§11καὶ τί δεῖ λέγειν τὰς οἴκοι χρήσεις;
家庭内での親密なやり取りについて、これ以上何を言う必要がありましょうか。
ἀλλʼ οὐδὲ φυγόντες ἀπʼ ἀλλήλων ἠξιώσαμεν γενέσθαι.
私たちは、亡命している間さえ、互いに離れて暮らそうとは思いませんでした。
τὸ δὲ τελευταῖον φθόῃ σχόμενον αὐτὸν καὶ πολὺν χρόνον ἀσθενήσαντα, καὶ τοῦ μὲν ἀδελφοῦ Σωπόλιδος αὐτῷ πρότερον τετελευτηκότος, τῆς δὲ μητρὸς καὶ τῆς ἀδελφῆς οὔπω παρουσῶν, μετὰ τοσαύτης ἐρημίας γενόμενον οὕτως ἐπιπόνως καὶ καλῶς αὐτὸν ἐθεράπευσα, ὥστʼ ἐκεῖνον μὴ νομίζειν ἀξίαν μοι δύνασθαι χάριν ἀποδοῦναι τῶν πεπραγμένων.
そして最後には、彼が肺結核にかかり、長い間患っていた際、兄のソーポリスはすでに先立っており、母親と姉妹はまだ到着しておらず、これほどの孤独の中に置かれていた彼を、私は非常に献身的かつ懇切に看病したため、彼は私の行ったことに対して、ふさわしい恩返しをすることは到底できないと思うほどでした。
§12ὅμως δʼ οὐδὲν ἐνέλιπεν, ἀλλʼ ἐπειδὴ πονηρῶς διέκειτο καὶ οὐδεμίαν ἐλπίδʼ εἶχε τοῦ βίου, παρακαλέσας μάρτυρας υἱόν μʼ ἐποιήσατο καὶ τὴν ἀδελφὴν τὴν αὑτοῦ καὶ τὴν οὐσίαν ἔδωκεν.
それでも彼は何一つ怠ることなく、病状が重篤になり、生存の望みがなくなったとき、証人たちを呼び寄せて私を養子とし、自身の姉妹と財産を私に与えました。
καί μοι λαβὲ τὰς διαθήκας.
私のために、遺書を受け取ってください。
"Διαθῆκαι
"
ἀνάγνωθι δή μοι καὶ τὸν νόμον τὸν Αἰγινητῶν·
"遺言書 "では、アイギナ人の法律も読み上げてください。
κατὰ γὰρ τοῦτον ἔδει ποιεῖσθαι τὰς διαθήκας· ἐνθάδε γὰρ μετῳκοῦμεν.
というのも、私たちはここに寄留していたため、この法律に従って遺言を作成しなければならなかったからです。
"" §13κατὰ τουτονὶ τὸν νόμον, ὦ ἄνδρες Αἰγινῆται, υἱόν μʼ ἐποιήσατο Θρασύλοχος, πολίτην μὲν αὑτοῦ καὶ φίλον ὄντα, γεγονότα δʼ οὐδενὸς χεῖρον Σιφνίων, πεπαιδευμένον δʼ ὁμοίως αὑτῷ καὶ τεθραμμένον.
"" アイギナの市民の皆さん、この法律に従って、トラシュロコスは私を養子に迎えたのです。 私は彼の同胞市民であり友人であり、シプノス人の誰にも劣らない家柄に生まれ、彼と同様に教育され育てられた者です。
ὥστʼ οὐκ οἶδʼ ὅπως ἂν μᾶλλον κατὰ τὸν νόμον ἔπραξεν, ὃς τοὺς ὁμοίους κελεύει παῖδας εἰσποιεῖσθαι.
ですから、同等の者を養子にするよう命じているこの法律に、これ以上どのように従うことができたか私にはわかりません。
λαβὲ δή μοι καὶ τὸν Κείων νόμον, καθʼ ὃν ἡμεῖς ἐπολιτευόμεθα.
では、私たちがかつて市民として従っていた、ケイオス人の法律も受け取ってください。
"" §14εἰ μὲν τοίνυν, ὦ ἄνδρες Αἰγινῆται, τούτοις μὲν τοῖς νόμοις ἠναντιοῦντο, τὸν δὲ παρʼ αὑτοῖς κείμενον σύνδικον εἶχον, ἧττον ἄξιον ἦν θαυμάζειν αὐτῶν·
"" アイギナの市民の皆さん、もし彼らがこれらの法律に反対しながらも、自分たちの国で制定されている法律を味方にしていたなら、彼らの態度に驚くことも少なかったでしょう。
νῦν δὲ κἀκεῖνος ὁμοίως τοῖς ἀνεγνωσμένοις κεῖται.
しかし実際には、その法律も読み上げられたものと同様に制定されているのです。
καί μοι λαβὲ τὸ βιβλίον.
私のために、書状を受け取ってください。
"" §15τί οὖν ὑπόλοιπόν ἐστιν αὐτοῖς, ὅπου τὰς μὲν διαθήκας αὐτοὶ προσομολογοῦσι Θρασύλοχον καταλιπεῖν, τῶν δὲ νόμων τούτοις μὲν οὐδείς, ἐμοὶ δὲ πάντες βοηθοῦσι, πρῶτον μὲν ὁ παρʼ ὑμῖν τοῖς μέλλουσι διαγνώσεσθαι περὶ τοῦ πράγματος, ἔπειθʼ ὁ Σιφνίων, ὅθεν ἦν ὁ τὴν διαθήκην καταλιπών, ἔτι δʼ ὁ παρʼ αὐτοῖς τοῖς ἀμφισβητοῦσι κείμενος;
"" 彼ら自身もトラシュロコスが遺言を遺したことを認めており、法律に関しても、彼らを助けるものは何一つなく、私を助けるものはすべて揃っている――第一に、この件について判決を下そうとしているあなた方の法律、第二に、遺言を遺した者の出身地であるシプノス人の法律、さらに、異議を申し立てている彼ら自身の国で制定されている法律――という状況において、彼らには一体何が残されているでしょうか。
καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκοῦσιν, οἵτινες ζητοῦσι πείθειν ὑμᾶς, ὡς χρὴ τὰς διαθήκας ἀκύρους ποιῆσαι τῶν μὲν νόμων οὕτως ἐχόντων, ὑμῶν δὲ κατʼ αὐτοὺς ὀμωμοκότων ψηφιεῖσθαι;
それにしても、法律がこのようであり、あなた方が法律に従って投票することを誓っているにもかかわらず、遺言を無効にするようあなた方を説得しようとする彼らは、一体どのような不義をも辞さないように思われるでしょうか。
§16περὶ μὲν οὖν αὐτοῦ τοῦ πράγματος ἱκανῶς ἀποδεδεῖχθαι νομίζω·
このように、事柄そのものについては十分に立証されたと考えます。
ἵνα δὲ μηδεὶς οἴηται μήτʼ ἐμὲ διὰ μικρὰς προφάσεις ἔχειν τὸν κλῆρον μήτε ταύτην ἐπιεικῆ γεγενημένην περὶ Θρασύλοχον ἀποστερεῖσθαι τῶν χρημάτων, βούλομαι καὶ περὶ τούτων εἰπεῖν.
しかし、私が取るに足らない口実によって遺産を所有しているとか、あるいは、あの女性がトラシュロコスに対して親切であったにもかかわらず財産を奪われていると誰にも思われないように、これらについても話しておきたいと思います。
αἰσχυνθείην γὰρ ἂν ὑπὲρ τοῦ τετελευτηκότος, εἰ μὴ πάντες πεισθείητε, μὴ μόνον ὡς κατὰ τοὺς νόμους ἀλλʼ ὡς καὶ δικαίως ταῦτʼ ἔπραξεν.
なぜなら、彼が法律に従ってだけでなく、正当な理由に基づいてこのようにしたのだと、あなた方全員に納得していただけなければ、私は亡くなった人に対して申し訳なく思うからです。
ῥᾳδίας δʼ ἡγοῦμαι τὰς ἀποδείξεις εἶναι.
そして、その証明は容易であると考えます。
§17τοσοῦτον γὰρ διηνέγκαμεν ὥσθʼ αὕτη μὲν ἡ κατὰ γένος ἀμφισβητοῦσα πάντα τὸν χρόνον διετέλεσε καὶ πρὸς αὐτὸν ἐκεῖνον καὶ πρὸς Σώπολιν καὶ πρὸς τὴν μητέρʼ αὐτῶν διαφερομένη καὶ δυσμενῶς ἔχουσα, ἐγὼ δʼ οὐ μόνον περὶ Θρασύλοχον καὶ τὸν ἀδελφὸν ἀλλὰ καὶ περὶ αὐτὴν τὴν οὐσίαν, ἧς ἀμφισβητοῦμεν, φανήσομαι πλείστου τῶν φίλων ἄξιος γεγενημένος.
というのも、私たちにはこれほどの違いがあったからです。 血縁を理由に異議を申し立てているこの女性は、終始、彼自身に対しても、ソーポリスに対しても、彼らの母親に対しても、対立し敵意を抱き続けていました。 一方、私はトラシュロコスやその兄弟に対してだけでなく、私たちが争っているこの財産そのものに対しても、どの友人よりも最大の貢献をしたことが明らかになるでしょう。
§18καὶ περὶ μὲν τῶν παλαιῶν πολὺ ἂν ἔργον εἴη λέγειν·
古い出来事について語ることは骨の折れる仕事となるでしょう。
ὅτε δὲ Πασῖνος Πάρον κατέλαβεν, ἔτυχεν αὐτοῖς ὑπεκκείμενα τὰ πλεῖστα τῆς οὐσίας παρὰ τοῖς ξένοις τοῖς ἐμοῖς·
しかし、パシノスがパロス島を占領したとき、彼らの財産の大部分は、偶然にも私の客人のもとに安全のために預けられていました。
ᾠόμεθα γὰρ μάλιστα ταύτην τὴν νῆσον ἀσφαλῶς ἔχειν.
私たちは、この島が最も安全であると考えていたからです。
ἀπορούντων δʼ ἐκείνων καὶ νομιζόντων αὔτʼ ἀπολωλέναι, πλεύσας ἐγὼ τῆς νυκτὸς ἐξεκόμισʼ αὐτοῖς τὰ χρήματα, κινδυνεύσας περὶ τοῦ σώματος·
彼らが途方に暮れ、財産を失ったと思い込んでいたとき、私は夜間に船を出して、自らの身の危険を冒しながら、彼らのために財産を運び出しました。
ἐφρουρεῖτο μὲν γὰρ ἡ χώρα, §19συγκατειληφότες δʼ ἦσάν τινες τῶν ἡμετέρων φυγάδων τὴν πόλιν, οἳ μιᾶς ἡμέρας ἀπέκτειναν αὐτόχειρες γενόμενοι τόν τε πατέρα τὸν ἐμὸν καὶ τὸν θεῖον καὶ τὸν κηδεστὴν καὶ πρὸς τούτοις ἀνεψιοὺς τρεῖς.
その土地は警備されており、また、私たちの亡命者の一部がその都市を共同で占領しており、彼らは一日のうちに、私の父、叔父、義兄弟、さらに三人の従兄弟たちを自らの手で殺害した者たちだったからです。
ἀλλʼ ὅμως οὐδέν με τούτων ἀπέτρεψεν, ἀλλʼ ᾠχόμην πλέων, ἡγούμενος ὁμοίως με δεῖν ὑπὲρ ἐκείνων κινδυνεύειν ὥσπερ ὑπὲρ ἐμαυτοῦ.
しかし、それにもかかわらず、私はこれらのことに怯むことなく、船で赴きました。 自分自身のためと同様に、彼らのためにも危険を冒さなければならないと考えたからです。