← プルタルコス

冷の原理について

§4-6

冷たさが感覚される実体であることの論証

§4-6において、著者は冷たさが単なる熱の欠如ではなく独自の能力(本質)であることを、冷たさが感覚されることや、身体に具体的な差異(快楽や害、熱との葛藤)を引き起こすことを根拠に論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4

καὶ μὴν ψυχροῦ μὲν αἴσθησις ἔστιν, ὥσπερ καὶ θερμοῦ· στέρησις δʼ οὔθʼ ὁρατὸν οὔτʼ ἀκουστὸν οὔθʼ ἁπτὸν οὔτε ταῖς ἄλλαις αἰσθήσεσι γνωστόν. οὐσίας γάρ τινος αἴσθησις ἦν ὅπου δʼ οὐσία μὴ φαίνεται, νοεῖται στέρησις, οὐσίας ἀπόφασις οὖσα, καθάπερ ὄψεως τυφλότης καὶ φωνῆς σιωπὴ καὶ σώματος ἐρημία καὶ κενόν. οὔτε γὰρ κενοῦ διʼ ἁφῆς αἴσθησις ἔστιν, ἀλλʼ ὅπου μὴ γίγνεται σώματος ἁφή, κενοῦ γίγνεται νόησις οὔτε σιγῆς ἀκούομεν, ἀλλά, κἂν μηδενὸς ἀκούωμεν, σιγὴν νοοῦμεν· ὡς δʼ αὔτως καὶ τυφλῶν καὶ γυμνῶν καὶ ἀόπλων οὐκ αἴσθησις ἔστιν ἀλλʼ αἰσθήσεως ἀποφάσει νόησις. ἔδει1 τοίνυν μὴ γίγνεσθαι ψυχρῶν αἴσθησιν, ἀλλʼ ὅπου τὸ θερμὸν ἐπιλείπει νοεῖσθαι τὸ ψυχρόν, εἴπερ ἦν θερμοῦ στέρησις· εἰ δʼ, ὥσπερ τὸ θερμὸν ἀλέᾳ καὶ διακρίσει τῆς σαρκός, οὕτω συγκρίσει καὶ πυκνώσει τὸ ψυχρὸν αἰσθητόν ἐστι, δῆλον ὅτι καὶ ψυχρότητος ἰδία τις ἔστιν ἀρχὴ καὶ πηγὴ καθάπερ θερμότητος.

そしてまた、熱いものと同様に、冷たいものの感覚も存在する。しかし、欠如は、見ることも、聞くことも、触ることもできず、他のいかなる感覚によっても知ることはできない。なぜなら、感覚とは何らかの本質に対するものだからであり、本質が現れないところにおいて、本質の否定である欠如が思索されるのである。それは、視力に対する盲目、声に対する沈黙、身体に対する不在や空虚(空隙)がそうであるのと同様である。実際、触覚によって空虚を感知することはできず、身体の接触が生じないところで空虚の思考が生じるのであり、また、私たちは沈黙を聞くのではなく、たとえ何も聞こえなくても沈黙を思索するのである。同様に、盲目の人々、裸の人々、武器を持たない人々に対する感覚が存在するのではなく、感覚の否定によって思考が生じるのである。それゆえ、もし冷たさが熱の欠如であるならば、冷たいものの感覚は生じず、熱が不足するところで冷たさが思索されるべきであった。しかし、熱いものが皮膚の温まりと弛緩によって感じられるように、冷たいものが凝縮と凝固によって感じられるのだとしたら、熱さの場合と同様に、冷たさにもまた独自の始まりと源泉が存在することは明らかである。

§5

ἔτι τοίνυν ἕν τι καὶ ἁπλοῦν ἡ περὶ ἕκαστον εἶδος στέρησις, αἱ δʼ οὐσίαι πλείονας διαφορὰς καὶ δυνάμεις ἔχουσι μονοειδὲς γὰρ ἡ σιωπὴ ποικίλον δʼ ἡ φωνή, νῦν μὲν ἐνοχλοῦσα νῦν δὲ τέρπουσα τὴν αἴσθησιν. ἔχει δὲ τοιαύτας καὶ τὰ χρώματα καὶ τὰ σχήματα διαφοράς, ἐν αἷς ἄλλοτʼ ἄλλως τὸν προστυγχάνοντα διατίθησι τὸ δʼ ἀναφὲς καὶ ἄχρωστον καὶ ὅλως ἄποιον οὐκ ἔχει διαφοράν, ἀλλʼ ὅμοιόν ἐστιν.

さらにまた、個々の形相に関する欠如は単一で単純なものであるが、本質はより多くの差異と能力を有している。なぜなら、沈黙は単一の形相であるが、声は多様であり、あるときは感覚を煩わせ、あるときは楽しませるからである。色や形もまた、そのような差異を有しており、それらによって、接する者をその時々で異なった状態にする。これに対して、触れられず、色もなく、総じて性質のないものは差異を持たず、一様である。

§6

ἆρʼ οὖν ἔοικε τοῖς στερητικοῖς τούτοις τὸ ψυχρόν, ὥστε μὴ ποιεῖν ἐν τοῖς πάθεσι διαφοράν, ἢ τοὐναντίον ἡδοναί τε μεγάλαι καὶ ὠφέλιμοι τοῖς σώμασιν ἀπὸ ψυχρῶν ὑπάρχουσι καὶ βλάβαι πάλιν νεανικαὶ καὶ πόνοι καὶ βαρύτητες, ὑφʼ ὧν2 οὐκ ἀεὶ φεύγει καὶ ἀπολείπει τὸ θερμὸν ἀλλὰ πολλάκις ἐγκαταλαμβανόμενον ἀνθίσταται καὶ μάχεται, τῇ μάχῃ δʼ αὐτῶν ὄνομα φρίκη καὶ τρόμος, ἡττωμένῳ δὲ τῷ θερμῷ τὸ πήγνυσθαι καὶ ναρκᾶν ἐπιγίνεται, κρατοῦν δὲ τοῦ ψυχροῦ διάχυσιν παρέχει καὶ ἀλέαν τῷ σώματι μεθʼ ἡδονῆς, ὅπερ Ὅμηρος ἰαίνεσθαι κέκληκεν; ἀλλὰ ταῦτά γε παντὶ δῆλα· καὶ τούτοις οὐχ ἥκιστα τοῖς πάθεσιν ἐνδείκνυται τὸ ψυχρόν, ὅτι πρὸς τὸ θερμὸν ὡς οὐσία πρὸς οὐσίαν ἢ πάθος πρὸς πάθος οὐχ ὡς ἀπόφασις ἀντίκειται καὶ στέρησις, οὐδὲ φθορὰ τίς ἐστι τοῦ θερμοῦ καὶ ἀναίρεσις ἀλλὰ φθαρτικὴ φύσις καὶ δύναμις. ἢ καὶ τὸν χειμῶνα τῶν ὡρῶν καὶ τὰ βόρεια τῶν πνευμάτων ἐξέλωμεν, ὡς στερήσεις ὄντα τῶν θερμῶν καὶ νοτίων ἰδίαν δʼ ἀρχὴν οὐκ ἔχοντα.

それでは、冷たさはこれらの欠如的なものに似ており、引き起こす状態に差異を生じさせないのだろうか。それとも反対に、冷たいものから身体に対して、多大で有益な快楽が生じる一方で、また激しい害、痛み、重苦しさも生じるのだろうか。これらによって、熱は常に逃げ去り退去するわけではなく、しばしば閉じ込められて抵抗し、闘うのである。そして彼らの闘いの名は「悪寒」や「戦慄」であり、熱が敗北すると、凝固や麻痺が引き起こされる。しかし熱が冷たさに勝利すると、身体に喜びを伴う弛緩と温もりをもたらす。これこそ、ホメロスが「温められる」と呼んだものである。しかし、これらは誰の目にも明らかである。そして、これらの状態によって、冷たさが熱さに対して、否定や欠如としてではなく、実体に対する実体、あるいは状態に対する状態として対立していること、また熱の何らかの破滅や消滅ではなく、破壊的な自然であり能力であることが、何よりも示されている。あるいは、季節のうちの冬や、風のうちの北風を、熱いものや南風の欠如にすぎず、独自の始まりを持たないものとして、私たちが排除し去るべきだとでもいうのだろうか。

構文注2 件
  1. 947bἔδει

    非人称動詞δεῖの未完了過去形であるἔδειは、ここでは反実仮想(事実に反する当然の帰結)を表す。「(もし冷たさが熱の欠如にすぎないならば)冷たいものの感覚は生じないはずであった(が、実際には感覚されている)」という論脈を示す。

  2. 947cὑφʼ ὧν

    関係詞句ὑφʼ ὧν(前置詞ὑπό+属格複数)は、直前の「害、痛み、重苦しさ」を先行詞とし、冷たさの影響下での「熱」(τὸ θερμόν)の振る舞いの原因を示す。これに続く受動分詞ἐγκαταλαμβανόμενονはτὸ θερμόνに一致し、「熱が(それらの害や痛みに)取り込まれて」という意味になる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 1 件
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0007.tlg127.humanitext-grc3:4-6