证明是所有朋友中最有价值的一位。
§18καὶ περὶ μὲν τῶν παλαιῶν πολὺ ἂν ἔργον εἴη λέγειν·
关于过去的旧事,说起来会很冗长。
ὅτε δὲ Πασῖνος Πάρον κατέλαβεν, ἔτυχεν αὐτοῖς ὑπεκκείμενα τὰ πλεῖστα τῆς οὐσίας παρὰ τοῖς ξένοις τοῖς ἐμοῖς· ᾠόμεθα γὰρ μάλιστα ταύτην τὴν νῆσον ἀσφαλῶς ἔχειν.
但是,当帕西诺斯占领帕罗斯岛时,他们的大部分财产碰巧寄存在我的外国友人那里;因为我们认为那个岛最为安全。
ἀπορούντων δʼ ἐκείνων καὶ νομιζόντων αὔτʼ ἀπολωλέναι, πλεύσας ἐγὼ τῆς νυκτὸς ἐξεκόμισʼ αὐτοῖς τὰ χρήματα, κινδυνεύσας περὶ τοῦ σώματος· ἐφρουρεῖτο μὲν γὰρ ἡ χώρα, §19συγκατειληφότες δʼ ἦσάν τινες τῶν ἡμετέρων φυγάδων τὴν πόλιν, οἳ μιᾶς ἡμέρας ἀπέκτειναν αὐτόχειρες γενόμενοι τόν τε πατέρα τὸν ἐμὸν καὶ τὸν θεῖον καὶ τὸν κηδεστὴν καὶ πρὸς τούτοις ἀνεψιοὺς τρεῖς.
当他们陷入绝望并以为财产已经丧失时,我趁夜乘船,冒着生命危险为他们运出了这些钱财;因为当时该地区正处于戒备之中,而且我们的一些流亡者已经联合占领了那座城市,他们曾在一天之内,亲手杀死了我的父亲、我的叔叔、我的姐夫,此外还有三个表兄弟。
ἀλλʼ ὅμως οὐδέν με τούτων ἀπέτρεψεν, ἀλλʼ ᾠχόμην πλέων, ἡγούμενος ὁμοίως με δεῖν ὑπὲρ ἐκείνων κινδυνεύειν ὥσπερ ὑπὲρ ἐμαυτοῦ.
但即使如此,这些都没有阻止我,我依然乘船前往,认为我应当像为自己一样,为了他们去冒生命的危险。

词汇与语法注释

  1. §11φθόῃ σχόμενον — 意为“患上肺结核”。σχόμενον是动词ἔχω的不定过去时中动分词(带被动意),表示进入被疾病“缠身、罹患”的状态。
  2. §12καί μοι λαβὲ — 与格μοι是古典阿提卡演说辞中频出的利益与格(或伦理与格),是向法庭书记员等发出“替我拿来(文件)”这一指示或请求的定型表达。
  3. §14ἧττον ἄξιον ἦν θαυμάζειν αὐτῶν — αὐτῶν是动词θαυμάζω所支配的属格,表示惊异或非难的对象(“对他们感到奇怪”或“谴责他们”)。
  4. §18ἔτυχεν αὐτοῖς ὑπεκκείμενα — 动词ἔτυχεν并非无人称用法,而是与中性复数主语τὰ πλεῖστα τῆς οὐσίας一致(动词用单数第三人称),并与分词ὑπεκκείμενα(中性复数)结合,表示“碰巧……”。αὐτοῖς起所有与格的作用。

引用这一段

伊索克拉底, 埃吉纳人 §11-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg006.humanitext-grc2:11-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。