Humanitext Reader

プルタルコス · 自然学的諸問題 §16-19

穀物の播種と釣糸の素材およびタコの体色変化

5 / 9 箇所 · ギリシア語

要旨

小麦や大麦の播き時、釣糸への雄馬の毛の採用、イカやタコが嵐を予知する理由を論じる。また、タコが周囲に擬態して体色を変化させるメカニズムについて、エンペドクレスの流出物理論を用いて多孔質な皮膚と微粒子の捕捉現象から説明する。

§16διὰ τί λέγεται "σῖτον ἐν πηλῷ φύτευε, τὴν δὲ κριθὴν ἐν κόνει;
なぜ「小麦は泥の中に、大麦は塵の中に植えよ」と言われるのか。
" πότερον, ὡς εἰρήκαμεν, ὁ μὲν δύναται πλείονος τροφῆς κατακρατεῖν ἡ δʼ οὐ φέρει τὸ πολὺ καὶ κατακλύζον, ἢ πυκνὸς ὢν ὁ πυρὸς καὶ ξυλώδης φύεται βέλτιον ἐν ὑγρῷ μαλαττόμενος καὶ χυλούμενος, τῇ δὲ κριθῇ διὰ μανότητα σύμφορον ἐν ἀρχῇ τὸ ξηρότερον, ἢ διὰ θερμότητα σύμμετρος καὶ ἀβλαβὴς; ἡ κρᾶσις ψυχρότερον δʼ ἡ κριθή·
それは、前に言ったように、一方はより多くの養分を吸収して耐えることができるが、他方は多量で押し流すような養分に耐えられないからだろうか。 あるいは、小麦は密度が濃く木質であるため、湿気の中で柔らかくなり液汁化することでより良く育ち、大麦にとっては、その密度が粗いために、初めはより乾燥していることが有益だからだろうか。 あるいは、[小麦は] その熱量のおかげで、[土との] 調和(気質)が適度で無害であるのに対し、大麦はより冷たいからだろうか。
ἢ φοβοῦνται τὸν πυρὸν ἐν ξηρῷ τρίβειν διὰ τοὺς μύρμηκας, εὐθὺς γὰρ ἐπιτίθενται, εἰς δὲ κριθὰς ἧττον φέρονται, δυσβάστακτοι γάρ εἰσι καὶ δυσπαρακόμιστοι διὰ μέγεθος;
あるいは、アリを恐れて乾燥した土に小麦を播くのを避けるからだろうか。 実際、アリはすぐに襲いかかるが、大麦のほうにはそれほど向かわない。 なぜなら、大麦はその大きさのために、持ち運びづらく運搬しにくいからである。
§17διὰ τί τῶν ἀρρένων ἵππων μᾶλλον ἢ τῶν θηλειῶν τὰς τρίχας εἰς τὴν ὁρμιὰν λαμβάνουσι;
なぜ、雌の馬よりも雄の馬の毛を釣糸のために採るのか。
πότερον, ὡς τοῖς ἄλλοις τὸ ἄρρεν τοῦ θήλεος μέρεσι, καὶ ταῖς θριξὶν εὐτονώτερόν ἐστιν·
雄は他の諸部分において雌よりも頑丈であるように、毛においてもより強靭であるからだろうか。
ἢ μᾶλλον διὰ τὸ οὖρον οἴονται τὰς τρίχας τῶν θηλειῶν βρεχομένας γίγνεσθαι χείρονας;
あるいはむしろ、尿のために雌の毛は濡れて品質が悪くなると考えられているからだろうか。
§18διὰ τί τευθὶς φαινομένη σημεῖόν ἐστι μεγάλου χειμῶνος;
なぜジンドウイカが現れることが、大嵐の兆候となるのか。
ἦ πάντα φύσει τὰ μαλάκια δύσριγα διὰ γυμνότητα τῆς σαρκὸς καὶ ψιλότητα, μήτʼ ὀστράκῳ μήτε δέρματι μήτε λεπίδι σκεπομένης ἀλλʼ ἐντὸς ἐχούσης τὸ σκληρὸν καὶ ὀστεῶδες, διὸ καὶ κέκληται μαλάκια;
すべての軟体動物は、肉が剥き出しで露出しており、殻でも皮でも鱗でも覆われず、むしろ内部に硬い骨質のものを持っているために、生まれつき寒さに弱いからだろうか(それゆえに軟体動物とも呼ばれるのである)。
ταχὺ δὴ προαισθάνεται διʼ εὐπάθειαν τοῦ χειμῶνος·
それゆえに、寒さを感じやすいために嵐をいち早く予感する。
ὅθεν ὁ μὲν πολύπους εἰς γῆν ἀνατρέχει καὶ τῶν πετριδίων ἀντιλαμβανόμενος σημεῖόν ἐστι πνεύματος ὅσον οὔπω παρόντος, ἡ δὲ τευθὶς ἐξάλλεται, φεύγουσα τὸ ψῦχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάττης·
そのため、タコは浅瀬へと逃げ上り、小石にしがみつくが、これが、風が今にも来ようとしている兆候となる。 一方、ジンドウイカは、寒さと海の深部の攪乱を避けて水上に飛び出す。
καὶ γὰρ ἔχει μάλιστα τῶν μαλακίων εὔθρυπτον καὶ ἁπαλὸν τὸ σαρκῶδες.
実際、それは軟体動物の中でもとりわけ壊れやすく柔らかい肉質を持っているからである。
§19διὰ τί τὴν χρόαν ὁ πολύπους ἐξαλλάττει;
なぜタコはその体色を変えるのか。
πότερον, ὡς Θεόφραστος ᾤετο, δειλόν ἐστι φύσει ζῷον ὅταν οὖν ταραχθῇ τρεπόμενον τῷ πνεύματι, συμμεταβάλλει τὸ χρῶμα καθάπερ ἄνθρωπος·
ユーザーが考えたように、それは生まれつき臆病な動物であり、それゆえに動揺したとき、気の転向によって人間のように体色を共に変化させるのだろうか。
διὸ καὶ λέλεκται "τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρώς·
それゆえに、「卑怯者の顔色は変わるものである」とも言われている。
" ἢ τοῦτο πρὸς τὴν μεταβολὴν πιθανῶς λέλεκται πρὸς δὲ τὴν ἐξομοίωσιν οὐχ ἱκανῶς;
あるいは、この説は変化については説得力をもって語られているが、同化については不十分なのだろうか。
μεταβάλλει γὰρ οὕτως, ὥστε τὴν χρόαν αἷς ἂν πλησιάζῃ πέτραις ὁμοιοῦν·
なぜなら、それは近づく岩のすべてにその体色を似せるように変化するからである。
πρὸς ὃ καὶ Πίνδαρος ἐποίησε " ποντίου θηρὸς χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει " καὶ Θέογνις " πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ, τῇ προσομιλήσῃ, τοῖος· ἰδεῖν ἐφάνη. " τοῦτο δὴ καὶ τοὺς πανουργίᾳ καὶ δεινότητι ὑπερφέροντας ἔχειν τὸ ἐπιτήδευμα λέγουσιν, ὡς ὑπὲρ τοῦ λαθεῖν καὶ διαφυγεῖν τοὺς πλησίον ἑαυτοὺς ἀεὶ ἀπεικάζειν πολύποδι.
これに対してピンダロスも次のように詠んでいる。 「海の獣の肌にその心を最もよく似せて、すべての都市に交われ」そしてテオグニスも。 「さまざまな色をもつタコの心を持ちなさい。 それは岩に向かい、交わったその岩と、見かけ上同じになるのだから」実際、狡猾さと油断のなさにおいて際立っている人々もこの習性を持っており、他者から隠れ、逃れるために、自分自身を常にタコに擬していると言われている。
ἢ καθάπερ ἐσθῆτι τῇ χρόᾳ νομίζουσι χρῆσθαι, ῥᾳδίως οὕτως ᾗ βούλεται μετενδυόμενον;
あるいは、体色を衣服のように用いて、望む通りにそれを簡単に着替えていると彼らは考えているのだろうか。
ἆρʼ οὖν τὴν μὲν ἀρχὴν αὐτὸς ἐνδίδωσι τοῦ πάθους δείσας, τὰ δὲ κύρια τῆς αἰτίας ἐν ἄλλοις ἐστί;
それなら、タコ自身は恐れによってその状態の始まりを与えるだけで、その変化原因の主たる部分は他のものの中にあるのだろうか。
σκόπει δή, κατʼ Ἐμπεδοκλέα "γνοὺς ὅτι πάντων εἰσὶν ἀπορροαὶ ὅσσʼ ἐγένοντο·
それなら、エンペドクレスに従って、「生じたすべてのものには流出物があることを知りつつ」考えてみなさい。
" οὐ γὰρ ζῴων μόνον οὐδὲ φυτῶν οὐδὲ γῆς καὶ θαλάττης, ἀλλὰ καὶ λίθων ἄπεισιν ἐνδελεχῶς πολλὰ ῥεύματα καὶ χαλκοῦ καὶ σιδήρου·
なぜなら、動物や植物、陸や海からだけでなく、石や銅、鉄からも絶えず多くの流れが去っていくからである。
καὶ γὰρ φθείρεται πάντα καὶ ὄδωδε τῷ ῥεῖν ἀεί τι καὶ φέρεσθαι συνεχῶς·
実際、すべてのものは常に何かが流れ出し、絶えず運ばれることによって、磨耗し、匂いを放つのである。
καὶ γὰρ ἕλξεις ἢ ἐπιπηδήσεις ποιοῦσι ταῖς ἀπορροαῖς, οἱ μὲν ἐμπλοκὰς αὐτῶν οἱ δὲ πληγὰς οἱ δʼ ὤσεις τινὰς καὶ περιελάσεις ὑποτιθέμενοι.
実際、流出物によって引力や反発が生じるのであり、ある人々はそれらの絡み合いを、他の人々は衝突を、また別の人々は押し出しや回転運動をその原因と仮定している。
μάλιστα δὲ τῶν παράλων πετρῶν ἐπιρραινομένων καὶ ψηχομένων ὑπὸ τῆς θαλάττης, ἀπιέναι μέρη καὶ θραύσματα πολλὰ καὶ λεπτὰ εἰκὸς συνεχῶς, ἃ τοῖς χρώμασιν ἀλλήλων διαφέροντα τοῖς μὲν ἄλλοις οὐ προσίσχεται σώμασιν ἀλλὰ λανθάνει περιολισθάνοντα τῶν πυκνοτέρους ἐχόντων πόρους ἢ διεκθέοντα τῶν μανοτέρους.
特に、海岸の岩は海水によって洗われ削られるため、多くの微細な破片や部分が絶えず去っていくのが自然である。 これらは互いに色が異なっているが、他の物体には付着せず、孔のより密な物体の表面からは滑り落ち、あるいはより粗い物体の孔を通り抜けてしまうため、見過ごされる。
ὁ δὲ πολύπους τήν τε σάρκα προσιδεῖν αὐτόθεν ἀνθρηνιώδης καὶ πολύπορος καὶ δεκτικὸς ἀπορροῶν ἐστιν·
これに対して、タコはその肉が、見た目からして蜂の巣のようで孔が多く、流出物を受け入れやすい。
ὅταν δὲ δείσῃ, τῷ πνεύματι τρεπόμενος καὶ τρέπων οἷον ἔσφιγξε τὸ σῶμα καὶ συνήγαγεν, ὥστε προσδέχεσθαι καὶ στέγειν ἐπιπολῆς τὰς τῶν ἐγγὺς ἀπορροάς·
そして恐れを抱いたとき、気の転向によって、またそれを自ら転向させることによって、あたかもその身体を締め付け縮めるかのようにするので、近辺の流出物をその表面で受け止めて保持することになる。
καὶ γὰρ ἡ τραχύτης μετὰ τῆς μαλακότητος ἕλικας παρέχουσα τοῖς ἐπιφερομένοις μέρεσι μὴ σκεδαννυμένοις ἀλλʼ ἀθροιζομένοις καὶ προσμένουσι, σύγχρουν ἀπεργάζεται τὴν ἐπιφάνειαν τοῖς ἐγγύτατʼ οὖσιν.
実際、柔らかさとともに備わっているその皮膚の粗さが、運ばれてくる微小部分に対して渦を提供するため、それらの部分は散逸することなく集まり、留まり、その結果、タコの表面を最も近くにあるものと同じ色にするのである。
τεκμήριον δὲ τῆς αἰτίας μέγα τὸ μήτε τοῦτον πᾶσιν ἐξομοιοῦσθαι τοῖς πλησίον μήτε τὸν χαμαιλέοντα τοῖς λευκοῖς χρώμασιν, ἀλλὰ μόνοις ἑκάτερον, ὧν ταῖς ἀπορροαῖς πόρους συμμέτρους ἔχουσιν.
この原因の大きな証拠は、タコが近辺のすべてのものに同化するわけでもなく、カメレオンが白い色に同化するわけでもなく、それぞれが、その流出物に対して適度な孔を持っている対象にのみ同化するということである。

語釈・文法注

  1. 915fἢ διὰ θερμότητα σύμμετρος καὶ ἀβλαβὴς; ἡ ¦20¦ κρᾶσις — 「あるいは熱量のおかげで、[小麦の] 体質(気質)は適度で無害であるのに対し、大麦はより冷たいからだろうか」と解釈される。写本では `ἀβλαβής` の後ろに疑問符 `;` が置かれることがあるが、構文上は `ἡ κρᾶσις` が `σύμμετρος καὶ ἀβλαβής` の主語であり、`ψυχρότερον δʼ ἡ κριθή`(大麦はより冷たい)と対比される一連の文として読むのが自然である。
  2. 916eπροσιδεῖν αὐτόθεν — 不定詞 `προσιδεῖν` は制限の不定詞(観点を示す不定詞)であり、「見たところでは」「一見して」を意味する。形容詞 `ἀνθρηνιώδης`(蜂の巣のような)および `πολύπορος`(孔の多い)を修飾している。
  3. 916fὧν ταῖς ἀπορροαῖς — 関係代名詞 `ὧν` の先行詞は、前文の `πλησίον`(近辺のものども)および `λευκοῖς χρώμασιν`(白い色)に含まれる個々の対象を指す。主動詞 `ἔχουσιν` は複数形だが、その主語は `ἑκάτερον`(それぞれ、単数)であり、意味上の複数(タコとカメレオン)に一致させる「意味による一致(σχῆμα πρὸς τὸ σημαινόμενον)」が起きている。

この箇所を引用する

プルタルコス, 自然学的諸問題 §16-19. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg125.humanitext-grc2:16-19

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。