§1.1Οἴκοι τὰ Μιλήσια: ἐπὶ τῶν ὅποι μὴ προςήκει τὴν τρυφὴν ἐπιδεικνυμένων.
“家里的米利都事”:用于在不合适的地方炫耀奢华的人。
Ἀρισταγόρας ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν· ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῆ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν· εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων, Οἴκοι τὰ Μιλήσια.
米利都人阿里斯塔戈拉斯曾来到拉刻代蒙,请求他们援助遭到波斯人攻打的伊奥尼亚人;他身穿奢华的衣服,展现出其他伊奥尼亚式的奢华来进行演说;因此,监察官中的一人对他说:“家里的米利都事。
§1.2Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων.
” “哈利斯的许诺”:用于轻易许诺的人。
Χάρης γὰρ στρατηγὸς Ἀθηναῖος προχείρως πολλὰ ἐπηγγείλατο.
因为雅典将军哈利斯轻易许下了许多诺言。
§1.3Ὀπισαμβώ: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐν τοῖς πράγμασι προβαινόντων ἀεί· παρὰ τὸ ὀπίσω βαίνειν.
“后退”:用于在事务中总是向更坏方向发展的人;源于“向后走”。
§1.4Εὐδαίμων ὁ Κορίνθιος **: κώμη ἐστὶ πλησίον τῆς Κορίνθου ** κατάφυτος· ὡς τῶν ἐν τῇ κώμῃ ὁμολογούντων μὲν Κόρινθον εἶναι εὐδαίμονα, αἱρουμένων δὲ ἥττονα κώμην ἔχειν.
“富裕能干的科林斯人”:这是科林斯附近一座草木茂盛的村庄;因为那座村庄的人虽然承认科林斯是富裕的,却宁愿拥有一座较小的村庄。
§1.5Τυδεὺς ἐκ συφορβίου: ἐπὶ τῶν ἀπαιδεύτων.
“来自猪圈的狄丢斯”:用于没有教养的人。
Οἰνεὺς τὴν θυγατέρα Ἱππονόου Περίβοιαν ἐβιάσατο· γνοὺς δὲ αὐτὴν ἔγκυον οὖσαν ὁ πατὴρ συφορβοῖς παρέδωκε μετὰ τοῦ γενομένου παιδίου Τυδέως.
俄纽斯强暴了希波诺奥斯的女儿培里玻亚;她的父亲得知她怀孕后,将她与出生的孩子狄丢斯一起交给了猪倌。
§1.6Κλειτοριάζεις: ἐπὶ τῶν παιδεραστούντων.
“你做克雷托利亚人的事”:用于行少年爱的人。
§1.7Τί σοι ὁ Ἀπόλλων ἐκιθάρισεν;
“阿波罗为你弹奏了什么琴?
ἤγουν, τί ἐμαντεύσατο;
”:即,“他给出了什么神谕?
§1.8Κεστρεὺς νηστεύει: ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἐπιφερομένων.
” “鲻鱼斋戒”:用于行事公正,却不能从公正中获得更多好处的人。
ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφαγίας, ἐσθίων ἰλύν.
因为在其他鱼类互相吞食的时候,唯有鲻鱼不吃肉,而是吃泥土。
§1.9Βοιωτοῖς μαντεύσειας: αὕτη κατάρα τίς ἐστί.
“愿你为波奥蒂亚人预言”:这是一种诅咒。
μαντευομένοις γὰρ τοῖς Θηβαίοις περὶ πολέμου ἀνεῖλεν ἡ Πυθία νίκην αὐτοῖς ἀσεβήσασιν ἔσεσθαι· εἷς δὲ τῶν θεωρῶν ἁρπάσας τὴν προφῆτιν Μυρτίλαν ἐνέβαλεν εἰς θέρμοῦ παρακείμενον λέβητα.
因为当底比斯人就战争求问神谕时,皮提亚宣称,如果他们做出不敬的行为,就会获得胜利;但其中一个使者抓住女先知米尔蒂拉,把她扔进了旁边滚烫的大锅里。
ἄλλοι φασὶ, Θηβαίοις πολεμοῦσι Βόμβρος μάντις πλείους ἔφη νικήσεσθαι, εἰ προθύσαιεν τῶν ἡγεμόνων ἕνα· οἱ δὲ ἀποκτείναντες τὸν Βόμβρον ἐνίκησαν.
另有人说,在底比斯人打仗时,预言家崩布罗斯说,如果他们先祭祀一位首领,就会战胜更多敌人;但他们杀死了崩布罗斯并获得了胜利。
§1.10Πλείους τῶν Καλλικυρίων: Καλλικυρίων ποτὲ πλῆθος ἐπῴκησε τὰς Συρακούσας οὕτω πολλοὶ, ὥςτε καὶ τοὺς προτέρους οἰκήτορας ἐκβαλεῖν.
“比卡里库里奥伊还要多”:曾有大量的卡里库里奥伊定居在叙拉古,人数如此之多,以至于驱逐了原先的居民。
Κέλμις ἐν σιδήρῳ: ἐπὶ τῶν σφόδρα ἑαυτοῖς πιστευσάντων, ὅτι ἰσχυροὶ καὶ δυρχείρωτοι πεφύκασι.
“铁中的克尔米斯”:用于过分相信自己,认为自己天生强大且难以战胜的人。
§1.11Κέλμις γάρ τις ἐν Ἴδῃ στεῤῥότατον σίδηρον ἐργαζόμενος.
因为某个在伊达山的克尔米斯正在锻造极坚硬的铁。
§1.12Ὁ Κερκυραῖος μαστιγούμενος ἅμα αὐτὸν † ἠργολάβησαὶ: αἱ μάστιγες αἱ Κερκυραῖαι λέγονται διάφοροι εἶναι παρὰ τὰς ἄλλας.
“科尔库拉人一边挨鞭子,一边同时†……†”:据说科尔库拉的鞭子与其他地方的不同。
§1.13Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ’ ἐπίβαλλε: ἐπὶ τῶν διὰ γῆρας δεομένων ῥᾳστώνης τινὸς καὶ ἀναπαύλης.
“给年老的马套上较小的圆圈”:用于因年老而需要一定轻松和休息的人。
§1.14Πόλεις παίζομεν: πόλις εἶδος ἐστὶ παιδιᾶς πεττευτικῆς.
“我们玩‘城邦’游戏”:“城邦”是一种棋子游戏。
§1.15Ἄριστα χωλὸς οἰφεῖ: αἱ Ἀμαζόνες τοὺς γενομένους ἄρσενας ἐπήρουν, ἢ σκέλος ἢ χεῖρα περιελόμεναι· πολεμοῦντες δὲ πρὸς αὐτὰς οἱ Σκύθαι καὶ βουλόμενοι πρὸς αὐτὰς σπείσασθαι ἔλεγον, ὅτι συνέσονται τοῖς Σκύθαις εἰς γάμον ἀπηρώτοις καὶ μὴ λελωβημένοις.
“瘸子交合得最好”:亚马逊人会把出生的男婴弄成残废,砍掉一条腿或一只手;与她们作战并希望与她们讲和的斯基泰人说,她们应该与身体健全、没有残疾的斯基泰人成婚。
ἀποκριναμένη δὲ πρὸς αὐτοὺς ἡ Ἀντιάνειρα ἡγεμὼν τῶν Ἀμαζόνων εἶπεν· Ἄριστα χωλὸς οἰφεῖ.
但亚马逊人的领袖安提阿内拉回答他们说:“瘸子交合得最好。
§1.16Ἔφυγον κακὸν, εὗρον ἄμεινον: ἐπὶ τῶν μεταβολὴν ἐν ἑαυτοῖς κρείττονα οἰωνιζομένων.
” “我逃脱了邪恶,找到了更好的东西”:用于预兆自己会发生更好转变的人。
Ἀθήνησι γὰρ ἐν τοῖς γάμοις ἔθος ἦν ἀμφιθαλῆ παῖδα ἀκάνθας μετὰ δρυΐνων καρπῶν στέφεσθαι, καὶ λίκνον ἄρτων πλήρη περιφέροντα λέγειν, Ἔφυγον κακὸν, εὗρον ἄμεινον.
因为在雅典的婚礼上,习惯由父母双全的男孩戴上带有橡树果实的花刺冠,抬着装满面包的摇篮,走来走去并说:“我逃脱了邪恶,找到了更好的东西。
Ἐσήμαινον δὲ ὡς ἀπεώσαντο μὲν τὴν ἀγρίαν καὶ παλαιὰν δίαιταν, εὑρήκασι δὲ τὴν ἥμερον τροφήν.
”他们以此表示,他们已经抛弃了野蛮和古老的生活方式,而找到了温和的食物。
§1.17Μυκόνιος γείτων: ἐπὶ τῶν διαβεβλημένων ἐπὶ γλισχρότητι καὶ μικροπρεπείᾳ, παρὰ τὴν μικρότητα τῆς νήσου καὶ εὐτέλειαν, τῆς Μυκόνου.
“米科诺斯的邻居”:用于因吝啬和猥琐按声名狼藉的人,这源于米科诺斯岛的渺小和贫瘠。
§1.18Τὸ σκαμβὸν ξύλον οὐδέποτε ὀρθοῦν: ἐπὶ τῶν πειρωμένων διάστροφα ξύλα κατευθύνειν.
“绝不要去扶直弯曲的木头”:用于企图矫正扭曲木头的人。
§1.19Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μὴ κατέχειν δυναμένων, μήτε μεθεῖναι βουλομένων.
“拿着冰块的男孩”:用于既无法拿住,又不想放手的人。
§1.20Τὸν ἵππον ὁ Σκύθης: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀπωθουμένων καὶ διαπτυόντων αὐτό.
“斯基泰人与马”:用于暗中渴望某物,公开却推辞并唾弃它的人。
§1.21Ἡράκλειος ψώρα: ἡ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν· ἡ γὰρ Ἀθηνᾶ τῷ Ἡρακλεῖ πολλαχοῦ ἀνῆκε θερμὰ λουτρά.
“赫拉克勒斯的疥癣”:指需要赫拉克勒斯温泉进行治疗的病症;因为雅典娜在许多地方为赫拉克勒斯提供了温泉。
§1.22Οὐκ ἔστι δούλων πόλις: διὰ τὸ σπάνιον εἴρηται.
“没有奴隶的城市”:由于其罕见而说。