§1ἐνόμιζον μέν, ὦ ἄνδρες Αἰγινῆται, οὕτω καλῶς βεβουλεῦσθαι περὶ τῶν αὑτοῦ Θρασύλοχον ὥστε μηδένʼ ἄν ποτʼ ἐλθεῖν ἐναντία πράξοντα ταῖς διαθήκαις αἷς ἐκεῖνος κατέλιπεν·
艾吉奈的公民们,我原本以为,特拉叙洛科斯对自己的财产作了如此妥善的安排,以至于绝不会有人违背他所留下的遗嘱而来争夺。
ἐπειδὴ δὲ τοῖς ἀντιδίκοις τοιαύτη γνώμη παρέστηκεν ὥστε καὶ πρὸς οὕτως ἐχούσας αὐτὰς ἀμφισβητεῖν, ἀναγκαίως ἔχει παρʼ ὑμῶν πειρᾶσθαι τῶν δικαίων τυγχάνειν.
然而,既然我们的对手竟产生了这样的想法,以至于对如此明确的遗嘱也提出异议,我就不得不努力在你们面前争取公正。
§2τοὐναντίον δὲ πέπονθα τοῖς πλείστοις τῶν ἀνθρώπων.
然而,我的经历与大多数人恰恰相反。
τοὺς μὲν γὰρ ἄλλους ὁρῶ χαλεπῶς φέροντας, ὅταν ἀδίκως περί τινος κινδυνεύωσιν, ἐγὼ δʼ ὀλίγου δέω χάριν ἔχειν τούτοις, ὅτι μʼ εἰς τουτονὶ τὸν ἀγῶνα κατέστησαν.
因为我看到其他人因不公正地陷入诉讼危险而感到痛苦,而我却几乎要感谢他们把我带入这场审判。
ἀκρίτου μὲν γὰρ ὄντος τοῦ πράγματος οὐκ ἂν ἠπίστασθʼ ὁποῖός τις γεγενημένος περὶ τὸν τετελευτηκότα κληρονόμος εἰμὶ τῶν ἐκείνου· πυθόμενοι δὲ τὰ πραχθέντα πάντες εἴσεσθʼ ὅτι δικαίως ἂν καὶ μείζονος ἢ τοσαύτης δωρεᾶς ἠξιώθην.
因为如果这件事情未经审判,你们就不会知道我对逝者是怎样的一个人,才得以继承他的财产;但在听闻了事情的经过之后,大家都会明白,我理应获得甚至比这更大、而非仅仅如此的赠礼。
§3χρῆν μέντοι καὶ τὴν ἀμφισβητοῦσαν τῶν χρημάτων μὴ παρʼ ὑμῶν πειρᾶσθαι λαμβάνειν τὴν οὐσίαν, ἣν Θρασύλοχος κατέλιπεν, ἀλλὰ περὶ ἐκεῖνον χρηστὴν οὖσαν οὕτως ἀξιοῦν αὐτῆς ἐπιδικάζεσθαι.
然而,对财产提出异议的那个女人,本不应该试图从你们这里获取特拉叙洛科斯所留下的遗产,而应当在他生前对他尽到好意,以此为由提出继承的要求。
νῦν δʼ αὐτῇ τοσούτου δεῖ μεταμέλειν ὧν εἰς ζῶντʼ ἐξήμαρτεν, ὥστε καὶ τεθνεῶτος αὐτοῦ πειρᾶται τήν τε διαθήκην ἄκυρον ἅμα καὶ τὸν οἶκον ἔρημον ποιῆσαι.
而现在,她对他在世时自己所犯下的过错毫无悔意,以至于在特拉叙洛科斯死后,她甚至企图使遗嘱失效,同时让他的家族香火断绝。
§4θαυμάζω δὲ καὶ τῶν πραττόντων ὑπὲρ αὐτῆς, εἰ διὰ τοῦτʼ οἴονται καλὸν εἶναι τὸν κίνδυνον, ὅτι μὴ κατορθώσαντες οὐδὲν μέλλουσιν ἀποτείσειν.
我也对那些代表她行事的人感到惊讶,如果他们因为即使失败也无需付出任何代价,就认为这场诉讼是值得一试的。
ἐγὼ μὲν γὰρ ἡγοῦμαι μεγάλην εἶναι καὶ ταύτην ζημίαν, ἂν ἐξελεγχθέντες ὡς ἀδίκως ἀμφισβητοῦσιν, ἔπειθʼ ὑμῖν δόξωσι χείρους εἶναι.
因为我认为,如果他们被证实进行了不公正的争夺,从而在你们眼中显得更为卑劣,这本身就是极大的损失。
τὴν μὲν οὖν τούτων κακίαν ἐξ αὐτῶν τῶν ἔργων γνώσεσθʼ, ἐπειδὰν διὰ τέλους ἀκούσητε τῶν πεπραγμένων· ὅθεν δʼ, οἶμαι, τάχιστʼ ἂν ὑμᾶς μαθεῖν περὶ ὧν ἀμφισβητοῦμεν, ἐντεῦθεν ἄρξομαι διηγεῖσθαι.
当你们完整地听完事情的经过,就能从他们的所作所为中看出他们的卑鄙;我将从我认为能让你们最快了解我们争端焦点的起点开始叙述。
§5Θράσυλλος γὰρ ὁ πατὴρ τοῦ καταλιπόντος τὴν διαθήκην παρὰ μὲν τῶν προγόνων οὐδεμίαν οὐσίαν παρέλαβεν, ξένος δὲ Πολεμαινέτῳ τῷ μάντει γενόμενος οὕτως οἰκείως διετέθη πρὸς αὐτὸν ὥστʼ ἀποθνῄσκων ἐκεῖνος τάς τε βίβλους τὰς περὶ τῆς μαντικῆς αὐτῷ κατέλιπε καὶ τῆς οὐσίας μέρος τι τῆς νῦν οὔσης ἔδωκεν.
留下遗嘱的那位逝者的父亲特拉叙洛斯,虽然从祖先那里没有继承任何财产,但他成为了预言家波莱迈内托斯的密友,并与他保持了如此亲密的关系,以至于波莱迈内托斯在临终前,将关于预言的书籍留给了他,并赠予了现在这笔财产的一部分。
§6λαβὼν δὲ Θράσυλλος ταύτας ἀφορμὰς ἐχρῆτο τῇ τέχνῃ·
获得这些本钱之后,特拉叙洛斯便以此为业。
πλάνης δὲ γενόμενος καὶ διαιτηθεὶς ἐν πολλαῖς πόλεσιν ἄλλαις τε γυναιξὶ συνεγένετο, ὧν ἔνιαι καὶ παιδάριʼ ἀπέδειξαν ἃ ʼκεῖνος οὐδὲ πώποτε γνήσιʼ ἐνόμισε, καὶ δὴ καὶ τὴν ταύτης μητέρʼ ἐν τούτοις τοῖς χρόνοις ἔλαβεν.
他四处流浪,在许多城市居住,并与其他几位女性同居,其中一些人还生下了孩子,但他从未承认那些孩子是自己的合法子女;正是在这段时期,他娶了这个女人的母亲。
§7ἐπειδὴ δʼ οὐσίαν τε πολλὴν ἐκτήσατο καὶ τὴν πατρίδʼ ἐπόθεσεν, ἐκείνης μὲν καὶ τῶν ἄλλων ἀπηλλάγη, καταπλεύσας δʼ εἰς Σίφνον ἔγημεν ἀδελφὴν τοῦ πατρὸς τοὐμοῦ, πλούτῳ μὲν αὐτὸς πρῶτος ὢν τῶν πολιτῶν, γένει δὲ καὶ τοῖς ἄλλοις ἀξιώμασιν εἰδὼς τὴν ἡμετέραν οἰκίαν προέχουσαν.
当他积累了巨额财产并思念故土时,便与那个女人及其他人断绝了关系,乘船回到锡夫诺斯,娶了我父亲的姐妹。 尽管他自己在财富上是公民中的首富,但他深知我们家族在出身和其他声望上更胜一筹。
§8οὕτω δὲ σφόδρʼ ἠγάπησε τὴν τοῦ πατρὸς φιλίαν, ὥστʼ ἀποθανούσης ἐκείνης ἄπαιδος αὖθις ἠγάγετʼ ἀνεψιὰν τοῦ πατρός, οὐ βουλόμενος διαλύσασθαι τὴν πρὸς ἡμᾶς οἰκειότητα.
他非常珍视与我父亲的友谊,以至于在她无嗣而终后,因为不愿断绝与我们家族的亲戚关系,他又娶了我父亲的表亲。
οὐ πολὺν δὲ χρόνον συνοικήσας ταῖς αὐταῖς τύχαις ἐχρήσατο καὶ περὶ ταύτην, αἷσπερ καὶ περὶ τὴν προτέραν.
然而,在同居了不长的时间后,他在她身上遭遇了与前妻完全相同的命运。
§9μετὰ δὲ ταῦτʼ ἔγημεν ἐκ Σερίφου παρʼ ἀνθρώπων πολὺ πλείονος ἀξίων ἢ κατὰ τὴν αὑτῶν πόλιν, ἐξ ἧς ἐγένετο Σώπολις καὶ Θρασύλοχος καὶ θυγάτηρ ἡ νῦν ἐμοὶ συνοικοῦσα.
此后,他娶了来自塞里福斯的一位女性,其家族地位远高于该市的普通市民;她生下了索波利斯、特拉叙洛科斯,以及现在与我结为夫妻的女儿。
Θράσυλλος μὲν οὖν τούτους μόνους παῖδας γνησίους καταλιπὼν καὶ κληρονόμους τῶν αὑτοῦ καταστήσας τὸν βίον ἐτελεύτησεν.
特拉叙洛斯在只留下这几个合法子女、并确立他们为自己财产的继承人后,便去世了。
§10ἐγὼ δὲ καὶ Θρασύλοχος τοσαύτην φιλίαν παρὰ τῶν πατέρων παραλαβόντες ὅσην ὀλίγῳ πρότερον διηγησάμην, ἔτι μείζω τῆς ὑπαρχούσης αὐτὴν ἐποιήσαμεν.
我和特拉叙洛科斯承袭了父亲们留下的如我刚才所述的深厚友谊,并使之比原先更加深厚。
ἕως μὲν γὰρ παῖδες ἦμεν, περὶ πλείονος ἡμᾶς αὐτοὺς ἡγούμεθα ἢ τοὺς ἀδελφούς, καὶ οὔτε θυσίαν οὔτε θεωρίαν οὔτʼ ἄλλην ἑορτὴν οὐδεμίαν χωρὶς ἀλλήλων ἤγομεν· ἐπειδὴ δʼ ἄνδρες ἐγενόμεθα, οὐδὲν πώποτʼ ἐναντίον ἡμῖν αὐτοῖς ἐπράξαμεν, ἀλλὰ καὶ τῶν ἰδίων ἐκοινωνοῦμεν καὶ πρὸς τὰ τῆς πόλεως ὁμοίως διεκείμεθα καὶ φίλοις καὶ ξένοις τοῖς αὐτοῖς ἐχρώμεθα.
因为当我们还是孩子时,我们就视彼此比亲兄弟还要珍贵,无论祭祀、观礼、还是其他任何节日,我们都绝不分开度过;而当我们成年后,我们也从未做过任何违背彼此的事,而是共享私有财产,对城邦事务持有相同的态度,交往着相同的朋与友。