← プルタルコス

アリストパネスとメナンドロスの比較論概要

§3-4

アリストパネスの粗野さとメナンドロスの優美さ

アリストパネスは大衆にも知識人にも受け入れられない粗野な詩風であるのに対し、メナンドロスは普遍的な優美さを持ち、劇場や饗宴において人々の精神を癒やす優れた作品を提供したと論じている。さらに、メナンドロスの喜劇には神聖で洗練された機知があるのに対し、アリストパネスのそれは悪意に満ちており、登場人物の描写も極端で洗練を欠いていると批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3

ὅτι τῶν διδασκόντων1 οἱ μὲν πρὸς τὸν ὄχλον καὶ τὸν δῆμον γράφουσιν οἱ δὲ τοῖς ὀλίγοις, τὸ δʼ ἐν ἀμφοῖν ἁρμόττον τοῖς γένεσιν2 οὐ ῥᾴδιον ὅτῳ τῶν πάντων ὑπῆρξεν εἰπεῖν. Ἀριστοφάνης μὲν οὖν οὔτε τοῖς πολλοῖς ἀρεστὸς οὔτε τοῖς φρονίμοις ἀνεκτός, ἀλλʼ ὥσπερ ἑταίρας τῆς ποιήσεως παρηκμακυίας, εἶτα μιμουμένης γαμετήν, οὔθʼ οἱ πολλοὶ τὴν αὐθάδειαν ὑπομένουσιν οἵ τε σεμνοὶ βδελύττονται τὸ ἀκόλαστον καὶ κακόηθες. ὁ δὲ Μένανδρος; μετὰ χαρίτων μάλιστα ἑαυτὸν αὐτάρκη παρέσχηκεν, ἐν θεάτροις ἐν διατριβαῖς ἐν συμποσίοις, ἀνάγνωσμα καὶ μάθημα καὶ ἀγώνισμα κοινότατον ὧν ἡ Ἑλλὰς ἐνήνοχε καλῶν3 παρέχων, τὴν ποίησιν, δεικνὺς ὅ τι δὴ καὶ ὁποῖον ἦν ἄρα δεξιότης λόγου, ἐπιὼν ἁπανταχόσε μετὰ πειθοῦς ἀφύκτου καὶ χειρούμενος ἅπασαν ἀκοὴν καὶ διάνοιαν Ἑλληνικῆς φωνῆς· τίνος γὰρ ἄξιον ἀληθῶς εἰς θέατρον ἐλθεῖν ἄνδρα πεπαιδευμένον ἢ Μενάνδρου ἕνεκα; πότε θέατρα πίμπλαται ἀνδρῶν φιλολόγων, κωμικοῦ προσώπου δειχθέντος;4 ἐν δὲ συμποσίοις τίνι δικαιότερον ἡ τράπεζα παραχωρεῖ καὶ τόπον ὁ Διόνυσος δίδωσι; φιλοσόφοις καὶ φιλολόγοις, ὥσπερ ὅταν οἱ γραφεῖς ἐκπονηθῶσι τὰς ὄψεις, ἐπὶ τὰ ἀνθηρὰ καὶ ποώδη χρώματα τρέπουσιν, ἀνάπαυλα τῶν ἀκράτων καὶ συντόνων ἐκείνων Μένανδρός ἐστιν,5 οἷον εὐανθεῖ λειμῶνι καὶ σκιερῷ καὶ πνευμάτων μεστῷ δεχόμενος τὴν διάνοιαν.

劇作家たちのうち、ある者は大衆や民衆のために書き、またある者は少数の人々のために書くが、その両方のジャンルに適合するものを、すべての人々のうち誰が持ち合わせていたかを言うのは容易ではない、ということ。アリストパネスは大衆に好まれることもなく、思慮ある人々に耐えうるものでもない。むしろ、落ち目になりながらも本妻の真似をする遊女のような彼の詩に対して、大衆はその傲慢さに耐えられず、気品ある人々はその放縦さと悪意を忌み嫌う。だがメナンドロスはどうか。彼は優美さを伴って、劇場において、学問的議論において、饗宴において、自身を最高に自足したものとして提示した。ギリシアが産み出した美しいものの中で、最も普遍的な読物、教材、競技作品としてその詩を提供し、言葉の巧みさとは一体何であり、いかなるものであるかを示した。彼は、逃れがたい説得力をもってあらゆる場所に及び、ギリシアの言葉を理解するすべての耳と精神を魅了し、支配している。なぜなら、教養ある者が劇場に足を運ぶ価値があるのは、本当にメナンドロスをおいて他に誰のためであろうか。喜劇の登場人物が舞台に示されるとき、文芸を愛する者たちで劇場が満たされるのはいつであろうか。また、饗宴において、テーブルが誰に対してより正当に席を譲り、ディオニュソスが席を与えるだろうか。哲学者や文芸愛好家にとって、あたかも画家たちが目を酷使したときに、華やかで草のような色彩へと目を向けるように、あの張り詰めた緊迫した事柄からの休息となるのがメナンドロスなのである。あたかも、花咲き、木陰があり、微風に満ちた草原のように、彼は人間の精神を受け入れてくれる。

§4

ὅτι κωμῳδίας ὑποκριτὰς τοῦ χρόνου τούτου πολλοὺς καὶ ἀγαθοὺς τῆς πόλεως ἐνεγκούσης,6 αἱ Μενάνδρου κωμῳδίαι ἀφθόνων ἁλῶν καὶ ἱερῶν μετέχουσιν, ὥσπερ ἐξ ἐκείνης γεγονότων τῆς θαλάττης, ἐξ ὦν Ἀφροδίτη γέγονεν. οἱ δʼ Ἀριστοφάνους ἅλες πικροὶ καὶ τραχεῖς ὄντες ἑλκωτικὴν δριμύτητα καὶ δηκτικὴν ἔχουσι· καὶ οὐκ οἶδʼ ἐν οἷς ἔστιν ἡ θρυλουμένη δεξιότης ὑπʼ αὐτοῦ, ἐν λόγοις ἢ προσώποις ἀμέλει καὶ τὰ μεμιμημένα7 πρὸς τὸ χεῖρον μεμίμηται τὸ γὰρ πανοῦργον οὐ πολιτικὸν ἀλλὰ κακόηθες, καὶ τὸ ἄγροικον οὐκ ἀφελὲς ἀλλʼ ἠλίθιον, καὶ τὸ γελοῖον οὐ παιγνιῶδες ἀλλὰ καταγέλαστον, καὶ τὸ ἐρωτικὸν οὐχ ἱλαρὸν ἀλλʼ ἀκόλαστον. οὐδενὶ γὰρ ὁ ἄνθρωπος ἔοικε μετρίῳ τὴν ποίησιν γεγραφέναι, ἀλλὰ τὰ μὲν αἰσχρὰ καὶ ἀσελγῆ τοῖς ἀκολάστοις, τὰ βλάσφημα δὲ καὶ πικρὰ τοῖς βασκάνοις καὶ κακοήθεσιν.

この時代に、国家が喜劇の役者を多く、また優れた者たちを輩出したことについて。メナンドロスの喜劇は、ふんだんな塩と神聖さを分かち持っており、それはまるで、アプロディテが誕生したあの海から生まれたかのようである。他方、アリストパネスの塩は、苦く荒々しく、傷つけるような鋭さと刺すような痛みを伴っている。そして、彼において噂されているあの巧みさが、言葉にあるのか、それとも登場人物にあるのか、私には分からない。実に、模倣されたものさえも、より悪い方向へと模倣されている。なぜなら、悪賢さは市民的な洗練ではなく悪意であり、田舎者らしさは素朴さではなく愚鈍さであり、滑稽さは戯れではなく嘲笑すべきものであり、恋愛の情熱は陽気さではなく放縦さだからである。なぜなら、あの男は、いかなる節度ある人のためにも詩を書いたようには見えず、むしろ下劣で猥雑なものは放縦な者たちに、不敬で辛辣なものは嫉妬深く悪意ある者たちに提供したからである。

構文注7 件
  1. 854aὅτι τῶν διδασκόντων...

    文頭の ὅτι は、章の要約や見出しを示すための導入的な接続詞であり、主節なしで用いられている。τῶν διδασκόντων は部分属格であり、後続の οἱ μὲν... οἱ δὲ にかかっている。

  2. 854aτὸ δʼ ἐν ἀμφοῖν ἁρμόττον τοῖς γένεσιν

    τὸ ... ἁρμόττον は中性単数の分詞実名詞用法で、間接疑問文 ὅτῳ τῶν πάντων ὑπῆρξεν εἰπεῖν の意味上の目的語。ἐν ἀμφοῖν は、詩の「両方のジャンル(大衆向けと少数向け)」または「両方の聴衆」を指している。

  3. 854aἀνάγνωσμα καὶ μάθημα καὶ ἀγώνισμα κοινότατον ὧν ἡ Ἑλλὰς ἐνήνοχε καλῶν

    ἀνάγνωσμα... 以下の名詞群は τὴν ποίησιν に対する同格表現。ὧν ... καλῶν は先行詞 καλῶν が関係節内に取り込まれた構造(関係代名詞の同化と先取り)であり、本来は τῶν καλῶν ἃ ἡ Ἑλλὰς ἐνήνοχε(ギリシアが産み出した美しいものたちのうちで)という意味。

  4. 854bκωμικοῦ προσώπου δειχθέντος

    属格独立(absolute genitive)構文。「喜劇の仮面(登場人物)が示されたとき」という時間・条件を表す。

  5. 854cἀνάπαυλα τῶν ἀκράτων καὶ συντόνων ἐκείνων Μένανδρός ἐστιν

    τῶν ἀκράτων καὶ συντόνων は客観属格(objective genitive)で、名詞 ἀνάπαυλα にかかる。哲学や真面目な文芸研究などの「希釈されない、張り詰めた緊張した知的活動」からの休息であることを意味する。

  6. 854cκωμῳδίας ὑποκριτὰς τοῦ χρόνου τούτου πολλοὺς καὶ ἀγαθοὺς τῆς πόλεως ἐνεγκούσης

    ὅτι 節に続く属格独立(absolute genitive)構文。τῆς πόλεως が分詞 ἐνεγκούσης の意味上の主語。

  7. 854cτὰ μεμιμημένα

    動詞 μεμίμηται の主語となる中性複数名詞用法。「模倣されたものたち」、すなわち演劇において模倣・再現された性格や行動を指す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0007.tlg122.humanitext-grc2:3-4