Humanitext Reader

伊索克拉底 · 论四马战车 §1-9

驳斥泰西亚斯的诽谤与父亲流亡的起因

第 1 段,共 6 段 · 希腊语

内容简介

针对泰西亚斯对其父亲阿尔西比亚德斯的诽谤,演讲者主张其马匹所有权的合法性,并开始向年轻一代解释其父亲如何因雅典政敌的阴谋而被逐出城邦、最终被迫投奔斯巴达的经过。

§1περὶ μὲν οὖν τοῦ ζεύγους τῶν ἵππων, ὡς οὐκ ἀφελόμενος ὁ πατὴρ Τεισίαν εἶχεν, ἀλλὰ πριάμενος παρὰ τῆς πόλεως τῆς Ἀργείων, τῶν τε πρέσβεων τῶν ἐκεῖθεν ἡκόντων καὶ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε μαρτυρούντων· τὸν αὐτὸν δὲ τρόπον ἅπαντές εἰσιν εἰθισμένοι με συκοφαντεῖν.
关于那一对马,我父亲并不是从泰西亚斯那里强夺而占有的,而是从阿耳戈斯城邦买来的,对此你们已经听到了来自那里的使者和知情者的证言;然而,所有人也都是习惯用同样的方式来诽谤我。
§2τὰς μὲν γὰρ δίκας ὑπὲρ τῶν ἰδίων ἐγκλημάτων λαγχάνουσι, τὰς δὲ κατηγορίας ὑπὲρ τῶν τῆς πόλεως πραγμάτων ποιοῦνται, καὶ πλείω χρόνον διατρίβουσι τὸν πατέρα μου διαβάλλοντες ἢ περὶ ὧν ἀντώμοσαν διδάσκοντες, καὶ τοσοῦτον καταφρονοῦσι τῶν νόμων ὥστε περὶ ὧν ὑμᾶς ὑπʼ ἐκείνου φασὶν ἠδικῆσθαι, τούτων αὐτοὶ δίκην παρʼ ἐμοῦ λαβεῖν ἀξιοῦσιν.
因为他们虽然是为私人的怨恨而提起诉讼,控诉的内容却围绕着城邦的公事,而且他们宁可花更多的时间来诽谤我的父亲,也不愿意向你们说明他们宣誓所针对的事情。 他们是如此藐视法律,以至于认为,对于他们声称你们受到我父亲侵害的那些事情,应当由他们自己从我这里得到惩罚。
§3ἐγὼ δʼ ἡγοῦμαι μὲν οὐδὲν προσήκειν τὰς κοινὰς αἰτίας τοῖς ἰδίοις ἀγῶσιν· ἐπειδὴ δὲ Τεισίας πολλάκις ὀνειδίζει μοι τὴν φυγὴν τὴν τοῦ πατρὸς καὶ μᾶλλον ὑπὲρ τῶν ὑμετέρων ἢ τῶν αὑτοῦ σπουδάζει πραγμάτων, ἀνάγκη πρὸς ταῦτα τὴν ἀπολογίαν ποιεῖσθαι·
我个人认为,公共的指控与私人的诉讼毫无关系;但既然泰西亚斯屡次拿我父亲的流亡来羞辱我,并且对你们的事情比对自己事情更为热心,我就不得不对此进行辩护。
καὶ γὰρ ἂν αἰσχυνοίμην, εἴ τῳ δόξαιμι τῶν πολιτῶν ἧττον φροντίζειν τῆς ἐκείνου δόξης ἢ τῶν ἐμαυτοῦ κινδύνων.
因为,如果我在任何公民眼中,显得关切我父亲的名誉还不如关切我自己的危险,我真的会感到羞耻。
§4πρὸς μὲν οὖν τοὺς πρεσβυτέρους βραχὺς ἂν ἐξήρκει λόγος· ἅπαντες γὰρ ἴσασιν ὅτι διὰ τοὺς αὐτοὺς ἄνδρας ἥ τε δημοκρατία κατελύθη κἀκεῖνος ἐκ τῆς πόλεως ἐξέπεσεν·
对于年长的人来说,简短的话语本来就足够了;因为所有人都知道,正是由于同一伙人,民主制才被推翻,我父亲也被逐出了城邦。
τῶν δὲ νεωτέρων ἕνεκα, οἳ τῶν μὲν πραγμάτων ὕστεροι γεγόνασι τῶν δὲ διαβαλλόντων πολλάκις ἀκηκόασι, πορρωτέρωθεν ἄρξομαι διδάσκειν.
但为了那些在这些事情之后出生、只听过诽谤者之词的年轻一代,我将从更早的起点开始说明。
§5οἱ γὰρ τὸ πρῶτον ἐπιβουλεύσαντες τῷ δήμῳ καὶ καταστήσαντες τοὺς τετρακοσίους, ἐπειδὴ παρακαλούμενος ὁ πατὴρ οὐκ ἤθελε γενέσθαι μετʼ αὐτῶν, ὁρῶντες αὐτὸν καὶ πρὸς τὰς πράξεις ἐρρωμένως ἔχοντα καὶ πρὸς τὸ πλῆθος πιστῶς διακείμενον, οὐχ ἡγοῦντʼ οὐδὲν οἷοί τʼ εἶναι κινεῖν τῶν καθεστώτων, πρὶν ἐκποδὼν ἐκεῖνος αὐτοῖς γένοιτο.
因为那些最初图谋反对民众、建立四百人政权的人,当我父亲受到邀请却不愿加入他们时,他们看到他既行动力强,又对民众忠诚,便认为在除掉他之前,他们不可能动摇既有体制的分毫。
§6εἰδότες δὲ τὴν πόλιν τῶν μὲν περὶ τοὺς θεοὺς μάλιστʼ ἂν ὀργισθεῖσαν, εἴ τις εἰς τὰ μυστήρια φαίνοιτʼ ἐξαμαρτάνων, τῶν δʼ ἄλλων εἴ τις τὴν δημοκρατίαν τολμῴη καταλύειν, ἀμφοτέρας ταύτας συνθέντες τὰς αἰτίας εἰσήγγελλον εἰς τὴν βουλήν, λέγοντες ὡς ὁ πατὴρ μὲν συνάγοι τὴν ἑταιρείαν ἐπὶ νεωτέροις πράγμασιν, οὗτοι δʼ ἐν τῇ Πουλυτίωνος οἰκίᾳ συνδειπνοῦντες τὰ μυστήρια ποιήσειαν.
他们知道,就神明的事而言,如果有人被发现危害了秘仪,城邦会最为愤怒;而在其他事上,如果有人胆敢推翻民主,城邦也会最为愤怒。 于是他们将这两项罪名结合起来,向议会提起弹劾,声称我父亲为了颠覆政权而召集密社,并且这些人是在普吕提翁的家中聚餐并举行了秘仪。
§7ὀρθῆς δὲ τῆς πόλεως γενομένης διὰ τὸ μέγεθος τῶν αἰτιῶν καὶ διὰ ταχέων συλλεγείσης ἐκκλησίας οὕτω σαφῶς ἐπέδειξεν αὐτοὺς ψευδομένους, ὥστε παρὰ μὲν τῶν κατηγόρων ἡδέως ἂν ὁ δῆμος δίκην ἔλαβε, τὸν δʼ εἰς Σικελίαν στρατηγὸν ἐχειροτόνησεν.
由于指控的严重性,城邦陷入了震动,公民大会迅速召集起来,我父亲极其明确地证明了他们在撒谎,以至于民众本乐于惩罚那些指控者,并选举他为去往西西里的将军。
μετὰ δὲ ταῦθʼ ὁ μὲν ἐξέπλευσεν ὡς ἀπηλλαγμένος ἤδη τῆς διαβολῆς, οἱ δὲ συστήσαντες τὴν βουλὴν καὶ τοὺς ῥήτορας ὑφʼ αὑτοῖς ποιησάμενοι πάλιν ἤγειρον τὸ πρᾶγμα καὶ μηνυτὰς εἰσέπεμπον.
在此之后,他便扬帆启航,仿佛已经摆脱了诽谤,但那些组织了议会并将演说家们置于自己控制之下的人,又重新挑起此事并派出了告密者。
§8καὶ τί δεῖ μακρολογεῖν;
我又何必多言呢?
οὐ γὰρ πρότερον ἐπαύσαντο, πρὶν τόν τε πατέρʼ ἐκ τοῦ στρατοπέδου μετεπέμψαντο, καὶ τῶν φίλων αὐτοῦ τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐκ τῆς πόλεως ἐξέβαλον.
因为他们没有罢休,直到把我父亲从军营中召回,并将他的朋友们或处死、或逐出城邦。
πυθόμενος δὲ τήν τε τῶν ἐχθρῶν δύναμιν καὶ τὰς τῶν ἐπιτηδείων συμφοράς, καὶ νομίζων δεινὰ πάσχειν ὅτι παρόντα μὲν αὐτὸν οὐκ ἔκρινον, ἀπόντος δὲ κατεγίγνωσκον, οὐδʼ ὣς ἀπελθεῖν ἠξίωσεν εἰς τοὺς πολεμίους·
当父亲得知仇敌的势力以及亲友的遭遇,并认为自己蒙受了极大的不公——因为他们在他出席时不对他进行审判,却在他缺席时判定他有罪——即便如此,他也没认为应该投奔敌人。
§9ἀλλʼ ἐκεῖνος μὲν τοσαύτην πρόνοιαν ἔσχεν ὑπὲρ τοῦ μηδὲ φεύγων μηδὲν ἐξαμαρτεῖν εἰς τὴν πόλιν, ὥστʼ εἰς Ἄργος ἐλθὼν ἡσυχίαν εἶχεν, οἱ δʼ εἰς τοσοῦτον ὕβρεως ἦλθον, ὥστʼ ἔπεισαν ὑμᾶς ἐλαύνειν αὐτὸν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ στηλίτην ἀναγράφειν καὶ πρέσβεις πέμποντας ἐξαιτεῖν παρʼ Ἀργείων.
相反,他非常小心,即使在流亡中也不对城邦犯下任何罪行,以至于他前往阿耳戈斯并静静地生活;而那些人却傲慢到了如此地步,竟说服你们将他从整个希腊驱逐出去,将他作为叛徒记录在石碑上,并派遣使者向阿耳戈斯人要求引渡他。
ἀπορῶν δʼ ὅ τι χρήσαιτο τοῖς παροῦσι κακοῖς καὶ πανταχόθεν εἰργόμενος καὶ σωτηρίας οὐδεμιᾶς ἄλλης αὐτῷ φαινομένης τελευτῶν ἐπὶ Λακεδαιμονίους ἠναγκάσθη καταφυγεῖν.
由于在当前的灾难中不知所措,四面受阻,且看不到其他任何获救的希望,他最终被迫投奔拉刻代蒙人。

词汇与语法注释

  1. 1ὡς οὐκ ἀφελόμενος ὁ πατὴρ Τεισίαν εἶχεν — ὡς 引导的名词从句作为主句动词 ἀκηκόατε(或分词 μαρτυρούντων)的间接陈述,说明父亲并不是通过强夺而是通过购买占有这些马。分词 ἀφελόμενος 修饰 εἶχεν,表示“通过强夺而占有”。
  2. 2διατρίβουσι τὸν πατέρα μου διαβάλλοντες ἢ περὶ ὧν ἀντώμοσαν διδάσκοντες — 动词 διατρίβουσι(花费时间)伴随着补充性分词 διαβάλλοντες(诽谤)和 διδάσκοντες(说明/教导)。连词 ἤ 对应于比较级 πλείω,连接这两个分词短语,表示“比起说明……,他们花更多的时间来诽谤我的父亲”。ὧν 由于吸引作用(attraction)由原先的宾格 ἃ 变为了属格,包含了先行词 τούτων。
  3. 6τὴν πόλιν τῶν μὲν περὶ τοὺς θεοὺς μάλιστʼ ἂν ὀργισθεῖσαν, εἴ τις εἰς τὰ μυστήρια φαίνοιτʼ ἐξαμαρτάνων — 这是一个表示间接陈述的分词结构,依附于 εἰδότες,其中 τὴν πόλιν 是受格主语,而带有 ἄν 的分词 ὀργισθεῖσαν 相当于潜在希求法(ἂν ὀργισθείη,“将会愤怒”)。条件从句 εἴ τις ... φαίνοιτο(如果有人显得……)是一个潜在的希求法条件,与带有 ἄν 的分词所代表的潜在主句呼应。
  4. 8νομίζων δεινὰ πάσχειν ὅτι παρόντα μὲν αὐτὸν οὐκ ἔκρινον, ἀπόντος δὲ κατεγίγνωσκον — ὅτι 从句解释了 δεινὰ πάσχειν(遭受极不公正的对待)的具体内容。宾格分词 παρόντα(当他在场时)与属格独立结构 ἀπόντος(当他不在场时)形成鲜明对比,分别修饰不予审判(οὐκ ἔκρινον)和直接定罪(κατεγίγνωσκον)的行为。

引用这一段

伊索克拉底, 论四马战车 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg004.humanitext-grc2:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。