Humanitext Reader

伊索克拉底 · 驳卡利马科斯 §39-48

惩处违约者的要求与对卡里马科斯过去的揭露

第 5 段,共 7 段 · 希腊语

内容简介

发言人指出卡里马科斯至今仍可撤回诉讼,并反驳了其自私的论调。他强调了本案对维护和解协定及未来城邦秩序的巨大影响,呼吁严惩违反协定者,并揭露了卡里马科斯过去消极避战、依附寡头政权的虚伪面目。

§39πρὸς δὲ τοὺτοις ἔτι καὶ νῦν ἔξεστιν αὐτῷ, πρὶν ἀποπειραθῆναι τῆς ὑμετὲρας γνώμης, ἁφέντι τὴν δίκην ἀπηλλάχθαι πάντων τῶν πραγμάτων.
此外,即使在现在,在试探你们的意向之前,他仍可以通过撤回诉讼来摆脱所有的麻烦。
καίτοι πῶς οὐκ ἄλογόν ἐστιν ἐν τούτῳ τῷ κινδύνῳ ζητεῖν αὐτόν ἐλέου παρʼ ὑμῶν τυγχάνειν, οὗ κύριος αὐτός ἐστι, καὶ εἰς ὃ αὐτὸς αὑτὸν καθίστησι, καὶ ὃ ἔτι καὶ νῦν ἔξεστιν αὐτῷ μὴ κινδυνεύειν;
然而,在这场他自己掌握决定权、自己投身其中、且至今他仍有可能不冒任何风险的危机中,他竟然还企图寻求你们的怜悯,这难道不是极其荒谬的吗?
§40ἂν δʼ ἄρα μέμνηται τῶν ἐπὶ τῆς ὀλιγαρχίας γεγενημένων, ἁξιοῦτε αὐτὸν μὴ ʼκείνων κατηγορεῖν, ὑπὲρ ὧν οὐδεὶς ἀπολογήσεται, ἀλλʼ ὡς ἐγὼ τὰ χρήματα εἴληφα διδάσκειν, περὶ οὗπερ ὑμᾶς δεῖ ψηφίζεσθαι, μηδʼ ὡς αὐτός δεινὰ πέπονθεν ἀποφαίνειν, ἀλλʼ ὡς ἐγὼ πεποίηκα ἐξελέγχειν, παρʼ οὗπερ ἀξιοῖ τἀπολωλότα κομίζεσθαι·
如果他竟敢提起寡头政治下的往事,你们应当要求他不要去谴责那些无人会为其辩护的事,而是要证明我确实拿了这笔钱,这才是你们必须投票裁决的事;也不要让他仅仅展示他自己遭受了多么可怕的痛苦,而是要证实这些事是我干的,因为他正主张向我索回他所失去的财产。
§41ἐπεὶ κακῶς γʼ αὑτὸν πράττοντα ἐπιδεῖξαι καὶ πρὸς ἄλλον ὁντινοῦν ἀγωνιζόμενος τῶν πολιτῶν δύναται.
因为,即使在与任何其他公民争讼时,他也同样能够表白自己正处于困境。
καίτοι χρὴ μέγα παρʼ ὑμῖν δύνασθαι τῶν κατηγοριῶν, οὐχ αἷς ἔξεστι χρῆσθαι καὶ πρὸς τοὺς μηδέν ἡμαρτηκότας, ἀλλʼ ἃς οὐχ οἷ τʼ εἰπεῖν ἀλλʼ ἢ κατὰ τῶν ἠδικηκότων.
然而,在你们面前应该具有重大分量的控告,不应该是那些即使针对毫无过错之人也能使用的说辞,而应该是那些除了针对作恶者之外便无法道出的指控。
πρὸς μὲν οὖν τούτους τοὺς λόγους καὶ ταῦτʼ ἴσως ἀρκέσει καὶ τάχʼ ἀντειπεῖν ἐξέσται.
因此,针对这些论调,这些话或许已经足够,而且很快就可以予以反驳。
§42ἐνθυμεῖσθε δʼ, εἰ καὶ τῳ δόξω δὶς περὶ τῶν αὐτῶν λέγειν, ὅτι πολλοὶ προσέχουσι ταύτῃ τῇ δίκῃ τὸν νοῦν, οὐ τῶν ἡμετέρων πραγμάτων φροντίζοντες, ἀλλʼ ἡγούμενοι περὶ τῶν συνθηκῶν εἶναι τὴν κρίσιν.
但是,即使在任何人看来我是在对同一件事老调重弹,也请你们记住,有许多人正密切关注着这场诉讼,他们并非关心我们的私事,而是认为这场判决关乎协定的存废。
οὓς ὑμεῖς τὰ δίκαια γνόντες ἀδεῶς οἰκεῖν ἐν τῇ πόλει ποιήσετε· εἰ δὲ μή, πῶς οἴεσθε διακείσεσθαι τοὺς ἐν ἄστει μείναντας, ἤν ὁμοίως ἅπασιν ὀργιζόμενοι φαίνησθε τοῖς μετασχοῦσι τῆς πολιτείας;
你们若做出公正的判决,就会使他们毫无恐惧地居住在城邦中;但若不然,如果你们显得对所有曾参与过那段政权的人都一律心怀愤怒,你们认为那些留在城里的市民会作何感想?
§43τίνα δὲ γνώμην ἕξειν τοὺς μικρὸν ἁμάρτημα σφίσιν αὐτοῖς συνειδότας, ὅταν ὁρῶσι μηδὲ τοὺς κοσμίως πεπολιτευμένους τῶν δικαίων τυγχάνοντας;
此外,那些心知自己犯有微小过错的人,当看到连那些循规蹈矩地履行公民职责的人都无法获得公正对待时,他们会抱有怎样的想法?
πόσην δὲ χρὴ προσδοκᾶν ἔσεσθαι ταραχήν, ὅταν οἱ μὲν ἐπαρθῶσι συκοφαντεῖν ὡς ὑμῶν αὐτοῖς ἤδη ταὔτʼ ἐγνωκότων, οἱ δὲ δεδίωσι τὴν παροῦσαν πολιτείαν ὡς οὐδεμιᾶς αὐτοῖς ἔτι καταφυγῆς ὑπαρχούσης;
而当一部分人因认为你们已经与他们意见一致而受到鼓舞去进行诬告,而另一部分人则因认为自己不再有任何退路而对当前的政体感到恐惧时,我们应当预料到会产生多么巨大的混乱?
§44ἆρʼ οὐκ ἄξιον φοβεῖσθαι μὴ συγχυθέντων τῶν ὅρκων πάλιν εἰς ταὐτὰ καταστῶμεν ἐξ ὧνπερ ἠναγκάσθημεν τὰς συνθήκας ποιήσασθαι;
难道我们不应该感到恐惧吗? 如果誓言遭到破坏,我们是否会重新陷入曾迫使我们签订协定的那种境地?
καὶ μὴν οὐ δεῖ γʼ ὑμᾶς παρʼ ἑτέρων μαθεῖν. ὅσον ἐστὶν ὁμόνοια ἀγαθὸν ἢ στάσις κακόν· οὕτω γὰρ ἀμφοτέρων σφόδρα πεπείρασθε, ὥστε καὶ τοὺς ἄλλους ὑμεῖς ἄριστʼ ἂν διδάξαιτε περὶ αὐτῶν.
而且,你们确实不需要从别人那里学习和谐是多么大的幸事,或是内讧是多么大的祸害;因为你们对这两者都有过如此切身的体会,以至于你们自己就能对他人进行最好的说教。
§45ἵνα δὲ δοκῶ διὰ τοῦτο πολὺν χρόνον περὶ τὰς συνθήκας διατρίβειν, ὅτι ῥᾴδιόν ἐστι περὶ αὐτῶν πολλὰ καὶ δίκαια εἰπεῖν, τοσοῦτον ὑμῖν ἔτι διακελεύομαι μνημονεύειν, ὅταν φέρητε τὴν ψῆσον, ὅτι πρὶν μὲν ποιήσασθαι ταύτας ἐπολεμοῦμεν, οἱ μὲν τὸν κύκλον ἔχοντες, οἱ δὲ τὸν Πειραιᾶ κατειληφότες, μᾶλλον ἀλλήλους μισοῦντες ἢ τοὺς ὑπὸ τῶν προγόνων πολεμίους ἡμῖν καταλειφθέντας, §46ἐπειδὴ δὲ τὰς πὶστεις ἀλλήλοις ἔδομεν εἰς ταὐτὸν συνελθόντες, οὕτω καλῶς καὶ κοινῶς πολιτευόμεθα, ὤσπερ οὐδεμιᾶς ἡμῖν συμφορᾶς γεγενημένης.
免得我显得是为了这个原因——即关于协定很容易说出许多公正的道理——而在此喋喋不休,我只要求你们在投票时记住这一点:在达成这些协定之前,我们正处于战争之中,一些人据守着城墙内,另一些人占领了比雷埃夫斯,我们彼此憎恨,甚至超过了祖先留给我们的那些宿敌,但自从我们相互给予誓约并聚到一起之后,我们是如此美好且和谐地生活在我们的宪政之下,就好像我们从未遭遇过任何不幸一样。
καὶ τότε μὲν ἀμαθεστάτους καὶ δυστυχεστάτους πάντες ἡμᾶς ἐνόμιζον· νῦν δʼ εὐδαιμονέστατοι καὶ σωφρονέστατοι τῶν Ἑλλήνων δοκοῦμεν εἶναι.
而且在当时,所有人都认为我们是最无知、最不幸的人;但现在,我们似乎成了希腊人中最幸福、最理智的人。
§47ὥστʼ ἄξιον οὐ μόνον τηλικαύταις ζημίαις κολάζειν τοὺς παραβαίνειν τολμῶντας τὰς συνθήκας ἀλλὰ ταῖς ἐσχάταις, ὡς τῶν μεγίστων κακῶν αἰτίους ὄντας, ἄλλως τε καὶ τοὺς ὥσπερ Καλλίμαχος βεβιωκότας.
因此,不仅应当以寻常的惩罚,更应当以极刑来惩治那些竟敢违反协定的人,视他们为最大祸害的罪魁祸首,尤其是像卡里马科斯这样生活过来的人。
ὃς δέκα μὲν ἔτη συνεχῶς ὑμῖν Λακεδαιμονίων πολεμησάντων οὐδὲ μίαν παρέσχεν αὑτὸν ἡμέραν τάξαι τοῖς στρατηγοῖς, §48ἀλλʼ ἐκεῖνον μὲν τὸν χρόνον διετέλεσεν ἀποδιδράσκων καὶ τὴν οὐσίαν ἀποκρυπτόμενος, ἐπειδὴ δʼ οἱ τριάκοντα κατέστησαν, τηνικαῦτα κατέπλευσεν εἰς τὴν πόλιν.
在拉栖代梦人连续十年向你们发动战争的期间,他甚至没有在任何一天将自己交由将军们去排兵布阵,而是始终在逃避和隐匿财产中度过那段时间。 然而,当三十人僭主建立政权时,他却在那个时候乘船回到了城里。
καὶ φησὶ μὲν εἶναι δημοτικός, τοσούτῳ δὲ μᾶλλον τῶν ἄλλων ἐπεθύμει μετασχεῖν ἐκείνης τῆς πολιτείας, ὥστʼ οὐδʼ εἰ κακῶς ἔπαθεν, ἠξίωσεν ἀπελθεῖν, ἀλλʼ ᾑρεῖτο μετὰ τῶν ἡμαρτηκότων εἰς αὑτὸν πολιορκεῖσθαι μᾶλλον ἢ μεθʼ ὑμῶν τῶν συνηδικημένων πολιτεύεσθαι.
他自称是拥护民主的人,但比起其他人,他更渴望参与那个政权,以至于即使他遭受了不公的待遇,他也绝不考虑离开,反而宁愿选择与那些曾伤害过他的人一起被围困,也不愿与你们这些同样遭受不公的公民一起参与政治。

词汇与语法注释

  1. §39ἁφέντι τὴν δίκην — 第一不定过去时主动分词与格形式。在语法上与与格主语 `αὐτῷ`(卡里马科斯)一致。它作为副词性分词,表示手段或条件(意为“通过撤回诉讼”或“如果撤回诉讼”)。
  2. §39οὗ κύριος αὐτός ἐστι, καὶ εἰς ὃ αὐτὸς αὑτὸν καθίστησι, καὶ ὃ ἔτι καὶ νῦν ἔξεστιν αὐτῷ μὴ κινδυνεύειν — 这是一个由三个关系代词从句并列修饰先行词 `κινδύνῳ`(危险)的复杂结构。每个关系代词根据其在各自从句中的语法功能而采用不同的格:属格 `οὗ`、带介词的宾格 `εἰς ὃ` 以及直接宾格 `ὃ`。
  3. §43ὡς ὑμῶν αὐτοῖς ἤδη ταὔτʼ ἐγνωκότων — 由小词 `ὡς` 引导的属格绝对独立结构,用于表示主观原因或意图。`ὑμῶν` 为逻辑主语,`ἐγνωκότων`(完成时主动分词属格)为逻辑谓语,表现了诬告者主观上的预想(“因为认为你们已经做出了和他们相同的决定”)。
  4. §45ἵνα δὲ δοκῶ — 手抄本中的 `ἵνα δὲ δοκῶ`(为了显得)在语境上(结合后文的“因为很容易说出……”)通常被校订者补入否定词 `μή` 而读作 `ἵνα δὲ μὴ δόξω`(免得我显得)。译文遵循这一标准的校勘,统一译为否定意向(“免得我显得”)。

引用这一段

伊索克拉底, 驳卡利马科斯 §39-48. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg002.humanitext-grc2:39-48

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。