Humanitext Reader

伊索克拉底 · 驳卡利马科斯 §29-38

和解协定的意义与驳斥卡里马科斯的申诉

第 4 段,共 7 段 · 希腊语

内容简介

演讲者强调了雅典在危机时期签署的和解协定的历史意义,并论证遵守协定对城邦的国际信誉和内部稳定至关重要。他严厉批评了卡里马科斯可能提出的因败诉而面临罚款的哀求,指出这不过是私利追求与诬告。

§29ὑπόγυιον γὰρ ἐστιν, ἐξ οὗ καταπολεμηθέντες, ἐπὶ τοῖς ἐχθροῖς γενόμενοι, πολλῶν ἐπιθυμησάντων διαφθεῖραι τὴν πόλιν, εἰς ὅρκους καὶ συνθήκας κατεφύγομεν, ἅς εἰ Λακεδαιμόνιοι τολμῷεν παραβαίνειν, σφόδρʼ ἂν ἕκαστος ὑμῶν ἀγανακτήσειεν.
因为从我们被打败、落入敌人手中、在许多人渴望毁灭城邦之时我们求助于誓言与协定的那一天起,至今时间尚短。 如果拉栖代梦人敢于违反这些协定,你们每个人都会感到无比愤慨。
§30καίτοι πῶς οἷόν τʼ ἐστὶν ἑτέρων κατηγορεῖν οἷς αὐτός τις ἔνοχός ἐστιν;
然而,当一个人自己犯有同样的罪行时,又怎能指责他人呢?
τῷ δʼ ἂν δόξαιμεν ἀδικεῖσθαι παρὰ τὰς συνθήκας κακῶς πάσχοντες, εἰ μηδʼ αὐτοὶ φαινοίμεθʼ αὐτὰς περὶ πολλοῦ ποιούμενοι;
如果我们自己看起来都不重视这些协定,那么在我们遭受苦难时,谁会认为我们是违反协定而被不公对待的呢?
τίνας δὲ πίστεις πρὸς τοὺς ἄλλους εὑρήσομεν, εἰ τὰς πρὸς ἡμᾶς αὐτοὺς γεγενημένας οὕτως εἰκῇ λύσομεν;
如果我们如此轻率地废除我们自己之间达成的协议,我们又怎么能得到他人的信赖呢?
§31ἄξιον δὲ καὶ τῶνδε μνησθῆναι, διότι πολλῶν καὶ καλῶν τοῖς προγόνοις ἐν τῷ πολέμῳ πεπραγμένων οὐχ ἥκισθʼ ἡ πόλις ἐκ τούτων τῶν διαλλαγῶν εὐδοκίμησεν.
同样值得记住的是,尽管我们的祖先在战争中立下了许多丰功伟绩,但城邦从这次和解中获得的名声绝不亚于此。
πρὸς μὲν γὰρ τὸν πόλεμον πολλαὶ πόλεις ἂν εὑρεθεῖεν καλῶς ἠγωνισμέναι, περὶ δὲ στάσεως οὐκ ἔστιν ἣν ἄν τις ἐπιδείξειεν ἄμεινον τῆς ἡμετέρας βεβουλευμένην.
因为在战争方面,可能会发现许多城邦都打得很漂亮;但在内讧方面,没有人能指出有哪个城邦做出了比我们更好的决定。
§32ἔτι δὲ τῶν μὲν τοιούτων ἔργων, ὅσα μετὰ κινδύνων πέπρακται, τὸ πλεῖστον ἄν τις μέρος τῇ τύχῃ μεταδοίη· τῆς δʼ εἰς ἡμᾶς αὐτοὺς μετριότητος οὐδεὶς ἂν ἄλλʼ ἢ τὴν ἡμετέραν γνώμην αἰτιάσαιτο.
此外,对于在危险中完成的此类事业,人们大可将大部分归功于运气;但对于我们彼此之间的克制,除了我们自己的意志之外,谁也不能将原因归于其他。
ὥστʼ οὐκ ἄξιον προδότας ταύτης τῆς δόξης γενέσθαι.
因此,我们不应成为这一名声的背叛者。
§33καὶ μηδεὶς ἡγείσθω μʼ ὑπερβάλλειν μηδὲ μείζω λέγειν, ὅτι δίκην ἰδίαν φεύγων τούτους εἴρηκα τοὺς λόγους.
请不要有人因为我是在私人诉讼中为自己辩护时说出这些话,就认为我是在夸大其词、小题大做。
οὐ γὰρ μόνον περὶ τῶν ἐπιγεγραμμένων χρημάτων ἐστιν οὗτος ὁ ἀγών, ἀλλʼ ἐμοὶ μὲν περὶ τούτων, ὑμῖν δὲ περὶ τῶν ὀλίγῳ πρότερον εἰρημένων·
因为这场争端不仅涉及起诉书上写的钱财;对我而言,确实是关乎这些钱财,但对你们而言,则是关乎刚才所说的那些大事。
ὑπὲρ ὧν οὐδεὶς οὔτʼ ἂν εἰπεῖν ἀξίως δύναιτο οὔτʼ ἂν τίμημʼ ἱκανὸν ἐπιγράψαιτο.
对于这些大事,既没有人能够给予相配的阐述,也没有人能够定出足够的赔偿额。
§34τοσοῦτον γὰρ αὕτη διαφέρει τῶν ἄλλων δικῶν, ὥστε τῶν μὲν τοῖς ἀγωνιζομένοις μόνον προσήκει, ταύτῃ δὲ τὸ κοινὸν τῆς πόλεως συγκινδυνεύει.
因为这桩诉讼与其他诉讼差异如此之大,以至于其他诉讼仅关系到诉讼当事人,而这桩诉讼中城邦的公共利益也一同处于危险之中。
περὶ ταύτης δύʼ ὅρκους ὀμόσαντες δικάζετε, τὸν μὲν, ὅνπερ ἐπὶ ταῖς ἄλλαις εἴθισθε, τὸν δʼ ὃν ἐπὶ ταῖς συνθήκαις ἐποιήσασθε.
对此,你们是本着宣誓过的两项誓言来进行裁判的:一项是你们在其他诉讼中习惯宣誓的,另一项则是你们在签订协定时所立下的。
ταύτην ἀδίκως γνόντες οὐ τοὺς τῆς πόλεως μόνον νόμους ἀλλὰ καὶ τοὺς ἁπάντων κοινοὺς παραβήσεσθε.
如果你们对此案做出不公正的判决,你们不仅违反了城邦的法律,而且也违反了全人类共同的法则。
ὥστʼ οὐκ ἄξιον οὔτε κατὰ χάριν οὔτε κατʼ ἐπιείκειαν οὔτε κατʼ ἄλλʼ οὐδὲν ἢ κατὰ τοὺς ὅρκους περὶ αὐτῶν ψηφίσασθαι.
因此,决不应该出于偏爱、宽容,或出于誓言以外的任何其他原因来对此案进行投票。
§35ὡς μὲν οὖν χρὴ καὶ συμφέρει καὶ δίκαιον ὑμᾶς ἐστὶν οὕτω περὶ τῶν συνθηκῶν γιγνώσκειν, οὐδʼ αὐτὸν ἡγοῦμαι Καλλίμαχον ἀντερεῖν·
那么,对于你们而言,如此对待协定是必须、有利且公正的,我认为即使卡里马科斯本人也不会否认。
οἶμαι δʼ αὐτὸν ὀδυρεῖσθαι τὴν παροῦσαν πενίαν καὶ τὴν γεγενημένην αὑτῷ συμφοράν, καὶ λέξειν ὡς δεινὰ καὶ σχέτλια πείσεται, εἰ τῶν χρημάτων, ὧν ἐπὶ τῆς ὀλιγαρχίας ἀφῃρέθη, τούτων ἐν δημοκρατίᾳ τὴν ἐπωβελίαν ὀφλήσει, καὶ εἰ τότε μὲν διὰ τὴν οὐσίαν τὴν αὑτοῦ φυγεῖν ἠναγκάσθη, νυνὶ δʼ ἐν ᾧ χρόνῳ προσῆκεν αὑτὸν δίκην λαβεῖν, ἅτιμος γενήσεται.
但我认为他会哀叹自己目前的贫穷和降临在他身上的不幸,并说如果他在寡头政治下被剥夺了财产,如今却要在民主政治下被判支付“六分之一罚金”(epobelia),且在当时他因财产而被逼流亡,而现在本该是他获得公道的时候,他却要被剥夺公民权,那他将遭受极其可怕和难以忍受的痛苦。
§36κατηγορήσει δὲ καὶ τῶν ἐν τῇ μεταστάσει γενομένων, ὡς ἐκ τοὺτων μάλισθʼ ὑμᾶς εἰς ὀργὴν καταστήσων·
他还会指责政权更迭期间所发生的事情,企图以此激起你们最大的愤怒;因为也许他从某人那里听说过,你们当抓不到真正的作恶者时,就会惩罚碰巧在场的人。
ἴσως γὰρ τινος ἀκήκοεν, ὡς ὑμεῖς, ὅταν μὴ τοὺς ἀδικοῦντας λάβητε, τοὺς ἐντυγχάνοντας κολάζετε.
但我既不认为你们有这种想法,也认为要反驳他将要提出的那些论点是件容易的事。
ἐγὼ δʼ οὔθʼ ὑμᾶς ταύτην ἔχειν τὴν γνώμην ἡγοῦμαι, πρὸς τε τοὺς ὑπειρημένους λόγους ῥᾲδιον ἁντειπεῖν νομίζω.
因此,对于那些哀怜之词,你们应当回答,你们所应当帮助的,不是那些证明自己最不幸的人,而是在诉状中就其所宣誓的事项显得说理更公正的人。
§37πρὸς οὖν τοὺς ὀδυρμούς, ὅτι προσήκει βοηθεῖν ὑμᾶς, οὐχ οἵτινες ἂν δυστυχεστάτους σφᾶς αὐτοὺς ἀποδείξωσιν, ἀλλʼ οἵτινες ἂν περὶ ὧν ἀντωμόσαντο δικαιότερα λέγοντες φάνωνται.
至于那“六分之一罚金”(epobelia),如果我是这些祸端的起因,你们对他即将受罚表示同情自然合情合理;但事实上,他才是那个进行诬告的人,因此,你们绝不应该接受他所说的任何看似有理的话。
περὶ δὲ τῆς ἐπωβελίας, εἰ μὲν ἐγὼ τοὺτων τῶν πραγμάτων αἴτιος ἦν, εἰκότως ἂν αὐτῷ μέλλοντι ζημιώσεσθαι συνήχθεσθε· νῦν δʼ οὗτος ἐστιν ὁ συκοφαντῶν, ὥστʼ οὐδὲν ἂν δικαίως αὐτοῦ λέγοντος ἀποδέχοισθε.
其次,还应当考虑到,所有从比雷埃夫斯归来的人本来也都能说出和此人一样的话,但他们中没有一个人敢提起这样的诉讼。
§38ἔπειτα κἀκεῖνο χρὴ σκοπεῖν, ὅτι πάντες οἱ κατελθόντες ἐκ Περαίεως ἔχοιεν ἂν τοὺς αὐτοὺς λόγους εἰπεῖν, οὕσπερ οὗτος, ὧν οὐδεὶς ἄλλος τετόλμηκε τοιαύτην δίκην εἰσελθεῖν. Καίτοι χρὴ μισεῖν ὑμᾶς τοὺς τοιούτους καὶ κακοὺς πολίτας νομίζειν, οἵτινες ταῖς μὲν συμφοραῖς ὁμοίας τῷ τῷ πλήθει κέχρηνται, τὰς δὲ τιμωρίας διαφόρους τῶν ἅλλων ἀξιοῦσι ποιεῖσθαι.
然而,你们应该憎恨这样的人,并视他们为坏公民,因为他们在遭遇不幸时与大众相似,却在寻求报复(赔偿)时要求得到与其他所有人不同的特殊对待。

词汇与语法注释

  1. §29ἐξ οὗ — 意为“自……之时起”,与主句的“时间尚短(ὑπόγυιόν ἐστιν)”相呼应,表示时间起点。
  2. §30τῷ — 疑问代名词 τίνι(在谁看来 / 对谁而言)的与格形式。作为 δόξαιμεν(被认为……)的判断主体,表示“在谁看来(我们被不公对待)”。
  3. §33ὑπὲρ ὧν — 关系代名词 ὧν 指代前文的“刚才所说的大事(τῶν ὀλίγῳ πρότερον εἰρημένων)”(即协定与誓言的维护)。
  4. §35τὴν ἐπωβελίαν ὀφλήσει — 意为“将被判处支付‘六分之一罚金’(epobelia)”。指败诉的原告未能获得五分之一以上的票数时被科处的罚金。动词 ὀφλήσει 意为“被判定承担(罚金、债务)”。
  5. §37πρὸς οὖν τοὺς ὀδυρμούς, ὅτι προσήκει — ὅτι 之前省略了主句动词(如“应当回答”)。承接介词短语 πρὸς... τοὺς ὀδυρμούς(“针对那些哀叹”),逻辑上表示“应当(以此)应对”。

引用这一段

伊索克拉底, 驳卡利马科斯 §29-38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg002.humanitext-grc2:29-38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。