Humanitext Reader

伊索克拉底 · 驳卡利马科斯 §1-9

特别抗辩法律的说明与争端起因

第 1 段,共 7 段 · 希腊语

内容简介

被告辩护人解释了有关特殊抗辩(paragraphē)的法律,以证明自己首先发言的合理性,指控卡里马科斯的诉讼违反了协定,并开始叙述导致争议财产充公的历史起因。

§1εἰ μὲν καὶ ἄλλοι τινὲς ἦσαν ἠγωνισμένοι τοιαύτην παραγραφήν, ἀπʼ αὐτοῦ τοῦ πράγματος ἠρχόμην ἂν τοὺς λόγους ποιεῖσθαι· νῦν δʼ ἀνάγκη περὶ τοῦ νόμου πρῶτον εἰπεῖν καθʼ ὃν εἰσεληλύθαμεν, ἵνʼ ἐπιστάμενοι περὶ ὧν ἀμφισβητοῦμεν, τὴν ψῆφον φέρητε, καὶ μηδεὶς ὑμῶν θαυμάσῃ διότι φεύγων τὴν δίκην πρότερος λέγω τοῦ διώκοντος.
如果曾有其他人以此类抗辩提起过诉讼,我本会从案情本身开始我的陈述;但现在,我们必须首先说明我们据以进入法庭的法律,以便使你们在了解争议焦点的基础上投下你们的选票,并且你们中没有任何人会对作为被告的我比原告先发言而感到惊异。
§2ἐπειδὴ γὰρ ἐκ Πειραιέως κατελθόντες ἐνίους ἑωρᾶτε τῶν πολιτῶν συκοφαντεῖν ὡρμημένους καὶ τὰς συνθήκας λύειν ἐπιχειροῦντας, βουλόμενοι τούτους τε παῦσαι καὶ τοῖς ἄλλοις ἐπιδεῖξαι ὅτι οὐκ ἀναγκασθέντες ἐποιήσασθʼ αὐτὰς ἀλλʼ ἡγούμενοι τῇ πόλει συμφέρειν, εἰπόντος Ἀρχίνου νόμον ἔθεσθε, ἄν τις δικάζηται παρὰ τοὺς ὅρκους, ἐξεῖναι τῷ φεύγοντι παραγράψασθαι, τοὺς δʼ ἄρχοντας περὶ τούτου πρῶτον εἰσάγειν, λέγειν δὲ πρότερον τὸν παραγραψάμενον, §3ὁπότερος δʼ ἂν ἡττηθῇ, τὴν ἐπωβελίαν ὀφείλειν, ἵνʼ οἱ τολμῶντες μνησικακεῖν μὴ μόνον ἐπιορκοῦντες ἐξελέγχοιντο μηδὲ τὴν παρὰ τῶν θεῶν τιμωρίαν ὑπομένοιεν ἀλλὰ καὶ παραχρῆμα ζημιοῖντο.
因为在你们从庇里哀乌斯返回之后,看到部分公民热衷于诬告并企图破坏协定,你们为了制止他们,并向其他人证明你们并非被迫、而是因为认为这对城邦有利才缔结了这些协定,于是在阿尔基努斯提议下制定了一条法律:如果有人违反誓言提起诉讼,被告有权提出抗辩,执政官应首先将此案引入法庭,并由提出抗辩者先发言,且败诉的一方须缴纳奥博尔罚金,以便使那些敢于重提旧怨的人不仅被揭穿为背誓者并承受神明惩罚,而且还当场受到经济上的惩罚。
δεινὸν οὖν ἡγησάμην, εἰ τῶν νόμων οὕτως ἐχόντων ἐγὼ περιόψομαι τὸν μὲν συκοφάντην ἐν τριάκοντα δραχμαῖς κινδυνεύοντα, ἐμαυτὸν δὲ περὶ τῆς οὐσίας ἁπάσης ἀγωνιζόμενον.
因此,我认为,在法律如此规定的情况下,如果我袖手旁观,任由那个诬告者仅冒三十德拉克马的风险,而我自己却要为全部财产进行斗争,那是难以容忍的。
§4ἀποδείξω δὲ Καλλίμαχον οὐ μόνον παρὰ τὰς συνθήκας δικαζόμενον, ἀλλὰ καὶ περὶ τῶν ἐγκλημάτων ψευδόμενον, καὶ προσέτι δίαιταν ἡμῖν γεγενημένην περὶ αὐτῶν.
我将证明,卡里马科斯不仅违反协定提起诉讼,而且对他的指控撒了谎,更有甚者,我们之间已经就此进行过仲裁。
βούλομαι δʼ ἐξ ἀρχῆς ὑμῖν διηγήσασθαι τὰ πραχθέντα· ἂν γὰρ τοῦτο μάθητε ὡς οὐδὲν ὑπʼ ἐμοῦ κακὸν πέπονθεν, ἡγοῦμαι ταῖς τε συνθήκαις ὑμᾶς ἥδιον βοηθήσειν καὶ τούτῳ μᾶλλον ὀργιεῖσθαι.
我想从头向你们讲述事情的经过;因为如果你们了解到他没有受到我任何伤害,我相信你们会更乐意维护协定,并对他更为愤怒。
§5ἦρχον μὲν γὰρ οἱ δέκα οἱ μετὰ τοὺς τριάκοντα καταστάντες, ὄντος δέ μοι Πατροκλέους ἐπιτηδείου, τοῦ τότε βασιλεύοντος, ἔτυχον μετʼ αὐτοῦ βαδίζων.
因为当时在三十人政权之后设立的十人委员会执政,而当时的执政官巴西雷乌斯帕特罗克勒斯是我的至交,我碰巧与他同行。
ἐκεῖνος δʼ ἐχθρὸς ὢν Καλλιμάχῳ τῷ νῦν ἐμὲ διώκοντι τὴν δίκην, ἀπήντησεν ἀργύριον φέροντι.
他与现在起诉我的卡里马科斯是宿敌,正好碰见卡里马科斯携带着银钱。
λαβόμενος δʼ αὐτοῦ Πάμφιλον ἔφασκεν αὐτὸ καταλιπεῖν καὶ δημόσιον γίγνεσθαι· ἐκεῖνον γὰρ εἶναι τῶν ἐν Πειραιεῖ.
他抓住卡里马科斯,声称这些钱是潘菲洛斯留下来的,应当归公;因为潘菲洛斯是当时在庇里哀乌斯的人之一。
§6ἀμφισβητοῦντος δὲ τούτου καὶ λοιδορίας αὐτοῖς γενομένης ἄλλοι τε πολλοὶ συνέδραμον, καὶ κατὰ τύχην Ῥίνων εἷς τῶν δέκα γενόμενος προσῆλθεν.
由于卡里马科斯对此提出异议,他们之间发生了争吵,许多人跑了过来,而十人委员会成员之一的里农恰好路过。
εὐθὺς οὖν πρὸς αὐτὸν τὴν φάσιν τῶν χρημάτων ὁ Πατροκλῆς ἐποιεῖτο· ὁ δʼ ὡς τοὺς συνάρχοντας ἦγεν ἀμφοτέρους.
帕特罗克勒斯立即向他告发了这笔钱,里农便将双方带到了他的同僚那里。
ἐκεῖνοι δʼ εἰς τὴν βουλὴν περὶ αὐτῶν ἀπέδοσαν· κρίσεως δὲ γενομένης ἔδοξε τὰ χρήματα δημόσιʼ εἶναι.
同僚们将此事提交给议会,经过审判,判定这笔钱为公有财产。
μετὰ δὲ ταῦτʼ, §7ἐπειδὴ κατῆλθον οἱ φεύγοντες ἐκ Πειραιέως, οὗτος ἐνεκάλει τῷ Πατροκλεῖ καὶ δίκας ἐλάγχανεν ὡς αἰτίῳ τῆς συμφορᾶς γεγενημένῳ· διαλλαγεὶς δὲ πρὸς ἐκεῖνον καὶ πραξάμενος αὐτὸν δέκα μνᾶς ἀργυρίου Λυσίμαχον ἐσυκοφάντει· λαβὼν δὲ καὶ παρὰ τούτου διακοσίας δραχμὰς ἐμοὶ πράγματα παρεῖχεν.
在此之后,当流亡者从庇里哀乌斯返回时,此人指控帕特罗克勒斯并对他提起诉讼,称他是造成这一灾祸的原因;在与他达成和解并向他索取了十米纳银子后,他又诬告吕西马科斯;在从吕西马科斯那里也拿到了两百德拉克马后,他便来找我的麻烦。
καὶ τὸ μὲν πρῶτον ἐνεκάλει φάσκων με συμπράττειν ἐκείνοις, τελευτῶν δʼ εἰς τοῦτʼ ἀναιδείας ἦλθεν ὥσθʼ ἁπάντων με τῶν γεγενημένων ᾐτιᾶτο· ἅπερ ἴσως καὶ νῦν τολμήσει κατηγορεῖν.
起初他指控我,声称我协助了那些人,但到最后他竟无耻到了将所发生的一切归咎于我的地步,这也许是他现在也敢于指控的。
§8ἐγὼ δʼ ὑμῖν παρέξομαι μάρτυρας πρῶτον μὲν τοὺς ἐξ ἀρχῆς παραγενομένους, ὡς οὔτʼ ἐπελαβόμην οὔτʼ ἐφηψάμην τῶν χρημάτων, ἔπειτα Ῥίνωνα καὶ τοὺς συνάρχοντας, ὡς οὐκ ἐγὼ τὴν φάσιν ἀλλὰ Πατροκλῆς ἐποιήσατο πρὸς αὐτούς, ἔτι δὲ τοὺς βουλευτάς, ὡς ἐκεῖνος ἦν ὁ κατηγορῶν.
我将为你们提供证人:首先是自始至终在场的人,以证明我既没有夺取也没有触碰那些钱;其次是里农和他的同僚,以证明告发的不是我而是帕特罗克勒斯;再次是议员们,以证明他才是告发者。
καί μοι κάλει τούτων μάρτυρας. ""
请为我传唤这些证人。
§9οὕτω τοίνυν πολλῶν παραγενομένων τοῖς πραχθεῖσιν, ὥσπερ οὐδενὸς συνειδότος αὐτὸς μὲν οὗτος ἐφιστάμενος εἰς τοὺς ὄχλους καὶ καθίζων ἐπὶ τοῖς ἐργαστηρίοις λόγους ἐποιεῖτο ὡς δεινὰ πεπονθὼς ὑπʼ ἐμοῦ καὶ τῶν χρημάτων ἀπεστερημένος, τῶν δὲ χρωμένων τινὲς τούτῳ προσιόντες μοι συνεβούλευον ἀπαλλάττεσθαι τῆς πρὸς τοῦτον διαφορᾶς καὶ μὴ βούλεσθαι κακῶς ἀκούειν μηδὲ κινδυνεύειν περὶ πολλῶν χρημάτων, μηδʼ εἰ σφόδρα πιστεύω τῷ πράγματι, λέγοντες ὡς πολλὰ παρὰ γνώμην ἐν τοῖς δικαστηρίοις ἀποβαίνει,
因此,尽管有这么多人目睹了这些事实,此人却好像没有任何人知情一样,自己站在人群中,坐在作坊里,四处宣扬说他受到了我的残酷对待并被剥夺了财产。 他的一些熟人来到我这里,建议我了结与他的纠纷,不要希望名声受损,也不要拿大笔财产去冒险,即使我对自己的案子极有信心,他们说在法庭上有很多事情会出乎意料,

词汇与语法注释

  1. §2εἰπόντος Ἀρχίνου — 属格独立结构(genitive absolute),表示法律制定的背景或动因:“在阿尔基努斯的提议下”。
  2. §5ἔτυχον μετʼ αὐτοῦ βαδίζων — 动词 `τυγχάνω` 与补充性分词 `βαδίζων` 连用,表示偶然发生的动作:“我碰巧与他同行”。
  3. §9ὥσπερ οὐδενὸς συνειδότος — 连词 `ὥσπερ` 与属格独立结构 `οὐδενὸς συνειδότος` 连用,引导主观假定或与事实相反的比喻:“就好像没有任何人知情一样”。

引用这一段

伊索克拉底, 驳卡利马科斯 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg002.humanitext-grc2:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。