§10καὶ τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν·
事情的经过就是这样。
τοσοῦτον δὲ τοῖς ἐχθροῖς τῆς ὕβρεως περίεστιν, ὥσθʼ οὕτως ἀνόμως τοῦ πατρὸς ἐκπεσόντος ὡς δεινὰ δεδρακότος αὐτοῦ κατηγοροῦσι, καὶ διαβάλλειν ἐπιχειροῦσιν ὡς Δεκέλειάν τʼ ἐπετείχισε καὶ τὰς νήσους ἀπέστησε καὶ τῶν πολεμίων διδάσκαλος κατέστη.
然而,敌人们的傲慢是如此过分,以至于在我父亲被如此非法驱逐之后,他们竟然指控他仿佛犯下了滔天大罪,并企图诽谤他,声称他加固了德凯莱亚的工事、煽动了各岛屿的反叛,并成为了敌人的导师。
§11καὶ ἐνίοτε μὲν αὐτοῦ προσποιοῦνται καταφρονεῖν, λέγοντες ὡς οὐδὲν διέφερε τῶν ἄλλων, νυνὶ δʼ ἁπάντων αὐτὸν τῶν γεγενημένων αἰτιῶνται καί φασι παρʼ ἐκείνου μαθεῖν Λακεδαιμονίους ὡς χρὴ πολεμεῖν, οἳ καὶ τοὺς ἄλλους διδάσκειν τέχνην ἔχουσιν.
\n 有时,他们假装瞧不起他,说他和别人没有什么不同;现在,他们又把发生的一切事情都归咎于他,声称是拉刻代蒙人——这群本有能力教授他人战争艺术的人——向他学习了如何作战。
ἐγὼ δʼ εἴ μοι χρόνος ἱκανὸς γένοιτο, ῥᾳδίως ἂν αὐτὸν ἐπιδείξαιμι τὰ μὲν δικαίως πράξαντα, τῶν δʼ ἀδίκως αἰτίαν ἔχοντα.
而我,如果有足够的时间,可以轻易地证明他有些事情做得公正,有些事情则是蒙受了不白之冤。
πάντων δʼ ἂν εἴη δεινότατον, εἰ τοῦ πατρὸς μετὰ τὴν φυγὴν δωρεὰν λαβόντος ἐγὼ διὰ τὴν ἐκείνου φυγὴν ζημιωθείην.
如果我的父亲在流亡后获得了赏赐,而我却因为他的流亡而遭受惩罚,那将是所有事情中最不公道的。
§12ἡγοῦμαι δʼ αὐτὸν παρʼ ὑμῶν δικαίως ἂν πλείστης συγγνώμης τυγχάνειν· ὑπὸ γὰρ τῶν τριάκοντʼ ἐκπεσόντες ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς ἐχρήσασθε.
\n 我认为,他理所当然应该从你们那里获得最大的同情;因为你们在被三十人篡政者驱逐之后,也经历了与他相同的灾祸。
ἐξ ὧν ἐνθυμεῖσθαι χρή, πῶς ἕκαστος ὑμῶν διέκειτο καὶ τίνα γνώμην εἶχε καὶ ποῖον κίνδυνον οὐκ ἂν ὑπέμεινεν ὥστε παύσασθαι μὲν μετοικῶν, κατελθεῖν δʼ εἰς τὴν πατρίδα, τιμωρήσασθαι δὲ τοὺς ἐκβαλόντας.
从这些经历中,你们应当回想,你们每个人当时是何种心情,怀着怎样的想法,以及为了不再作为侨民生活、为了回到祖国并向驱逐你们的人复仇,你们有什么危险是不愿承担的。
§13ἐπὶ τίνα δʼ ἢ πόλιν ἢ φίλον ἢ ξένον οὐκ ἤλθετε δεησόμενοι συγκαταγαγεῖν ὑμᾶς;
\n 你们又何曾没有去往任何城邦、任何朋友或盟友那里,乞求他们帮助你们复国?
τίνος δʼ ἀπέσχεσθε πειρώμενοι κατελθεῖν;
为了尝试归国,你们又克制了什么?
οὐ καταλαβόντες τὸν Πειραιᾶ καὶ τὸν σῖτον τὸν ἐν τῇ χώρᾳ διεφθείρετε καὶ τὴν γῆν ἐτέμνετε καὶ τὰ προάστεια ἐνεπρήσατε καὶ τελευτῶντες τοῖς τείχεσι προσεβάλετε;
难道你们没有占领培拉亚斯、毁坏田野里的粮食、践踏土地、烧毁郊区,并在最后攻击城墙吗?
§14καὶ ταῦθʼ οὕτω σφόδρʼ ἐνομίζετε χρῆναι ποιεῖν, ὥστε τοῖς ἡσυχίαν ἄγουσι τῶν συμφυγάδων μᾶλλον ὠργίζεσθε ἢ τοῖς αἰτίοις τῶν συμφορῶν γεγενημένοις.
\n 你们是如此强烈地认为必须这样做,以至于你们对那些保持安静的流亡同胞,比对造成你们灾祸的罪魁祸首还要愤怒。
ὥστʼ οὐκ εἰκὸς ἐπιτιμᾶν τοῖς τῶν αὐτῶν ὑμῖν ἐπιθυμοῦσιν, οὐδὲ κακοὺς ἄνδρας νομίζειν, ὅσοι φεύγοντες κατελθεῖν ἐζήτησαν, ἀλλὰ πολὺ μᾶλλον ὅσοι μένοντες φυγῆς ἄξιʼ ἐποίησαν· οὐδʼ ἐντεῦθεν ἀρξαμένους κρίνειν, ὁποῖός τις ἦν ὁ πατὴρ πολίτης, ὅτʼ οὐδὲν αὐτῷ τῆς πόλεως προσῆκεν, §15ἀλλʼ ἐπʼ ἐκείνου τοῦ χρόνου σκοπεῖν οἷος ἦν πρὶν φυγεῖν περὶ τὸ πλῆθος, καὶ ὅτι διακοσίους ὁπλίτας ἔχων τὰς μεγίστας πόλεις τῶν ἐν Πελοποννήσῳ Λακεδαιμονίων μὲν ἀπέστησεν, ὑμῖν δὲ συμμάχους ἐποίησε, καὶ εἰς οἵους κινδύνους αὐτοὺς κατέστησε, καὶ ὡς περὶ Σικελίαν ἐστρατήγησεν.
因此,去指责那些与你们有同样渴望的人是不合理的,也不应该把那些在流亡中寻求归国的人视为恶人,而更应该把那些留在城里却做出了应受流放之事的人视为恶人;你们也不应该从我父亲与城邦毫无瓜葛的那段时期,开始评判他是一个怎样的公民,\n 而应该审视他在流亡之前对民众是怎样的人,以及他如何仅凭两百名重装步兵,就使伯罗奔尼撒最强大的城邦脱离拉刻代蒙人,并使他们成为你们的盟友,他又将他们置于何种危险之中,以及他在西西里周边是如何指挥军队的。
τούτων μὲν γὰρ ἐκείνῳ προσήκει χάριν ὑμᾶς ἔχειν· τῶν δʼ ἐν τῇ συμφορᾷ γενομένων τοὺς ἐκβαλόντας αὐτὸν δικαίως ἂν αἰτίους νομίζοιτε.
对于这些事,你们理应感激他;至于在他遭遇灾祸期间所发生的事,你们理应认为那些驱逐他的人才是罪魁祸首。
§16ἀναμνήσθητε δὲ πρὸς ὑμᾶς αὐτούς, ἐπειδὴ κατῆλθεν, ὡς πόλλʼ ἀγαθὰ τὴν πόλιν ἐποίησεν, ἔτι δὲ πρότερον, ὡς ἐχόντων τῶν πραγμάτων αὐτὸν κατεδέξασθε, καταλελυμένου μὲν τοῦ δήμου, στασιαζόντων δὲ τῶν πολιτῶν, διαφερομένων δὲ τῶν στρατιωτῶν πρὸς τὰς ἀρχὰς τὰς ἐνθάδε καθεστηκυίας, εἰς τοῦτο δὲ μανίας ἀμφοτέρων ἀφιγμένων ὥστε μηδετέροις μηδεμίαν ἐλπίδʼ εἶναι σωτηρίας·
\n 你们也当在心中回想,在他归来之后,他为城邦带来了多少福祉,还有在此之前,在国事处于何种状况时,你们将他召回:当时民主政权已被推翻,公民内部发生内讧,士兵们与此地建立的当局对立,双方都陷入了如此疯狂的地步,以至于任何一方都看不到得救的希望。
§17οἱ μὲν γὰρ τοὺς ἔχοντας τὴν πόλιν ἐχθροὺς ἐνόμιζον μᾶλλον ἢ Λακεδαιμονίους, οἱ δὲ τοὺς ἐκ Δεκελείας μετεπέμποντο, ἡγούμενοι κρεῖττον εἶναι τοῖς πολεμίοις τὴν πατρίδα παραδοῦναι μᾶλλον ἢ τοῖς ὑπὲρ τῆς πόλεως στρατευομένοις τῆς πολιτείας μεταδοῦναι.
\n 因为一方认为掌控城邦的人比拉刻代蒙人更是敌人,而另一方则正从德凯莱亚召集敌人,认为将祖国奉献给敌人,也比将公民权分享给那些为城邦作战的人更好。
§18τοιαύτην μὲν οὖν τῶν πολιτῶν γνώμην ἐχόντων, κρατούντων δὲ τῶν πολεμίων καὶ τῆς γῆς καὶ τῆς θαλάττης, ἔτι δὲ χρημάτων ὑμῖν μὲν οὐκ ὄντων, ἐκείνοις δὲ βασιλέως παρέχοντος, πρὸς δὲ τούτοις ἐνενήκοντα νεῶν ἐκ Φοινίκης εἰς Ἄσπενδον ἡκουσῶν καὶ παρεσκευασμένων Λακεδαιμονίοις βοηθεῖν, ἐν τοσαύταις συμφοραῖς καὶ τοιούτοις κινδύνοις τῆς πόλεως οὔσης,
\n 当公民们怀着这样的想法,而敌人掌控着陆地和海洋,并且你们没有资金,而波斯国王却向敌人提供资金,此外还有来自腓尼基的九十艘船只已抵达阿斯彭多斯,准备协助拉刻代蒙人,当城邦处于如此巨大的灾难和危险之中时,