§59ὅτε γὰρ ἡ πόλις ἀπώλεσε τὰς ναῦς τὰς ἐν Ἐλλησπόντῳ καὶ τῆς δυνάμεως ἐστερήθη, τῶν μὲν πλείστων τριηράρχων τοσοῦτον διήνεγκον, ὅτι μετʼ ὀλίγων ἔσωσα τὴν ναῦν, αὐτῶν δὲ τούτων, ὅτι καταπλεύσας εἰς τὸν Πειραιᾶ μόνος οὐ κατέλυσα τὴν τριηραρχίαν,
因为,当城邦在赫勒斯滂丧失了战船并被剥夺了力量时,我与大多数三桅战船出资人有如此大的不同:我与少数人一起保全了自己的战船,而且在这些极少数人当中,我是在驶回比雷埃夫斯后,唯一没有卸下三桅战船出资人职务的人。
§60ἀλλὰ τῶν ἄλλων ἀσμένως ἀπαλλαττομένων τῶν λῃτουργιῶν καὶ πρὸς τὰ παρόντʼ ἀθύμως διακειμένων, καὶ τῶν μὲν ἀνηλωμένων αὐτοῖς μεταμέλον, τὰ δὲ λοιπὰ ἀποκρυπτομένων, καὶ νομιζόντων τὰ μὲν κοινὰ διεφθάρθαι, τὰ δʼ ἴδια σκοπουμένων, οὐ τὴν αὐτὴν ἐκείνοις γνώμην ἔσχον, ἀλλὰ πείσας τὸν ἀδελφὸν συντριηραρχεῖν, παρʼ ἡμῶν αὐτῶν μισθὸν διδόντες τοῖς ναύταις κακῶς ἐποιοῦμεν τοὺς πολεμίους.
相反,当其他人正乐于摆脱公益服务、对眼前的局势感到灰心丧气、后悔自己先前的开销、藏匿剩余的财产,并认为公职活动已经毁灭而只顾及个人私利时,我却没有和他们抱持同样的看法,而是说服了我的兄弟共同分担出资,用我们自己的资金给水手发放薪水,继续打击敌人。
§61τὸ δὲ τελευταῖον πρὸ εἰπόντος Λυσάνδρου, εἴ τις εἰσάγοι σῖτον ὡς ὑμᾶς, θάνατον τὴν ζημίαν, οὕτω φιλοτίμως εἴχομεν πρὸς τὴν πόλιν, ὥστε τῶν ἄλλων οὐδὲ τὸν σφέτερον αὐτῶν εἰσάγειν τολμώντων ἡμεῖς τὸν ὡς ἐκείνους εἰσπλέοντα λαμβάνοντες εἰς τὸν Πειραιᾶ κατήγομεν.
最后,在赖散德宣布若有人向你们运入粮食则处以死刑之前,我们对城邦抱有如此高度的荣誉感,以至于在其他人连自己的粮食都不敢运入的时候,我们拦截了那些向敌人驶去的船只,将它们带回了比雷埃夫斯。
ἀνθʼ ὧν ὑμεῖς ἐψηφίσασθʼ ἡμᾶς στεφανῶσαι καὶ πρόσθε τῶν ἐπωνύμων ἀνειπεῖν ὡς μεγάλων ἀγαθῶν αἰτίους ὄντας.
为此,你们投票决定授予我们冠冕,并在名祖英雄雕像前宣布我们是带来巨大福祉的功臣。
§62καίτοι χρὴ τούτους δημοτικοὺς νομίζειν, οὐχ ὅσοι κρατοῦντος τοῦ δήμου μετασχεῖν τῶν πραγμάτων ἐπεθύμησαν, ἀλλʼ οἳ δυστυχησάσης τῆς πόλεως προκινδυνεύειν ὑμῶν ἠθέλησαν, καὶ χάριν ἔχειν, οὐκ εἴ τις αὐτὸς κακῶς πέπονθεν, ἀλλʼ εἴ τις ὑμᾶς εὖ πεποίηκε, καὶ πένητας γενομένους ἐλεεῖν οὐ τοὺς ἀπολωλεκότας τὴν οὐσίαν ἀλλὰ τοὺς εἰς ὑμᾶς ἀνηλωκότας.
然而,应当被视为民主派的,不应是那些在民众掌权时渴望参与国政的人,而应是在城邦遭遇不幸时愿意为你们挺身冒险的人;应当感激的,不应是因为某人自己遭受了不幸,而应是因为某人对你们行了善;在变穷的人当中,应当怜悯的,不应是那些自己折损了财产的人,而应是那些为你们耗尽了家财的人。
§63ὧν εἷς ἐγὼ φανήσομαι γεγενημένος, ὃς πάντων ἂν εἴην δυστυχέστατος, εἰ πολλὰ τῶν ἐμαυτοῦ δεδαπανημένος εἰς τὴν πόλιν εἶτα δόξαιμι τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν καὶ περὶ μηδενὸς ποιεῖσθαι τὰς παρʼ ὑμῖν διαβολάς, ὃς οὐ μόνον τὴν οὐσίαν ἀλλὰ καὶ τὴν ψυχὴν τὴν ἐμαυτοῦ περὶ ἐλάττονος φαίνομαι ποιούμενος τοῦ παρʼ ὑμῖν εὐδοκιμεῖν.
我将被证实就是这样的人之一。 如果我为城邦耗费了大量自己的财产,最后却被认为是在觊觎他人的财产,并且对你们之中的诽谤无动于衷,那么我将是所有人中最不幸的人。 因为显然,我不仅把财产、甚至把自己的生命都看得比在你们中间获得美名更为次要。
§64τῷ δʼ οὐκ ἂν ὑμῶν μεταμελήσειεν, εἰ καὶ μὴ παραχρῆμα ἀλλʼ ὀλίγον ὕστερον, εἰ τὸν μὲν συκοφάντην ἴδοιτε πλούσιον γεγενημένον, ἐμὲ δʼ ἐξ ὧν ὑπέλιπον λῃτουργῶν, καὶ τούτων ἐκπεπτωκότα;
如果你们看到那个诬告者变得富有,而我却因为用剩下的财产承担公益服务而落得连这些也失去了,那么即使不是立刻,在稍后一些时候,你们当中又有谁不会后悔呢?
καὶ τὸν μὲν μηδὲ πώποτε ὑπὲρ ὑμῶν κινδυνεύσαντα μεῖζον καὶ τῶν νόμων καὶ τῶν συνθηκῶν δυνάμενον, §65ἐμὲ δὲ τὸν οὕτω πρόθυμον περὶ τὴν πόλιν γεγενημένον μηδὲ τῶν δικαίων ἀξιούμενον τυγχάνειν;
看到那个从未为你们冒过险的人,其势力甚至压倒了法律和条约,而对城邦如此热忱的我,却连获得公正对待的资格都没有?
τίς δʼ οὐκ ἂν ὑμῖν ἐπιτιμήσειεν, εἰ πεισθέντες ὑπὸ τῶν Καλλιμάχου λόγων τοσαύτην πονηρίαν ἡμῶν καταγνοίητε, οὓς ἐκ τῶν ἔργων κρίναντες διʼ ἀνδραγαθίαν ἐστεφανώσατε, ὅτʼ οὐδʼ οὕτω ῥᾴδιον ἦν ὥσπερ νῦν τυχεῖν ταύτης τῆς τιμῆς;
如果你们听信了卡里马科斯的话,判定我们犯有如此巨大的罪恶,又有谁不会谴责你们呢? 要知我们是因德行而被你们根据实际功绩授予冠冕的,而当时要获得这种荣誉可不像现在这样容易。
§66τοὐναντίον δʼ ἡμῖν συμβέβηκεν ἢ τοῖς ἄλλοις· οἱ μὲν γὰρ ἄλλοι τοὺς εἰληφότας τὰς δωρεὰς ὑπομιμνῄσκουσιν, ἡμεῖς δʼ ὑμᾶς τοὺς δεδωκότας ἀξιοῦμεν μνημονεύειν, ἵνʼ ὑμῖν τεκμήριον τῶν εἰρημένων ἁπάντων καὶ τῶν ἐπιτηδευμάτων τῶν ἡμετέρων γένηται.
然而,发生在我们身上的事情却与其他人的情况恰恰相反:其他人是提醒那些接受了恩惠的人,而我们则是要求作为施予者的你们保持记忆,以便这能成为你们对所说的一切以及我们一贯行径的证据。
§67δῆλον δʼ ὅτι ταύτης τῆς τιμῆς ἀξίους ἡμᾶς αὐτοὺς παρείχομεν, οὐχ ἵνʼ ὀλιγαρχίας γενομένης τἀλλότρια διαρπάζοιμεν, ἀλλʼ ἵνα σωθείσης τῆς πόλεως οἵ τʼ ἄλλοι τὰ σφέτερʼ αὐτῶν ἔχοιεν, ἡμῖν τε παρὰ τῷ πλήθει τῶν πολιτῶν χάρις ὀφείλοιτο·
显而易见,我们使自己配得上这一荣誉,并不是为了在寡头政治确立时去掠夺他人的财产,而是为了在城邦获救时,让其他人能保住自己的财产,并让我们获得广大公民的感激。
ἣν ὑμᾶς νῦν ἀπαιτοῦμεν, οὐ πλέον ἔχειν τοῦ δικαίου ζητοῦντες, ἀλλʼ ἀποφαίνοντες μὲν ὡς οὐδὲν ἀδικοῦμεν, ἀξιοῦντες δὲ τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένειν.
这正是我们现在向你们要求的,我们并非企图攫取超出公正范围的东西,而是证明我们没有犯下任何不公,并要求你们遵守誓言和条约。
§68καὶ γὰρ ἄν εἴη δεινὸν εἰ τοὺς μὲν ἠδικηκότας τιμωρίας ἀφεῖναι κύριαι γένοιντο, ἐφʼ ἡμῖν δὲ τοῖς εὖ πεποιηκόσιν ἄκυροι κατασταθεῖεν.
因为,如果条约有权免除作恶者的惩罚,而对我们这些行善的人却被判定为无效,那将是一件可怕的事情。
ἄξιον δὲ τὴν παροῦσαν τύχην διαφυλάττειν, ἐνθυμουμένους, ὅτι ἑτέρας μὲν πόλεις ἐποίησαν ἤδη συνθῆκαι μᾶλλον στασιάσαι, τὴν δʼ ἡμετέραν μᾶλλον ὁμονοεῖν.
保持当下的幸运是值得的,应当记住,虽然条约已经使其他一些城邦陷入内乱,但却使我们的城邦更加和谐一致。
ὧν χρὴ μεμνημένους ἅμα τά τε δίκαια καὶ τὰ συμφέροντα ψηφίσασθαι.
记住这些,你们必须投票赞成既公正又有利的决定。