§5καίτοι τῆς λεγομένης ταῖς ψυχαῖς εἰς σώματα παλιμμεταβολῆς εἰ μὴ πίστεως ἄξιον τὸ ἀποδεικνύμενον, ἀλλʼ εὐλαβείας γε μεγάλης καὶ δέους τὸ ἀμφίβολον.
然而,关于灵魂向身体的所谓转世,即使被证明的道理不值得完全相信,至少其不确定性也值得极大的警惕和敬畏。
οἷον εἴ τις ἐν νυκτομαχίαις στρατοπέδων ἀνδρὶ πεπτωκότι καὶ τὸ σῶμα κρυπτομένῳ τοῖς ὅπλοις ἐπιφέρων ξίφος ἀκούσειέ τινος λέγοντος οὐ πάνυ μὲν εἰδέναι βεβαίως, οἴεσθαι δὲ καὶ δοκεῖν υἱὸν αὐτοῦ τὸν κείμενον ἢ ἀδελφὸν ἢ πατέρα ἢ σύσκηνον εἶναι τί βέλτιον, ὑπονοίᾳ προσθέμενον οὐκ ἀληθεῖ προέσθαι τὸν ἐχθρὸν ὡς φίλον, ἢ καταφρονήσαντα τοῦ μὴ βεβαίου πρὸς πίστιν ἀνελεῖν τὸν οἰκεῖον ὡς πολέμιον;
例如,在军队的夜战中,若有人向一个倒下且身体被盔甲遮挡的男子刺去长剑时,听到有人说,自己虽不十分确定,但认为且觉得躺在那里的那个人是他的儿子、兄弟、父亲或同帐好友。 此时,哪一种做法更好? 是听从可能并不属实的推测而将敌人当成朋友放走,还是轻视这不确定性而将亲人当作敌人杀害?
ἐκεῖνο δεινὸν φήσετε πάντες.
你们所有人都会说:“后者太可怕了。
σκόπει δὲ καὶ τὴν ἐν τῇ τραγῳδίᾳ Μερόπην ἐπὶ τὸν υἱὸν αὐτὸν ὡς φονέα τοῦ υἱοῦ πέλεκυν ἀραμένην καὶ λέγουσαν
"
ὠνητέραν δὴ τήνδʼ ἐγὼ δίδωμί σοι
πληγήν·
”再看看悲剧中的美罗佩,她向自己的儿子挥舞斧头,把他当成了杀害儿子的凶手,并说道: “确实,我给你这一记代价更沉重的一击。
"
ὅσον ἐν τῷ θεάτρῳ κίνημα ποιεῖ, συνεξορθιάζουσα φόβῳ, καὶ δέος μὴ φθάσῃ τὸν ἐπιλαμβανόμενον γέροντα καὶ τρώσῃ τὸ μειράκιον.
” 这在剧场中引起了多么大的震动,让观众因恐惧而战栗,并害怕她会抢在阻拦她的老人之前伤害那个年轻人。
εἰ δʼ ἕτερος γέρων παρεστήκοι λέγων
παῖσον, πολέμιός ἐστιν·
如果另一个老人站在一旁说“打,他是敌人!
ἕτερος δὲ
μὴ παίσῃς, υἱός ἐστι·
”,而另一个说“别打,他是儿子! ”。
πότερον ἀδίκημα μεῖζον, ἐχθροῦ κόλασιν ἐκλιπεῖν διὰ τὸν υἱὸν ἢ τεκνοκτονίᾳ περιπεσεῖν ὑπὸ τῆς πρὸς τὸν ἐχθρὸν ὀργῆς;
那么,因为儿子的缘故而放弃惩罚敌人,与因对敌人的愤怒而陷入杀子之痛,哪一个是更大的罪过?
ὁπότε τοίνυν οὐ μῖσός ἐστιν οὐδὲ θυμὸς ὁ πρὸς τὸν φόνον ἐξάγων ἡμᾶς οὐδʼ ἄμυνά τις οὐδὲ φόβος ὑπὲρ αὑτῶν, ἀλλʼ εἰς ἡδονῆς μέρος ἕστηκεν ἱερεῖον ἀνακεκλασμένῳ τραχήλῳ ὑποκείμενον, εἶτα λέγει τῶν φιλοσόφων ὁ μὲν
κατάκοψον, ἄλογόν ἐστι τὸ ζῷον.
因此,当我们并非因仇恨或愤怒而走向杀戮,也不是出于自卫或对自身的恐惧,而是那只被折弯了脖子的牺牲品躺在那里,成了享乐的一部分,此时,哲学家中有一人说:“宰了它,这动物是无理性的。
ὁ δὲ
ἀνάσχου·
”而另一人说:“住手!
τί γὰρ εἰ συγγενοῦς ἢ θεοῦ τινος ἐνταῦθα ψυχὴ κεχώρηκεν;
因为万一有亲人或某位神明的灵魂寄托在此处呢?
ἴσος γε, ὦ θεοί, καὶ ὅμοιος ὁ κίνδυνος ἕχει, ἂν ἀπειθῶ φαγεῖν κρέας, ἂν ἀπιστῶ φονεῦσαι τέκνον ἢ ἕτερον οἰκεῖον;
” 诸神啊! 如果我违抗命令不吃肉,与我不信警告而杀害了孩子或别的亲人,这两者的危险难道是等同而相似的吗?
§6οὐκ ἴσος δʼ ἔτι καὶ οὗτος ὁ ἀγὼν τοῖς Στωικοῖς ὑπὲρ τῆς σαρκοφαγίας.
此外,斯多亚派为食肉所作的这场辩护也是不对等的。
τίς γὰρ ὁ πολὺς τόνος· εἰς τὴν γαστέρα καὶ τὰ ὀπτανεῖα;
因为他们对口腹之欲和厨房的这般巨大热忱究竟是为了什么?
τί τὴν ἡδονὴν θηλύνοντες καὶ διαβάλλοντες ὡς οὔτʼ ἀγαθὸν οὔτε προηγούμενον οὔτʼ οἰκεῖον οὕτω περὶ τὰ τῶν ἡδονῶν ἐσπουδάκασι;
他们既然贬低享乐,指责它既非极善,非首选,亦非本性所亲近,为什么又对享乐之事如此热心?
καὶ μὴν ἀκόλουθον ἦν αὐτοῖς, εἰ μύρον ἐξελαύνουσι καὶ πέμμα τῶν συμποσίων, μᾶλλον αἷμα καὶ σάρκα δυσχεραίνειν.
然而,如果他们把香膏和糕点从宴席中驱逐出去,那么对他们来说更一致的做法应该是更加厌恶血与肉。
νῦν δʼ ὥσπερ εἰς τὰς ἐφημερίδας φιλοσοφοῦντες δαπάνην ἀφαιροῦσι τῶν δείπνων ἐν τοῖς ἀχρήστοις καὶ περιττοῖς, τὸ δʼ ἀνήμερον τῆς πολυτελείας καὶ φονικὸν οὐ παραιτοῦνται.
但如今,他们仿佛是为账本而进行哲学思考,削减了晚餐中无用且多余之物的开支,却不肯回避奢侈中野蛮且残杀的成分。
ναί, φησίν, οὐδὲν γὰρ ἡμῖν πρὸς τὰ ἄλογα δίκαιον ἔστιν.
“是的,”他说, “因为我们与无理性动物之间没有任何公正的关系。
οὐδὲ γὰρ πρὸς τὸ μύρον, φαίη τις ἄν, οὐδὲ πρὸς τὰ ξενικὰ τῶν ἡδυσμάτων ἀλλὰ καὶ τούτων ἀποτρέπεσθε, τὸ μὴ χρήσιμον μηδʼ ἀναγκαῖον ἐν ἡδονῇ πανταχόθεν ἐξελαύνοντες.
” “那么对香膏也没有,”有人会说,“对异国的调味品也没有;但你们连这些也避开,把享乐中既无用又非必要的东西从一切地方驱逐出去。
§7οὐ μὴν ἀλλὰ καὶ τοῦτʼ ἤδη σκεψώμεθα, τὸ μηδὲν εἶναι πρὸς τὰ ζῷα δίκαιον ἡμῖν, μηδὲ τεχνικῶς μηδὲ σοφιστικῶς, ἀλλὰ τοῖς πάθεσιν ἐμβλέψαντες τοῖς ἑαυτῶν καὶ πρὸς ἑαυτοὺς ἀνθρωπικῶς λαλήσαντες καὶ ἀνακρίναντες.
” 尽管如此,现在让我们来审视一下这一主张,即我们同动物之间没有公正,不是用专业或诡辩的方式,而是通过审视我们自己的情感,并以合乎人性的方式同自己对话和盘问。