Humanitext Reader

伊索克拉底 · 驳卡利马科斯 §10-17

达成和解与卡里马科斯再次提起的诬告

第 2 段,共 7 段 · 希腊语

内容简介

被告讲述了他如何听从熟人的建议,通过尼科马科斯的仲裁,向卡里马科斯支付两百德拉克马达成和解。随后他驳斥了卡里马科斯与共谋者提起的一万德拉克马诉讼,并通过间接证据以及自己在三十人政权期间的清白记录来证明被告无辜并揭露对方的诬告。

§10καὶ ὅτι τύχῃ μᾶλλον ἢ τῷ δικαίῳ κρίνεται τὰ παρʼ ὑμῖν, ὥστε λυσιτελεῖν μοι μίκρʼ ἀναλώσαντι μεγάλων ἐγκλημάτων ἀπαλλαγῆναι μᾶλλον ἢ μηδὲν ἀποτείσαντι κινδυνεύειν περὶ τηλικούτων.
并宣称你们法庭的判决更多是靠运气而非正义,因此对我而言,花费少许来免除重大控告,比分文不付却在如此重大的事情上冒险更为有利。
τί δʼ ἂν ὑμῖν τὰ πολλὰ καθʼ ἕκαστον διηγοίμην;
但我又何必向你们细说诸多细节呢?
οὐδὲν γὰρ παρέλιπον τῶν εἰθισμένων περὶ τῶν τοιούτων λέγεσθαι.
因为在这些事情上,他们对通常会说的话毫无遗漏。
τελευτῶν δʼ οὖν ἐπείσθην, ἅπαντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς, δοῦναι τούτῳ διακοσίας δραχμάς.
所以最后,我被说服了(因为我会向你们坦白所有的真相),同意给这个男人两百德拉克马。
ἵνα δὲ μὴ πάλιν ἐξείη συκοφαντεῖν αὐτῷ, δίαιταν ἐπὶ ῥητοῖς ἐπετρέψαμεν Νικομάχῳ Βατῆθεν.
而为了不让他再次诬告,我们根据特定的条件,将仲裁委托给了巴特出身的尼科马科斯。
"" §11τὸ μὲν τοίνυν πρῶτον ἐνέμεινε τοῖς ὡμολογημένοις, ὕστερον δʼ ἐπιβουλεύσας μετὰ Ξενοτίμου, τοῦ τοὺς νόμους διαφθείροντος καὶ τὰ δικαστήρια δεκάζοντος καὶ τὰς ἀρχὰς λυμαινομένου καὶ πάντων κακῶν αἰτίου, λαγχάνει μοι δίκην μυρίων δραχμῶν.
起初,他确实遵守了协议。 但后来,他与克塞诺提摩斯(那是一个歪曲法律、收买法庭、败坏官职、并为一切恶行之源的人)共谋,向我提起了数额为一万德拉克马的诉讼。
προβαλλομένου δʼ ἐμοῦ μάρτυρα, ὡς οὐκ εἰσαγώγιμος ἦν ἡ δίκη διαίτης γεγενημένης, ἐκείνῳ μὲν οὐκ ἐπεξῆλθεν, §12εἰδὼς ὅτι, εἰ μὴ μεταλάβοι τὸ πέμπτον μέρος τῶν ψήφων, τὴν ἐπωβελίαν ὀφλήσει, πείσας δὲ τὴν ἀρχὴν πάλιν τὴν αὐτὴν δίκην ἐγράψατο, ὡς ἐν τοῖς πρυτανείοις μόνον κινδυνεύσων.
当我提出证人,证明由于已经进行过仲裁,该诉讼不应被受理时,他并未对该证人进行追究,因为他知道如果自己得不到五分之一的选票,就必须缴纳奥博尔罚金。 但他通过说服执政官,再次提起了同一诉讼,意图仅以诉讼预付款来冒这个风险。
ἀπορῶν δʼ ὅ τι χρησαίμην τοῖς κακοῖς, ἡγησάμην εἶναι κράτιστον ἐξ ἴσου καταστήσαντʼ ἀμφοτέροις τὸν κίνδυνον εἰσελθεῖν εἰς ὑμᾶς.
在不知道如何应对这些麻烦的情况下,我认为最好的办法是在使我们双方都承担对等风险后,在你们面前出庭。
καὶ τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν.
这就是所发生的事情。
§13πυνθάνομαι δὲ Καλλίμαχον οὐ μόνον περὶ τῶν ἐγκλημάτων διανοεῖσθαι ψευδῆ λέγειν, ἀλλὰ καὶ τὴν δίαιταν μέλλειν ἔξαρνον εἶναι καὶ παρεσκευάσθαι λέγειν τοιούτους λόγους, ὡς οὐκ ἄν ποτʼ ἐπέτρεψε Νικομάχῳ δίαιταν, ὃν ἠπίστατο πάλαι χρώμενον ἡμῖν, καὶ ὡς οὐκ ἐικὸς ἦν αὐτὸν ἀντὶ μυρίων δραχμῶν διακοσίας ἐθελῆσαι λαβεῖν.
我得知,卡里马科斯不仅打算在指控上撒谎,而且还准备否认曾有过仲裁,并准备说出这样的话:他绝不会把仲裁委托给尼科马科斯,因为他早就知道后者与我们关系亲密;而且他不可能愿意接受两百德拉克马,来代替那一万德拉克马。
§14ὑμεῖς δʼ ἐνθυμεῖσθε πρῶτον μὲν ὅτι τὴν δίαιταν οὐκ ἀμφισβητοῦντες ἀλλʼ ἐπὶ ῥητοῖς ἐπετρέψαμεν, ὥστʼ οὐδὲν ἄτοπον ἐποίησεν, εἰ Νικόμαχον εἵλετο διαιτητήν, ἀλλὰ πολὺ μᾶλλον εἰ περὶ τῶν πραγμάτων ὡμολογηκὼς περὶ τοῦ διαιτητοῦ διεφέρετο.
但你们首先必须记住,我们委托仲裁并非为了争论,而是基于特定条件,因此如果他选择尼科马科斯作仲裁人,并没有什么奇怪的,反而如果他在事实已经达成协议的情况下却对仲裁人产生争议,那才奇怪得多。
ἔπειτʼ ὀφειλομένων μὲν αὐτῷ μυρίων δραχμῶν οὐκ εἰκὸς ἦν αὐτὸν ἐπὶ δυοῖν μναῖν ποιήσασθαι τὴν διαλλαγήν· ἀδίκως δʼ αἰτιώμενον καὶ συκοφαντοῦντα οὐδὲν θαυμαστὸν τοσοῦτον ἐθελῆσαι λαβεῖν.
其次,如果真的欠他一万德拉克马,他是不大可能以两米纳达成和解的;但如果是无理控告和诬陷,那么他愿意接受这么一笔钱,就完全不足为奇了。
ἔτι δʼ, εἰ μεγάλʼ ἐγκαλῶν ὀλίγʼ ἐπράξατο, οὐ τούτῳ τοῦτο τεκμήριόν ἐστιν, ὡς ἡ δίαιτα οὐ γέγονεν, ἀλλὰ πολὺ μᾶλλον ἡμῖν, ὡς καὶ τὴν ἀρχὴν οὐ δικαίως ἐνεκάλεσεν.
再者,如果他在提出巨额指控的同时只索取了极少的一笔钱,这不仅不能作为仲裁没有发生的证据,反而更能作为我们证明他一开始就是无理诬告的证据。
§15θαυμάζω δʼ εἰ αὑτὸν μὲν ἱκανὸν γνῶναι νομίζει ὅτι οὐκ εἰκὸς ἀντὶ μυρίων δραχμῶν διακοσίας ἐθελῆσαι λαβεῖν, ἐμὲ δʼ οὐκ ἂν οἴεται τοῦτʼ ἐξευρεῖν, εἴπερ ἠβουλόμην ψευδῆ λέγειν, ὅτι πλέον ἔδει φάσκειν τούτων δεδωκέναι.
我感到奇怪的是,如果他认为自己有能力断定,自己不可能愿意接受两百德拉克马以代替一万德拉克马,那么为什么他会认为,如果我真的想撒谎,我会想不到应当声称给的比这更多呢?
ἀξιῶ δʼ, ὅσον περ ἂν τούτῳ σημεῖον ἦν ὡς ἡ δίαιτα οὐ γέγονεν, ἑλόντι τὰ διαμαρτυρηθέντα, τοσοῦτον ἐμοὶ γενέσθαι τεκμήριον ὡς ἀληθῆ λέγω περὶ αὐτῆς, ἐπειδὴ τῷ μάρτυρι φανερός ἐστιν οὐδʼ ἐπεξελθεῖν ἀξιώσας.
而且我主张,正如如果他指控并判定我的证人作伪证,那将成为仲裁没有发生过的证据一样,既然他显然甚至不敢追究该证人,这应当同样成为我在这件事上说了实话的证据。
§16ἡγοῦμαι δʼ, εἰ μήθʼ ἡ δίαιτα ἐγεγόνει μήτε τῶν πεπραγμένων ἦσαν μάρτυρες, ἔδει δʼ ἐκ τῶν εἰκότων σκοπεῖν, οὐδʼ οὕτω χαλεπῶς ἂν ὑμᾶς γνῶναι τὰ δίκαια.
我认为,即使既没有进行过仲裁,也没有事情发生时的证人,而必须根据常理来进行推断,你们也不难判明何为正义。
εἰ μὲν γὰρ καὶ τοὺς ἄλλους ἀδικεῖν ἐτόλμων, εἰκότως ἄν μου κατεγιγνώσκετε καὶ περὶ τοῦτον ἐξαμαρτάνειν· νῦν δʼ οὐδένα φανήσομαι τῶν πολιτῶν οὔτε χρήμασι ζημιώσας οὔτε περὶ τοῦ σώματος εἰς κίνδυνον καταστήσας, οὔτʼ ἐκ μὲν τῶν μετεχόντων τῆς πολιτείας ἐξαλείψας, εἰς δὲ τὸν μετὰ Λυσάνδρου κατάλογον ἐγγράψας.
因为如果我对其他人也敢于行不义之事,你们自然可以判定我也对这个人犯下了罪行;但现在,事实表明我既未使任何公民遭受财产损失,也未使任何人面临生命危险,更未将任何人从享有公民权的人名册中除名并登记在与吕桑德同谋的名单中。
§17καίτοι πολλοὺς ἐπῆρεν ἡ τῶν τριάκοντα πονηρία τοιαῦτα ποιεῖν·
然而,三十人政权的邪恶驱使了许多人做出这样的事。
οὐ γὰρ ὅτι τοὺς ἀδικοῦντας ἐκόλαζον, ἀλλʼ ἐνίοις καὶ προσέταττον ἐξαμαρτάνειν.
因为他们不仅不惩罚行不义之人,甚至还命令一些人去犯罪。
ἐγὼ μὲν τοίνυν οὐδʼ ἐπὶ τῆς ἐκείνων ἀρχῆς οὐδὲν εὑρεθήσομαι τοιοῦτον ἐργασάμενος· οὗτος δʼ ἀδικηθῆναί φησιν, ὅτʼ ἐξεβέβληντο μὲν οἱ τριάκοντα, ὁ δὲ Πειραιεὺς ἦν κατειλημμένος, ἐκράτει δʼ ὁ δῆμος, περὶ διαλλαγῶν δʼ ἦσαν οἱ λόγοι.
然而,即使是在他们的统治下,我也不会被发现做过任何此类事情;而此人却声称自己在三十人已被驱逐、庇里哀乌斯已被占领、平民掌握了控制权、并且正在进行和解谈判的时候,遭受了我的不义对待。

词汇与语法注释

  1. 10ὅτι — 延续了§9中由 `λέγοντες`(他们说……)引导的间接引语从句,与前文的 `ὡς` 从句(`ὡς πολλὰ...`)并列,表示“而且……”。
  2. 10ἐπὶ ῥητοῖς — 意为“在特定条件下”。前置词 `ἐπί` 搭配形容词 `ῥητός`(约定的、确定的)的中性复数与格,表示在双方事先约定好特定条件(此处指支付两百德拉克马)的前提下进行的限制性仲裁。
  3. 11προβαλλομένου δʼ ἐμοῦ μάρτυρα — 属格独立结构,以 `ἐμοῦ` 为逻辑主语。指在雅典法庭上提出抗辩(παραγραφή)时,提交证人(διαμαρτυρία)以证明该诉讼因已有仲裁而不予受理的法律程序。
  4. 12ὡς... κινδυνεύσων — 连词 `ὡς` 加上将来分词 `κινδυνεύσων`(与主语卡里马科斯一致),表达主语的主观意图或预期:“企图/算计着仅以……来冒险”。
  5. 14οὐ τούτῳ... ἀλλὰ... ἡμῖν — 与格 `τούτῳ` 和 `ἡμῖν` 充当利害或参考与格,表示该事实对谁构成证据:“这对于他并非……的证据,相反对于我们是……的证据”。
  6. 15ἑλόντι τὰ διαμαρτυρηθέντα — 与格分词短语,用作条件状语。动词 `αἱρέω` 是法庭术语,意为“指控成功”或“判定有罪”,在此意为“如果他成功证明了该证词的虚假并胜诉”。
  7. 16ἐκ μὲν τῶν μετεχόντων τῆς πολιτείας ἐξαλείψας — 分词短语,作为依赖于主句动词 `φανήσομαι`(我将被表明……)的补充性分词:“事实将表明,我既未将任何人从享有公民权的人名册中除名……”。背景是三十人僭主政权剥夺公民权利并将其列入清洗名单的历史事件。

引用这一段

伊索克拉底, 驳卡利马科斯 §10-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg002.humanitext-grc2:10-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。