§20μετὰ δὲ ταῦτα φυγῆς ἡμῖν γενομένης ἐκ τῆς πόλεως μετὰ τοιούτου θορύβου καὶ δέους ὥστʼ ἐνίους καὶ τῶν σφετέρων αὐτῶν ἀμελεῖν, οὐδʼ ἐν τούτοις τοῖς κακοῖς ἠγάπησα, εἰ τοὺς οἰκείους τοὺς ἐμαυτοῦ διασῶσαι δυνηθείην, ἀλλʼ εἰδὼς Σώπολιν μὲν ἀποδημοῦντα, αὐτὸν δʼ ἐκεῖνον ἀρρώστως διακείμενον, συνεξεκόμισʼ αὐτῷ καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν οὐσίαν ἅπασαν.
在此之后,当我们因被迫逃离城市而处于如此巨大的混乱和恐惧之中,以至于有些人甚至连自己的亲人财产都不顾时,在这场灾难中,我并没有因为仅能救出自己的家人而感到满足;相反,由于我知道索波利斯当时身在国外,而特拉叙洛科斯本人又重病在身,我便将他的母亲、妹妹以及他的全部财产与他一同营救了出来。
καίτοι τίνα δικαιότερον αὐτὴν ἔχειν προσήκει ἢ τὸν τότε μὲν συνδιασώσαντα, νῦν δὲ παρὰ τῶν κυρίων εἰληφότα;
然而,对于这笔财产,除了当时协助共同营救、如今又从拥有决定权的人那里合法继承了它的我之外,还有谁更有资格拥有它呢?
§21τὰ μὲν τοίνυν εἰρημένʼ ἐστὶν ἐν οἷς ἐκινδύνευσα μὲν, φλαῦρον δʼ οὐδὲν ἀπέλαυσα· ἔχω δὲ καὶ τοιαῦτʼ εἰπεῖν, ἐξ ὧν ἐκείνῳ χαριζόμενος αὐτὸς ταῖς μεγίσταις συμφοραῖς περιέπεσον.
以上所说的是我虽然冒了危险,却未遭受实质损失的往事;但我还可以讲述一些由于顺从他的心愿,我自己反而陷入极大不幸的经历。
ἐπειδὴ γὰρ ἤλθομεν εἰς Μῆλον, αἰσθόμενος, ὅτι μέλλοιμεν αὐτοῦ καταμένειν, μένειν, ἐδεῖτό μου συμπλεῖν εἰς Τροιζῆνα καὶ μηδαμῶς αὐτὸν ἀπολιπεῖν, λέγων τὴν ἀρρωστίαν τοῦ σώματος καὶ τὸ πλῆθος τῶν ἐχθρῶν, καὶ ὅτι χωρὶς ἐμοῦ γενόμενος οὐδὲν ἕξοι χρῆσθαι τοῖς αὑτοῦ πράγμασιν.
当我们到达梅洛斯岛时,他察觉到我们打算留在那里,便恳求我与他一同乘船前往特罗伊曾,绝不要抛弃他,他诉说着自己的病体和重重的仇敌,并表示一旦离开我,他就根本无法处理自己的事务。
§22φοβουμένης δὲ τῆς μητρός, ὅτι τὸ χωρίον ἐπυνθάνετο νοσῶδες εἶναι, καὶ τῶν ξένων συμβουλευόντων αὐτοῦ μένειν, ὅμως ἔδοξεν ἡμῖν ἐκείνῳ χαριστέον εἶναι.
尽管我的母亲因为听说那个地方多疫病而感到害怕,外邦友人也建议我们留在原地,但我们还是决定应当顺从他的心愿。
καὶ μετὰ ταῦτʼ οὐκ ἔφθημεν εἰς Τροιζῆνʼ ἐλθόντες καὶ τοιαύταις νόσοις ἐλήφθημεν, ἐξ ὧν αὐτὸς μὲν παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, ἀδελφὴν δὲ κόρην τετρακαιδεκέτιν γεγονυῖαν ἐντὸς τριάκονθʼ ἡμερῶν κατέθαψα, τὴν δὲ μητέρʼ οὐδὲ πένθʼ ἡμέραις ἐκείνης ὕστερον.
然而在此之后,我们刚一到达特罗伊曾,就染上了严重的疾病,以至于我本人差点丧命,并在三十天之内,我亲手埋葬了年仅十四岁的妹妹,而我的母亲在妹妹死后还不到五天也相继去世。
καίτοι τίνʼ οἴεσθέ με γνώμην ἔχειν τοσαύτης μοι μεταβολῆς τοῦ βίου γεγενημένης;
面对生活如此巨大的变故,你们认为我的心情该是怎样的呢?
§23ὃς τὸν μὲν ἄλλον χρόνον ἀπαθὴς ἦν κακῶν, νεωστὶ δʼ ἐπειρώμην φυγῆς καὶ τοῦ παρʼ ἑτέροις μὲν μετοικεῖν, στέρεσθαι δὲ τῶν ἐμαυτοῦ, πρὸς δὲ τούτοις ὁρῶν τὴν μητέρα τὴν αὑτοῦ καὶ τὴν ἀδελφὴν ἐκ μὲν τῆς πατρίδος ἐκπεπτωκυίας, ἐπὶ δὲ ξένης καὶ παρʼ ἀλλοτρίοις τὸν βίον τελευτώσας.
我以往从未经历过灾祸,最近却尝到了流亡的滋味,寄人篱下且失去了自己的财产,不仅如此,还要眼睁睁地看着自己的母亲和妹妹被逐出家园,在异国他乡、在陌生人中间结束生命。
ὥστʼ οὐδεὶς ἄν μοι δικαίως φθονήσειεν, εἴ τι τῶν Θρασυλόχου πραγμάτων ἀγαθὸν ἀπολέλαυκα· καὶ γὰρ ἵνα χαρισαίμην ἐκείνῳ, κατοικισάμενος ἐν Τροιζῆνι τοιαύταις ἐχρησάμην συμφοραῖς, ὧν οὐδέποτʼ ἂν ἐπιλαθέσθαι δυνηθείην.
因此,即使我从特拉叙洛科斯的财产中获得了一些好处,也没有人能合理地嫉妒我;因为正是为了顺从他的心愿,我定居于特罗伊曾,才遭遇了这些我永远无法忘怀的灾难。
§24καὶ μὴν οὐδὲ τοῦθʼ ἕξουσιν εἰπεῖν ὡς εὖ μὲν πράττοντος Θρασυλόχου πάντα ταῦθʼ ὑπέμενον, δυστυχήσαντα δʼ αὐτὸν ἀπέλιπον· ἐν αὐτοῖς γὰρ τούτοις ἔτι σαφέστερον καὶ μᾶλλον ἐνεπεδειξάμην τὴν εὔνοιαν ἣν εἶχον εἰς ἐκεῖνον.
此外,他们甚至不能说我是因为特拉叙洛科斯富裕时才忍受这一切,而在他不幸时却抛弃了他;因为恰恰是在这些不幸中,我更清楚、更充分地展现了我对他的好意。
ἐπειδὴ γὰρ εἰς Αἴγιναν κατοικισάμενος ἠσθένησε ταύτην τὴν νόσον ἐξ ἧσπερ ἀπέθανεν, οὕτως αὐτὸν ἐθεράπευσα ὡς οὐκ οἶδʼ ὅστις πώποθʼ ἕτερος ἕτερον, τὸν μὲν πλεῖστον τοῦ χρόνου πονηρῶς μὲν ἔχοντα, περιιέναι δʼ ἔτι δυνάμενον, ἓξ μῆνας δὲ συνεχῶς ἐν τῇ κλίνῃ κείμενον.
当他在艾吉纳定居并染上导致其死亡的疾病时,我照料他的周到程度,我认为前所未有。 在大部分时间里,他虽然病体孱弱但尚能走动,而有整整六个月的时间,他则连续卧床不起。
§25καὶ τούτων τῶν ταλαιπωριῶν οὐδεὶς τῶν συγγενῶν μετασχεῖν ἠξίωσεν, ἀλλʼ οὐδʼ ἐπισκεψόμενος ἀφίκετο πλὴν τῆς μητρὸς καὶ τῆς ἀδελφῆς, αἳ πλέον θάτερον ἐποίησαν· ἀσθενοῦσαι γὰρ ἦλθον ἐκ Τροιζῆνος, ὥστʼ αὐταὶ θεραπείας ἐδέοντο.
对于这些劳苦,他的亲属中没有任何人愿意分担,甚至没有人来探望过他,除了他的母亲和妹妹——但她们反而增加了负担;因为她们是从特罗伊曾带着病来的,以至于她们自己也需要人照顾。
ἀλλʼ ὅμως ἐγώ, τοιούτων τῶν ἄλλων περὶ αὐτὸν γεγενημένων, οὐκ ἀπεῖπον οὐδʼ ἀπέστην ἀλλʼ ἐνοσήλευον αὐτὸν μετὰ παιδὸς ἑνός· §26οὐδὲ γὰρ τῶν οἰκετῶν οὐδεὶς ὑπέμεινεν.
然而,尽管其他人对他如此冷漠,我却没有怨言,也没有离开,而是仅带着一名年轻仆人一起看护他;因为连一个家奴都没有留下来。
καὶ γὰρ φύσει χαλεπὸς ὢν ἔτι δυσκολώτερον διὰ τὴν νόσον διέκειτο, ὥστʼ οὐκ ἐκείνων ἄξιον θαυμάζειν, εἰ μὴ παρέμενον, ἀλλὰ πολὺ μᾶλλον, ὅπως ἐγὼ τοιαύτην νόσον θεραπεύων ἀνταρκεῖν ἠδυνάμην· ὃς ἔμπυος μὲν ἦν πολὺν χρόνον, ἐκ δὲ τῆς κλίνης οὐκ ἠδύνατο κινεῖσθαι,
他原本就脾气怪僻,又因病痛折磨而变得更加暴躁,因此,奴仆们不能坚守岗位并不足为怪,相反,更令人惊叹的是我如何能在看护这样一种病症时坚持下来;他长期体内化脓,无法从床上挪动一步,