Humanitext Reader

普鲁塔克 · 自然诸因 §16-19

谷物的播种与钓线材质及章鱼的变色机制

第 5 段,共 9 段 · 希腊语

内容简介

讨论了麦类与大麦的不同播种法、钓线采用雄马毛的原因以及鱿鱼和章鱼感知风暴的习性。并结合恩培多克勒的“流溢物”理论,从多孔性皮肤和捕捉微细粒子的角度解释了章鱼改变颜色并拟态的机制。

§16διὰ τί λέγεται "σῖτον ἐν πηλῷ φύτευε, τὴν δὲ κριθὴν ἐν κόνει;
为什么说:“麦植于泥,大麦植于尘”?
" πότερον, ὡς εἰρήκαμεν, ὁ μὲν δύναται πλείονος τροφῆς κατακρατεῖν ἡ δʼ οὐ φέρει τὸ πολὺ καὶ κατακλύζον, ἢ πυκνὸς ὢν ὁ πυρὸς καὶ ξυλώδης φύεται βέλτιον ἐν ὑγρῷ μαλαττόμενος καὶ χυλούμενος, τῇ δὲ κριθῇ διὰ μανότητα σύμφορον ἐν ἀρχῇ τὸ ξηρότερον, ἢ διὰ θερμότητα σύμμετρος καὶ ἀβλαβὴς; ἡ κρᾶσις ψυχρότερον δʼ ἡ κριθή·
是像我们所说的那样,前者能够吸收较多的养分,而后者则不能承受多而淹没它的养分,或者,因为小麦致密且具木质,在湿润中软化并多汁时生长得更好,而对于大麦,由于其稀疏,开始时较干燥的状态更为有益,或者,由于[小麦的] 热量,其调和(体质)适度且无害,而大麦则较冷?
ἢ φοβοῦνται τὸν πυρὸν ἐν ξηρῷ τρίβειν διὰ τοὺς μύρμηκας, εὐθὺς γὰρ ἐπιτίθενται, εἰς δὲ κριθὰς ἧττον φέρονται, δυσβάστακτοι γάρ εἰσι καὶ δυσπαρακόμιστοι διὰ μέγεθος;
或者,他们害怕因为蚂蚁而在干燥的土地里播种小麦,因为蚂蚁会立刻袭击它,但较少向大麦聚集,因为大麦由于其尺寸而难以搬运和运输?
§17διὰ τί τῶν ἀρρένων ἵππων μᾶλλον ἢ τῶν θηλειῶν τὰς τρίχας εἰς τὴν ὁρμιὰν λαμβάνουσι;
为什么他们取雄马的毛比取雌马的毛更多地用于作鱼线?
πότερον, ὡς τοῖς ἄλλοις τὸ ἄρρεν τοῦ θήλεος μέρεσι, καὶ ταῖς θριξὶν εὐτονώτερόν ἐστιν·
是因为,就像在其他部位雄性比雌性更强壮一样,在毛发上也是如此吗?
ἢ μᾶλλον διὰ τὸ οὖρον οἴονται τὰς τρίχας τῶν θηλειῶν βρεχομένας γίγνεσθαι χείρονας;
或者更确切地说,是因为他们认为雌马的毛因被尿液浸湿而变得更差?
§18διὰ τί τευθὶς φαινομένη σημεῖόν ἐστι μεγάλου χειμῶνος;
为什么鱿鱼现身是大风暴(严冬)的预兆?
ἦ πάντα φύσει τὰ μαλάκια δύσριγα διὰ γυμνότητα τῆς σαρκὸς καὶ ψιλότητα, μήτʼ ὀστράκῳ μήτε δέρματι μήτε λεπίδι σκεπομένης ἀλλʼ ἐντὸς ἐχούσης τὸ σκληρὸν καὶ ὀστεῶδες, διὸ καὶ κέκληται μαλάκια;
是因为所有软体动物由于肉体裸露无遮蔽,既没有壳也没有皮或鳞片覆盖,而是将坚硬骨质的部分藏在内部,因而在天性上怕冷吗(因此也被称为软体动物)?
ταχὺ δὴ προαισθάνεται διʼ εὐπάθειαν τοῦ χειμῶνος·
因此,由于其敏感性,它们很快便预先察觉到风暴。
ὅθεν ὁ μὲν πολύπους εἰς γῆν ἀνατρέχει καὶ τῶν πετριδίων ἀντιλαμβανόμενος σημεῖόν ἐστι πνεύματος ὅσον οὔπω παρόντος, ἡ δὲ τευθὶς ἐξάλλεται, φεύγουσα τὸ ψῦχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάττης· καὶ γὰρ ἔχει μάλιστα τῶν μαλακίων εὔθρυπτον καὶ ἁπαλὸν τὸ σαρκῶδες.
因此,章鱼奔向陆地,并紧抱小石子,这便是风即将来临的预兆;而鱿鱼则跃出水面,逃避寒冷和深海的扰动;因为在所有软体动物中,它拥有最易碎且娇嫩的肉质。
§19διὰ τί τὴν χρόαν ὁ πολύπους ἐξαλλάττει;
为什么章鱼会改变颜色?
πότερον, ὡς Θεόφραστος ᾤετο, δειλόν ἐστι φύσει ζῷον ὅταν οὖν ταραχθῇ τρεπόμενον τῷ πνεύματι, συμμεταβάλλει τὸ χρῶμα καθάπερ ἄνθρωπος·
是像狄奥弗拉斯图斯所认为的那样,它天生是一种胆小的动物;因此,当它受到扰动、其气息发生转变时,它便像人一样一同改变颜色吗?
διὸ καὶ λέλεκται "τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρώς· " ἢ τοῦτο πρὸς τὴν μεταβολὴν πιθανῶς λέλεκται πρὸς δὲ τὴν ἐξομοίωσιν οὐχ ἱκανῶς;
因此也有诗云: “懦夫之色易变”;或者,这说法对于“变化”而言说得通,但对于“同化”而言则不够充分?
μεταβάλλει γὰρ οὕτως, ὥστε τὴν χρόαν αἷς ἂν πλησιάζῃ πέτραις ὁμοιοῦν·
因为它的改变达到了这样的程度,以至于使其颜色与它所接近的任何岩石相似。
πρὸς ὃ καὶ Πίνδαρος ἐποίησε " ποντίου θηρὸς χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει " καὶ Θέογνις " πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ, τῇ προσομιλήσῃ, τοῖος·
对此,品达也曾写道: “将心意最贴合于海兽之肤,与所有的城邦交往。
ἰδεῖν ἐφάνη.
” 还有塞奥格尼斯: “当持多色章鱼之心,它在与其接触的岩石上,看起来便化为该石之色。
" τοῦτο δὴ καὶ τοὺς πανουργίᾳ καὶ δεινότητι ὑπερφέροντας ἔχειν τὸ ἐπιτήδευμα λέγουσιν, ὡς ὑπὲρ τοῦ λαθεῖν καὶ διαφυγεῖν τοὺς πλησίον ἑαυτοὺς ἀεὶ ἀπεικάζειν πολύποδι.
” 事实上,人们说那些在狡诈和精明上超群的人也有这种行径,为了不被发现并避开邻人,总是将自己同化于章鱼。
ἢ καθάπερ ἐσθῆτι τῇ χρόᾳ νομίζουσι χρῆσθαι, ῥᾳδίως οὕτως ᾗ βούλεται μετενδυόμενον;
或者,他们认为它将颜色当作衣服来使用,能如此轻易地按其所愿换装?
ἆρʼ οὖν τὴν μὲν ἀρχὴν αὐτὸς ἐνδίδωσι τοῦ πάθους δείσας, τὰ δὲ κύρια τῆς αἰτίας ἐν ἄλλοις ἐστί;
那么,难道是章鱼自己因恐惧而引发了这种变化的开端,而起支配作用的主因则在于其他事物之中吗?
σκόπει δή, κατʼ Ἐμπεδοκλέα "γνοὺς ὅτι πάντων εἰσὶν ἀπορροαὶ ὅσσʼ ἐγένοντο· " οὐ γὰρ ζῴων μόνον οὐδὲ φυτῶν οὐδὲ γῆς καὶ θαλάττης, ἀλλὰ καὶ λίθων ἄπεισιν ἐνδελεχῶς πολλὰ ῥεύματα καὶ χαλκοῦ καὶ σιδήρου· καὶ γὰρ φθείρεται πάντα καὶ ὄδωδε τῷ ῥεῖν ἀεί τι καὶ φέρεσθαι συνεχῶς· καὶ γὰρ ἕλξεις ἢ ἐπιπηδήσεις ποιοῦσι ταῖς ἀπορροαῖς, οἱ μὲν ἐμπλοκὰς αὐτῶν οἱ δὲ πληγὰς οἱ δʼ ὤσεις τινὰς καὶ περιελάσεις ὑποτιθέμενοι.
那么请根据恩培多克勒的思想来考虑: “当知凡受生之物皆有流溢出之物”;因为不单是从动物、植物、陆地和海洋中,甚至从石头、青铜和铁器中,也源源不断地有许多流束逸散;因为实际上,一切事物由于总有东西在流出并持续被带走,因而都会磨损并散发出气味;因为实际上,他们通过这些流溢物产生吸引或排斥,有人假设它们相互缠绕,有人假设它们撞击,还有人假设它们产生某些推挤和旋转。
μάλιστα δὲ τῶν παράλων πετρῶν ἐπιρραινομένων καὶ ψηχομένων ὑπὸ τῆς θαλάττης, ἀπιέναι μέρη καὶ θραύσματα πολλὰ καὶ λεπτὰ εἰκὸς συνεχῶς, ἃ τοῖς χρώμασιν ἀλλήλων διαφέροντα τοῖς μὲν ἄλλοις οὐ προσίσχεται σώμασιν ἀλλὰ λανθάνει περιολισθάνοντα τῶν πυκνοτέρους ἐχόντων πόρους ἢ διεκθέοντα τῶν μανοτέρους.
特别是当沿岸的岩石被海水冲刷和摩擦时,很自然地,许多细小的部分和碎片会源源不断地逸出,这些碎片彼此颜色各异,并不附着在其他物体上,而是通过从那些孔隙较致密的物体上滑落,或者穿过那些孔隙较稀疏的物体,从而不被察觉。
ὁ δὲ πολύπους τήν τε σάρκα προσιδεῖν αὐτόθεν ἀνθρηνιώδης καὶ πολύπορος καὶ δεκτικὸς ἀπορροῶν ἐστιν· ὅταν δὲ δείσῃ, τῷ πνεύματι τρεπόμενος καὶ τρέπων οἷον ἔσφιγξε τὸ σῶμα καὶ συνήγαγεν, ὥστε προσδέχεσθαι καὶ στέγειν ἐπιπολῆς τὰς τῶν ἐγγὺς ἀπορροάς· καὶ γὰρ ἡ τραχύτης μετὰ τῆς μαλακότητος ἕλικας παρέχουσα τοῖς ἐπιφερομένοις μέρεσι μὴ σκεδαννυμένοις ἀλλʼ ἀθροιζομένοις καὶ προσμένουσι, σύγχρουν ἀπεργάζεται τὴν ἐπιφάνειαν τοῖς ἐγγύτατʼ οὖσιν.
然而章鱼,直接看它的肉,就像蜂巢一样且多孔,非常容易吸收流溢物;而当它害怕时,其气息发生转变且它也转变自身,仿佛勒紧并收缩了身体,从而在其表面接收并保留邻近事物的流溢物;因为实际上,其粗糙与柔软相结合,为运载而来的微粒提供了盘绕缠结处,使它们不致散逸,而是聚集并留存,从而使它的表面颜色与最邻近的事物相同。
τεκμήριον δὲ τῆς αἰτίας μέγα τὸ μήτε τοῦτον πᾶσιν ἐξομοιοῦσθαι τοῖς πλησίον μήτε τὸν χαμαιλέοντα τοῖς λευκοῖς χρώμασιν, ἀλλὰ μόνοις ἑκάτερον, ὧν ταῖς ἀπορροαῖς πόρους συμμέτρους ἔχουσιν.
这一原因的一个重大证据是,既非这只动物能与身旁的所有事物同化,也非变色龙能与白色同化,而各自只能与它们为其流溢物拥有相合孔隙的事物同化。

词汇与语法注释

  1. 915fἢ διὰ θερμότητα σύμμετρος καὶ ἀβλαβὴς; ἡ ¦20¦ κρᾶσις — 译作“或者,由于热量,[小麦的] 调和(体质)适度且无害,而大麦则较冷”。尽管部分抄本在 `ἀβλαβής` 后留有问号 `;`,但从句法上看,`ἡ κρᾶσις` 是 `σύμμετρος καὶ ἀβλαβής` 的主语,此句与接下来的 `ψυχρότερον δʼ ἡ κριθή` 构成对比。
  2. 916eπροσιδεῖν αὐτόθεν — 不定词 `προσιδεῖν` 为限制性不定词(表示视角的用法),意为“看起来”、“乍看之下”,用于修饰形容词 `ἀνθρηνιώδης`(如蜂巢般的)与 `πολύπορος`(多孔的)。
  3. 916fὧν ταῖς ἀπορροαῖς — 关系代词 `ὧν` 的先行词指代前文 `πλησίον`(邻近之物)与 `λευκοῖς χρώμασιν`(白色)中选项所暗示的各个具体对象。主动词 `ἔχουσιν` 为复数形式,其主语虽为 `ἑκάτερον`(“各自”,单数),但这里采用了“按意义一致”(σχῆμα πρὸς τὸ σημαινόμενον)的句法,指代章鱼和变色龙两者。

引用这一段

普鲁塔克, 自然诸因 §16-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg125.humanitext-grc2:16-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。