§1εστι τις ἆρα τοῦ ψυχροῦ δύναμις, ὦ Φαβωρῖνε, πρώτη καὶ οὐσία, καθάπερ τοῦ θερμοῦ τὸ πῦρ, ἧς παρουσίᾳ τινὶ καὶ μετοχῇ γίνεται τῶν ἄλλων ἕκαστον ψυχρόν·
费沃里努斯啊,正如火之于热,冷是否也有某种原初的力量和本质,由于它的某种呈现和参与,其他万物才变得寒冷?
ἢ μᾶλλον ἡ ψυχρότης στέρησὶς ἐστι θερμότητος, ὥσπερ τοῦ φωτὸς τὸ σκότος λέγουσι καὶ τῆς κινήσεως τὴν στάσιν;
或者说,寒冷更确切地说是热的匮乏,正如人们说黑暗是光的匮乏,静止是运动的匮乏一样?
ἐπεὶ καὶ τὸ ψυχρὸν ἔοικε στάσιμον εἶναι, κινητικὸν δὲ τὸ θερμόν·
因为冷似乎是静止的,而热是能动的。
αἵ τε τῶν θερμῶν καταψύξεις οὐδεμιᾶς παρουσίᾳ γίγνονται δυνάμεως, ἀλλʼ ἐκστάσει θερμότητος· ἅμα γὰρ ἀπιοῦσα πολλὴ φαίνεται καὶ ψύχεται τὸ ὑπολειπόμενον·
而且,热物的冷却并非由于任何力量的呈现而产生,而是由于热的撤退;因为随着热的离去,显然有大量的热流逝,而留下的部分则变冷。
ὁ γὰρ ἀτμός, ὃν τὰ ζέοντα τῶν ὑδάτων μεθίησιν, ἀπιόντι τῷ θερμῷ συνεκπίπτει διὸ καὶ μειοῖ τὸ πλῆθος ἡ περίψυξις ἐκκρίνουσα τὸ θερμόν, ἑτέρου μηδενὸς ἐπεισιόντος.
因为沸水所释放的蒸汽是随着热的离去而一同逸出的;因此,冷却通过排斥热量而减少了总量,而没有其他任何东西进入。
§2ἢ πρῶτον μὲν ἄν τις ὑπίδοιτο τοῦ λόγου τούτου τὸ πολλὰς τῶν ἐμφανῶν ἀναιρεῖν δυνάμεων, ὡς οὐ ποιότητας οὐδʼ ἕξεις ἕξεων δὲ καὶ ποιοτήτων στερήσεις, βαρύτητα μὲν κουφότητος καὶ σκληρότητα μαλακότητος τὸ μέλαν δὲ τοῦ λευκοῦ καὶ τὸ πικρὸν αξ τοῦ γλυκέος, καὶ ὧν ἕκαστον ἑκάστῳ πέφυκεν ἀντιδε πριιιιδο. ἀντικεῖσθαι κατὰ δύναμιν, οὐχ ὼγ ἕξει στέρησις·
或者,首先有人会怀疑这种论点消除了许多显而易见的力量,把它们当成了不是性质或状态,而是状态和性质的匮乏:把重当成轻的匮乏,把硬当成软的匮乏,把黑当成白的匮乏,把苦当成甜的匮乏,以及所有那些按其力量天生相互对立的事物,而不是作为对状态的匮乏。
ἔπειθʼ ὅτι πᾶσα στέρησις ἀργόν ἐστι καὶ ἄπρακτον, ὡς τυφλότης; καὶ κωφότης καὶ σιωπὴ καὶ θάνατος; ἐκστάσεις γάρ εἰσιν εἰδῶν καὶ ἀναιρέσεις οὐσιῶν, οὐ φύσεις τινὲς οὐδʼ οὐσίαι καθʼ ἑαυτάς ἡ δὲ ψυχρότης οὐκ ἐλάττονα τῆς θερμότητος ἐγγιγνομένη τοῖς σώμασι πάθη καὶ μεταβολὰς ἐνεργάζεσθαι πέφυκε·
其次,因为一切匮乏都是惰性且无所作为的,如盲、聋、静默和死亡;因为它们是形相的丧失和本质的消亡,本身并不是某种自然或本质。
καὶ γὰρ πήγνυται πολλὰ τῷ ψυχρῷ καὶ συγκρίνεται καὶ πυκνοῦται·
然而,冷在物体中产生时,天生能产生不亚于热的强烈影响和变化;因为许多东西因冷而凝固、凝聚和浓缩。
καὶ τὸ στάσιμον αὐτῷ καὶ δυσκίνητον οὐκ ἀργόν ἐστιν, ἀλλʼ ἐμβριθὲς καὶ βέβαιον, ὑπὸ ῥώμης συνερειστικὸν καὶ συνεκτικὸν ἐχούσης; τόνον.
冷所具有的静止和难以移动的特性并非无所作为,而是沉重和稳固的,由具有张力的力量支撑并维系着。
ὅθεν ἡ μὲν στέρησις ἔκλειψις γίγνεται καὶ ὑποχώρησις τῆς ἀντικειμένης δυνάμεως, ψύχεται δὲ πολλά, πολλῆς αὐτοῖς θερμότητος ἐνυπαρχούσης ἔνια δὲ καὶ μᾶλλον ἡ ψυχρότης, ἂν λάβῃ θερμότερα, πήγνυσι καὶ συνάγει, καθάπερ τὸν βαπτόμενον σίδηρον οἱ δὲ Στωικοὶ καὶ τὸ πνεῦμα λέγουσιν ἐν τοῖς σώμασι τῶν βρεφῶν τῇ περιψύξει στομοῦσθαι καὶ μεταβάλλον ἐκ φύσεως γίγνεσθαι ψυχήν·
因此,匮乏是对立力量的消逝和退让,而许多东西在变冷时,其中仍含有大量的热;甚至在某些情况下,如果冷遇到了更热的东西,它会使之更加凝固和收缩,就像被淬火的铁一样。 斯多葛学派甚至说,婴儿体内的气息(pneuma)通过冷却而被锻炼,从自然转变为灵魂。
ἀλλὰ τοῦτο μὲν ἀμφισβητήσιμον, ἑτέρων δὲ πολλῶν τὴν ψυχρότητα φαινομένην δημιουργὸν οὐκ ἄξιον ἡγεῖσθαι στέρησιν.
但是,尽管这一点存在争议,但由于冷在许多其他事物中显然是创造者,因此不应将其视为一种匮乏。
§3ἔτι στέρησις μὲν οὐδεμία δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐδʼ ἂν εἴποι τις ἕτερον ἑτέρου μᾶλλον πεπηρῶσθαι τῶν μὴ βλεπόντων ἢ σιωπᾶν τῶν μὴ φθεγγομένων ἢ τεθνάναι τῶν μὴ ζώντων.
此外,任何匮乏都不接受“较多”和“较少”,也没有人会说,在看不见的人中,这一个比那一个更瞎;或者在不说话的人中,这一个比那一个更沉默;或者在不活的人中,这一个比那一个更死。
ἐν δὲ τοῖς ψυχροῖς πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον ἔνεστι καὶ τὸ λίαν καὶ τὸ μὴ λίαν καὶ ὅλως ἐπιτάσεις καὶ ἀνέσεις, ὥσπερ ἐν τοῖς θερμοῖς, διὰ τὸ τὴν ὕλην πῆ μὲν σφόδρα πῆ δʼ ἠρέμα πάσχουσαν ὑπὸ τῶν ἐναντίων δυνάμεων ἕτερα μᾶλλον ἑτέρων καὶ θερμότερα καὶ ψυχρότερα παρέχειν ἐξ ἑαυτῆς.
但在冷物中,存在着大量的“较多”和“较少”、“极度”和“非极度”,以及总体的增强和减弱,就像在热物中一样。 这是因为质料在对立力量的作用下,时而强烈,时而温和地受影响,从而由自身产生出比其他事物更热或更冷的东西。
καὶ γὰρ ἕξεως μὲν οὐκ ἔστι μῖξις πρὸς στέρησιν οὐδʼ ἀναδέχεται δύναμις οὐδεμία τὴν ἀντικειμένην αὐτῇ στέρησιν ἐπιοῦσαν οὐδὲ ποιεῖ κοινωνὸν ἀλλʼ ἀντεξανίσταται θερμὰ δʼ ἐστίν,, ἄχρι οὗ κεραννύμενα ψυχροῖς ὑπομένει, καθάπερ μέλανα λευκοῖς καὶ βαρέσιν ὁζέα καὶ γλυκέσιν αὐστηρά, παρέχοντα τῇ κοινωνίᾳ ταύτῃ καὶ ἁρμονίᾳ χρωμάτων τε καὶ φθόγγων καὶ φαρμάκων καὶ ὄψων προσφιλεῖς πολλὰς καὶ φιλανθρώπους γενέσεις.
因为状态与匮乏是不能混合的,任何力量在对立的匮乏侵入时都不接受它,也不与它共享,而是相互排斥。 然而,热物之所以能维持,直到与冷物混合为止,就像黑之于白、重(低音)之于轻(高音)、涩之于甜一样,通过色彩、声音、药物以及菜肴的这种结合与和谐,带来了许多令人愉悦且有益于人类的生成。
ἡ μὲν γὰρ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις πολεμικὴ καὶ ἀσύμβατός ἐστιν, οὐσίαν θατέρου τὴν θατέρου φθορὰν ἔχοντος·
因为基于匮乏和状态的对立是敌对且不可调和的,其中一方的存在即意味着另一方的毁灭;但基于对立力量的对立,若得其时,不仅为技艺所广泛利用,更被自然大量应用于其他生成以及空气的变化中。
τῇ δὲ κατὰ τὰς ἐναντίας δυνάμεις καιροῦ τυχούσῃ πολλὰ μὲν αἱ τέχναι χρῶνται, πλεῖστα δʼ ἡ φύσις ἔν τε ταῖς ἄλλαις γενέσεσι καὶ ταῖς περὶ τὸν ἀέρα τροπαῖς, καὶ ὅσα διακοσμῶν καὶ βραβεύων ὁ θεὸς ἁρμονικὸς καλεῖται καὶ μουσικὸς, οὐ βαρύτητας συναρμόττων καὶ ὀξύτητας οὐδὲ λευκὰ καὶ μέλανα συμφώνως ὁμιλοῦντα παρέχων ἀλλήλοις, ἀλλὰ τὴν τῆς θερμότητος καὶ ψυχρότητος ἐν κόσμῳ κοινωνίαν καὶ διαφορὰν, ὅπως συνοίσονταί τε μετρίως καὶ διοίσονται πάλιν, ἐπιτροπεύων καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρῶν εἰς τὸ δέον ἀμφοτέρας καθίστησι.
而神在整理和裁判这一切时,被称为“和谐之神”和“音乐之神”,并不是因为他调和了低音和高音,也不是因为他让白与黑和谐地共处,而是因为他主管着宇宙中热与冷的结合和差异,使它们适度地相聚并再次分离,通过监管、去除各自的过剩,使两者都达到适度的状态。