Humanitext Reader

普鲁塔克 · 亚历山大里亚人使用的谚语 §2.1-2.15

第二百选谚语及其起源(1-15)

第 5 段,共 6 段 · 希腊语

内容简介

本章节介绍了第二卷第1至15首谚语及其起源,涉及黄鼠狼、蛀虫、吕底亚人的习俗、拐奴贩子蒂蒂吉亚斯、萨摩斯拳击手的轶事,以及跳过基础直接在大瓮上学陶艺等寓意。

§2.1Γαλῇ χιτώνιον, καὶ, Οὐ πρέπει γαλῇ κροκωτός: ἐπειδὴ γαλῇ κατὰ πρόνοιαν Ἀφροδίτης γυνὴ γενομένη ἐν χιτῶνι κροκωτῷ οὐσα ἐπέδραμε μυΐ.
Γαλῇ χιτώνιον, καὶ, Οὐ πρέπει γαλῇ κροκωτός:“给黄鼠狼穿内衣”,以及“萨弗兰色的衣服不配黄鼠狼”:因为一只黄鼠狼通过阿佛洛狄忒的眷顾变成了女人,当她身穿萨弗兰色内衣时,却向一只老鼠扑了过去。
§2.2Ὁ κνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπηδώντων.
Ὁ κνὶψ ἐν χώρᾳ:“在原地的蛀虫”:用于快速跳跃转移的人。
κνὶψ γάρ ἐστι θηρίδιον τῶν ξυλοφάγων.
因为蛀虫是一种吃木头的小虫。
§2.3Λυδὸς ἐν μεσημβρίᾳ: οἱ Λυδοὶ κωμῳδοῦνται ταῖς χερσὶν ἑαυτῶν πληροῦντες τὰ ἀφροδίσια.
Λυδὸς ἐν μεσημβρίᾳ:“正午的吕底亚人”:吕底亚人因用自己的双手满足情欲而在喜剧中备受嘲讽。
§2.4Οὐ μάλα κυκᾷς κατὰ τῶν μηδὲν ὄντων.
Οὐ μάλα κυκᾷς:“你没怎么搅拌”:用于斥责毫无价值的人。
§2.5Οὐδὲν Πυλαία ταῦτα καὶ Τυττιγίας: ὁ Τυττιγίας ἀνδραποδιστὴς ἦν· ἐπώλει δὲ ἐν τῇ Πυλαίᾳ τὰ ἀλλότρια.
Οὐδὲν Πυλαία ταῦτα καὶ Τυττιγίας:“这些事与皮莱亚和蒂蒂吉亚斯毫无关系”:蒂蒂吉亚斯是个拐卖奴隶的人;他在皮莱亚贩卖他人的财产。
κατὰ τῶν τὰ ἀλλότρια ἁρπαζόντων καὶ πωλούντων.
用于斥责掠夺并贩卖他人财产的人。
§2.6Τὰ πρῶτα ἀρίστους παῖδας ** ἐγείνατο: ἐπὶ τῶν ἐν ἀρχῇ κοσμίων, μετὰ ταῦτα δὲ ἀσελγαινόντων.
Τὰ πρῶτα ἀρίστους παῖδας ** ἐγείνατο:“起初,它生下了最优秀的孩子”:用于起初规矩、之后却放荡无度的人。
§2.7Δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε περὶ τῶν κρεῶν: περὶ τῶν στρατευομένων δούλων, οἵτινες περὶ τοῦ σώματος μόνου μάχονται.
Δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε περὶ τῶν κρεῶν:“我不带奴隶,除非他为肉身打过海战”:关于服兵役的奴隶,他们仅为自己的身体而战。
λέγεται καὶ, εἰ μὴ νεναυμάχηκε περὶ τῶν νεκρῶν, καί φησιν, ἀπὸ τῶν ἐν Ἀργεννούσαις ναυμαχησάντων δούλων τὴν παροιμίαν εἰρῆσθαι, οἷς ἐλευθερίαν ἐψηφίσαντο οἱ Ἀθηναῖοι περὶ τῶν νεκρῶν ἀγωνισαμένοις.
也有说:“除非他为死者打过海战”,并说该谚语源于在阿吉努萨伊打过海战的奴隶,雅典人因为他们为收回死者遗体而战,便通过决议赋予他们自由。
§2.8Τὸν ἐν Σάμῳ κομήτην: Σάμιός τις ἐγένετο πύκτης, ὃς ἐπὶ μαλακίᾳ σκωπτόμενος, ἐπειδὴ κόμας εἶχεν, ὑπὸ τῶν ἀνταγωνιστῶν, συμβαλὼν αὐτοὺς ἐνίκησεν.
Τὸν ἐν Σάμῳ κομήτην:“萨摩斯的蓄发男子”:萨摩斯曾有一位拳击手,因留着长发而被对手嘲笑为懦弱,但他与他们交手并战胜了他们。
λέγεται ἐπὶ τῶν αἱρουμένων ἀνταγωνιστὰς ἑαυτοῖς κρείττονας, ἢ προςεδόκησαν· * * ὥςπερ τὸν ἀληλεσμένον βίον οἱ μὲν ἐπὶ τῶν πλάνητι βίῳ χρωμένων προςεδέξαντο· οἱ δὲ ἐπὶ τῶν ἀταλαιπώρως βιούντων, οἱονεὶ κατειργασμένων καὶ πρὸς τροφὴν ἑτοίμων.
用于选择比自己预想中更强的对手的人;……正如有些人将“被磨碎的生活”用于过着流浪生活的人,而另一些人则用于生活无忧无虑、仿佛一切都已被加工妥当并准备好供食用的人。
§2.9Εἴ τι κακὸν, εἰς Πύῤῥαν: οἱ Πυῤῥαῖοι πρὸς τοὺς ὁμόρους πάντας ἀπεχθῶς εἶχον.
Εἴ τι κακὸν, εἰς Πύῤῥαν:“若有灾祸,归于皮拉”:皮拉人与所有邻国都处于敌对状态。
ἐκεῖνοι οὖν τὰ συμβαίνοντα αὐτοῖς κακὰ ἀποτροπιαζόμενοι καὶ ἐκβάλλοντες εἰς τὴν Πυῤῥαίων χώραν, ἐπεφώνουν, εἴ τι κακὸν, εἰς Πύῤῥαν.
因此,邻国人在驱除并抛弃降临于自身的灾祸、将其扔进皮拉人的土地时,便高呼:“若有灾祸,归于皮拉”。
§2.10Μετὰ Λέσβιον ᾠδόν: Λακεδαιμόνιοι στασιάσαντες μετεπέμψαντο κατὰ χρησμὸν τοῦ θεοῦ ἐκ Λέσβου Τέρπανδρον τὸν μουσικόν·
Μετὰ Λέσβιον ᾠδόν:“在莱斯博斯歌手之后”:拉刻代蒙人(斯巴达人)发生内讧时,根据神谕从莱斯博斯召来了音乐家泰尔潘德。
ἐλθὼν δὲ ἐκεῖνος καὶ παρὰ τοὺς κώμους τῇ μουσικῇ χρώμενος, ἥρμοσεν αὐτῶν τὰς ψυχὰς, καὶ τὴν στάσιν ἔπαυσεν.
那人到来后在狂欢宴席上奏乐,调和了他们的心灵,平息了内讧。
εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον Λεκεδαιμόνιοι, ἐπεφώνουν, μετὰ Λέσβιον ᾠδόν.
因此,在此之后,每当拉刻代蒙人聆听某位音乐家演奏时,都会高呼:“在莱斯博斯歌手之后”。
§2.11Ὑπὲρ τὰ Καλλικράτους: Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος.
Ὑπὲρ τὰ Καλλικράτους:“超越卡利克拉特斯”:卡律斯托斯曾有一位卡利克拉特斯,极其富有。
εἴποτε οὖν ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ, ὑπερβολικῶς ἔλεγον, ὑπὲρ τοὺς Καλλικράτους.
因此,每当卡律斯托斯人赞美某人的财富时,他们都会夸张地称:“超越卡利克拉特斯”。
ἄλλοι δέ φασι, ** τῇ Ἀθηναίων πολιτείᾳ, Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι.
另一些人则说,在雅典的政体中,某位卡利克拉特斯最先将法官津贴提高到了极点。
§2.12Ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν: ἐπὶ τῶν παριέντων τὰς πρώτας μαθήσεις καὶ ἁπτομένων τῶν τελευταίων.
Ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν:“在大瓮上学陶艺”:用于跳过最初的基础学习而直接着手最后的高级技能的人。
§2.13Ἐπὶ σαυτῷ τὴν σελήνην καθέλκεις: αἱ τὴν σελήνην καθαιροῦσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν ποδῶν στερίσκεσθαι.
Ἐπὶ σαυτῷ τὴν σελήνην καθέλκεις:“你把月亮拉到了自己头上”:据说那些拉下月亮的色萨利女巫会被剥夺双眼和双脚。
ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων.
用于招致自身灾祸的人。
§2.14Ἐν ὅλμῳ ἐκοιμήθην: οἱ ἐν ὅλμῳ κοιμηθέντες ἐπιθειαστικώτατοί εἶσιν.
Ἐν ὅλμῳ ἐκοιμήθην:“我在臼中入睡”:在臼中入睡的人极易获得神启。
§2.15Χρυσὸς ὁ Κολοφώνιος: οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν ἐργάζεσθαι νομίζονται.
Χρυσὸς ὁ Κολοφώνιος:“科洛封的黄金”:科洛封人被认为加工最美丽的黄金。

词汇与语法注释

  1. §2.1γαλῇ — 与格。在前述谚语部分,它是表示针对对象(“对黄鼠狼而言”)或与动词连用(πρέπει + 与格,“适合”)。在随后的解释中,μυΐ(“老鼠”,与格)由动词 ἐπέδραμε(“扑向”)支配。
  2. §2.5Οὐδὲν Πυλαία ταῦτα καὶ Τυττιγίας — 采用 οὐδέν + 主格名词A + καί + 主格名词B 的句式,表示“A与B毫无关系,风马牛不相及”。
  3. §2.7περὶ τῶν κρεῶν — 直译为“关于肉(或食物之肉)”,但在解释部分的后半句中(“他们仅为自己的身体而战”),此处被解释为奴隶们仅为自己的肉体和生命而战。
  4. §2.8τὸν ἐν Σάμῳ κομήτην — 宾格。此处用作谚语的标题,作为默示动词(例如“我说起……”)的直接宾语,或者是惯用作标题的宾格形式。
  5. §2.11ὑπὲρ τὰ Καλλικράτους — 中性复数宾格冠词 τὰ 指代“卡利克拉特斯的事物/财产”,整句意为“超越卡利克拉特斯的财产”。在紧随其后的解释中,被用阳性复数宾格加属格的 ὑπὲρ τοὺς Καλλικράτους 进行了改写。

引用这一段

普鲁塔克, 亚历山大里亚人使用的谚语 §2.1-2.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg146.humanitext-grc1:2.1-2.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。