§3ὅτι τῶν διδασκόντων οἱ μὲν πρὸς τὸν ὄχλον καὶ τὸν δῆμον γράφουσιν οἱ δὲ τοῖς ὀλίγοις, τὸ δʼ ἐν ἀμφοῖν ἁρμόττον τοῖς γένεσιν οὐ ῥᾴδιον ὅτῳ τῶν πάντων ὑπῆρξεν εἰπεῖν.
论在剧作家中,有些人是为乌合之众和平民而创作,另一些人则是为少数人而创作;但要说在所有人中,有谁能够将适合这两类人的风格融为一体,并非易事。
Ἀριστοφάνης μὲν οὖν οὔτε τοῖς πολλοῖς ἀρεστὸς οὔτε τοῖς φρονίμοις ἀνεκτός, ἀλλʼ ὥσπερ ἑταίρας τῆς ποιήσεως παρηκμακυίας, εἶτα μιμουμένης γαμετήν, οὔθʼ οἱ πολλοὶ τὴν αὐθάδειαν ὑπομένουσιν οἵ τε σεμνοὶ βδελύττονται τὸ ἀκόλαστον καὶ κακόηθες.
因此,阿里斯托芬既不为大众所喜爱,也无法为明智之士所容忍;相反,他的诗作就像一个过了气却又模仿正妻的妓女,大众无法忍受其傲慢,而庄重之人则厌恶其放荡与恶意。
ὁ δὲ Μένανδρος;
但门安德呢?
μετὰ χαρίτων μάλιστα ἑαυτὸν αὐτάρκη παρέσχηκεν, ἐν θεάτροις ἐν διατριβαῖς ἐν συμποσίοις, ἀνάγνωσμα καὶ μάθημα καὶ ἀγώνισμα κοινότατον ὧν ἡ Ἑλλὰς ἐνήνοχε καλῶν παρέχων, τὴν ποίησιν, δεικνὺς ὅ τι δὴ καὶ ὁποῖον ἦν ἄρα δεξιότης λόγου, ἐπιὼν ἁπανταχόσε μδτὰ πειθοῦς ἀφύκτου καὶ χειρούμενος ἅπασαν ἀκοὴν καὶ διάνοιαν Ἑλληνικῆς φωνῆς·
他带着优雅,在剧场中、在学术讨论中、在宴席上,展现出最充分的自足。 他提供了他的诗作,作为希腊所孕育的杰作中最普遍的读物、教材和竞技作品,展示了言辞的巧妙究竟是什么,又是怎样的。 他以无可规避的说服力无处不在,并征服了每一个理解希腊语言之人的听觉与心灵。
τίνος γὰρ ἄξιον ἀληθῶς εἰς θέατρον ἐλθεῖν ἄνδρα πεπαιδευμένον ἢ Μενάνδρου ἕνεκα;
因为,对于一个受过教育的人来说,去剧场究竟值不值得,若非为了门安德,还能是为了谁?
πότε θέατρα πίμπλαται ἀνδρῶν φιλολόγων, κωμικοῦ προσώπου δειχθέντος;
每当喜剧角色登场时,剧场何时不曾挤满文人雅士?
ἐν δὲ συμποσίοις τίνι δικαιότερον ἡ τράπεζα παραχωρεῖ καὶ τόπον ὁ Διόνυσος δίδωσι;
而在宴席上,餐桌更合理地向谁让位,狄奥尼索斯又将席位赐予谁?
φιλοσόφοις καὶ φιλολόγοις, ὥσπερ ὅταν οἱ γραφεῖς ἐκπονηθῶσι τὰς ὄψεις, ἐπὶ τὰ ἀνθηρὰ καὶ ποώδη χρώματα τρέπουσιν, ἀνάπαυλα τῶν ἀκράτων καὶ συντόνων ἐκείνων Μένανδρός ἐστιν, οἷον εὐανθεῖ λειμῶνι καὶ σκιερῷ καὶ πνευμάτων μεστῷ δεχόμενος τὴν διάνοιαν.
对于哲学家和文人来说,正如同画家们用眼过度时,会转向鲜艳和草绿的色彩一样,门安德是那些纯粹而紧张的事务中的一种休息,如同一个繁花木盛、绿阴浓郁、微风徐徐的草地,接纳着人们的心灵。
§4ὅτι κωμῳδίας ὑποκριτὰς τοῦ χρόνου τούτου πολλοὺς καὶ ἀγαθοὺς τῆς πόλεως ἐνεγκούσης, αἱ Μενάνδρου κωμῳδίαι ἀφθόνων ἁλῶν καὶ ἱερῶν μετέχουσιν, ὥσπερ ἐξ ἐκείνης γεγονότων τῆς θαλάττης, ἐξ ὦν Ἀφροδίτη γέγονεν.
论在这个时代,尽管城邦培育了许多优秀的喜剧演员,但门安德的喜剧却富含充沛的盐分与神圣之物,仿佛诞生于阿佛洛狄忒所诞生的那片海洋。
οἱ δʼ Ἀριστοφάνους ἅλες πικροὶ καὶ τραχεῖς ὄντες ἑλκωτικὴν δριμύτητα καὶ δηκτικὴν ἔχουσι· καὶ οὐκ οἶδʼ ἐν οἷς ἔστιν ἡ θρυλουμένη δεξιότης ὑπʼ αὐτοῦ, ἐν λόγοις ἢ προσώποις ἀμέλει καὶ τὰ μεμιμημένα πρὸς τὸ χεῖρον μεμίμηται τὸ γὰρ πανοῦργον οὐ πολιτικὸν ἀλλὰ κακόηθες, καὶ τὸ ἄγροικον οὐκ ἀφελὲς ἀλλʼ ἠλίθιον, καὶ τὸ γελοῖον οὐ παιγνιῶδες ἀλλὰ καταγέλαστον, καὶ τὸ ἐρωτικὸν οὐχ ἱλαρὸν ἀλλʼ ἀκόλαστον.
而阿里斯托芬的盐分则是苦涩和粗糙的,带有伤害性的尖锐和刺骨的痛楚;我不知道他那被广为传诵的巧妙究竟存在于何处,是在言辞中还是在角色中;事实上,他所模仿的事物甚至被往更坏的方向模仿了。 因为,奸诈并非世故,而是恶意;乡野并非朴素,而是愚蠢;滑稽并非嬉戏,而是荒谬;情欲并非愉悦,而是放荡。
οὐδενὶ γὰρ ὁ ἄνθρωπος ἔοικε μετρίῳ τὴν ποίησιν γεγραφέναι, ἀλλὰ τὰ μὲν αἰσχρὰ καὶ ἀσελγῆ τοῖς ἀκολάστοις, τὰ βλάσφημα δὲ καὶ πικρὰ τοῖς βασκάνοις καὶ κακοήθεσιν.
因为此人似乎没有为任何有节制的人写过诗作,而是把下流和淫秽的留给放荡之人,把诽谤和刻薄的留给嫉妒和恶意之人。