§3ὅτι τῶν διδασκόντων οἱ μὲν πρὸς τὸν ὄχλον καὶ τὸν δῆμον γράφουσιν οἱ δὲ τοῖς ὀλίγοις, τὸ δʼ ἐν ἀμφοῖν ἁρμόττον τοῖς γένεσιν οὐ ῥᾴδιον ὅτῳ τῶν πάντων ὑπῆρξεν εἰπεῖν.
劇作家たちのうち、ある者は大衆や民衆のために書き、またある者は少数の人々のために書くが、その両方のジャンルに適合するものを、すべての人々のうち誰が持ち合わせていたかを言うのは容易ではない、ということ。
Ἀριστοφάνης μὲν οὖν οὔτε τοῖς πολλοῖς ἀρεστὸς οὔτε τοῖς φρονίμοις ἀνεκτός, ἀλλʼ ὥσπερ ἑταίρας τῆς ποιήσεως παρηκμακυίας, εἶτα μιμουμένης γαμετήν, οὔθʼ οἱ πολλοὶ τὴν αὐθάδειαν ὑπομένουσιν οἵ τε σεμνοὶ βδελύττονται τὸ ἀκόλαστον καὶ κακόηθες.
アリストパネスは大衆に好まれることもなく、思慮ある人々に耐えうるものでもない。 むしろ、落ち目になりながらも本妻の真似をする遊女のような彼の詩に対して、大衆はその傲慢さに耐えられず、気品ある人々はその放縦さと悪意を忌み嫌う。
ὁ δὲ Μένανδρος;
だがメナンドロスはどうか。
μετὰ χαρίτων μάλιστα ἑαυτὸν αὐτάρκη παρέσχηκεν, ἐν θεάτροις ἐν διατριβαῖς ἐν συμποσίοις, ἀνάγνωσμα καὶ μάθημα καὶ ἀγώνισμα κοινότατον ὧν ἡ Ἑλλὰς ἐνήνοχε καλῶν παρέχων, τὴν ποίησιν, δεικνὺς ὅ τι δὴ καὶ ὁποῖον ἦν ἄρα δεξιότης λόγου, ἐπιὼν ἁπανταχόσε μδτὰ πειθοῦς ἀφύκτου καὶ χειρούμενος ἅπασαν ἀκοὴν καὶ διάνοιαν Ἑλληνικῆς φωνῆς·
彼は優美さを伴って、劇場において、学問的議論において、饗宴において、自身を最高に自足したものとして提示した。 ギリシアが産み出した美しいものの中で、最も普遍的な読物、教材、競技作品としてその詩を提供し、言葉の巧みさとは一体何であり、いかなるものであるかを示した。 彼は、逃れがたい説得力をもってあらゆる場所に及び、ギリシアの言葉を理解するすべての耳と精神を魅了し、支配している。
τίνος γὰρ ἄξιον ἀληθῶς εἰς θέατρον ἐλθεῖν ἄνδρα πεπαιδευμένον ἢ Μενάνδρου ἕνεκα;
なぜなら、教養ある者が劇場に足を運ぶ価値があるのは、本当にメナンドロスをおいて他に誰のためであろうか。
πότε θέατρα πίμπλαται ἀνδρῶν φιλολόγων, κωμικοῦ προσώπου δειχθέντος;
喜劇の登場人物が舞台に示されるとき、文芸を愛する者たちで劇場が満たされないことがいつあろうか。
ἐν δὲ συμποσίοις τίνι δικαιότερον ἡ τράπεζα παραχωρεῖ καὶ τόπον ὁ Διόνυσος δίδωσι;
また、饗宴において、テーブルが誰に対してより正当に席を譲り、ディオニュソスが席を与えるだろうか。
φιλοσόφοις καὶ φιλολόγοις, ὥσπερ ὅταν οἱ γραφεῖς ἐκπονηθῶσι τὰς ὄψεις, ἐπὶ τὰ ἀνθηρὰ καὶ ποώδη χρώματα τρέπουσιν, ἀνάπαυλα τῶν ἀκράτων καὶ συντόνων ἐκείνων Μένανδρός ἐστιν, οἷον εὐανθεῖ λειμῶνι καὶ σκιερῷ καὶ πνευμάτων μεστῷ δεχόμενος τὴν διάνοιαν.
哲学者や文芸愛好家にとって、あたかも画家たちが目を酷使したときに、華やかで草のような色彩へと目を向けるように、あの張り詰めた緊迫した事柄からの休息となるのがメナンドロスなのである。 あたかも、花咲き、木陰があり、微風に満ちた草原のように、彼は人間の精神を受け入れてくれる。
§4ὅτι κωμῳδίας ὑποκριτὰς τοῦ χρόνου τούτου πολλοὺς καὶ ἀγαθοὺς τῆς πόλεως ἐνεγκούσης, αἱ Μενάνδρου κωμῳδίαι ἀφθόνων ἁλῶν καὶ ἱερῶν μετέχουσιν, ὥσπερ ἐξ ἐκείνης γεγονότων τῆς θαλάττης, ἐξ ὦν Ἀφροδίτη γέγονεν.
この時代に、国家が喜劇の役者を多く、また優れた者たちを輩出したことについて。 メナンドロスの喜劇は、ふんだんな塩と神聖さを分かち持っており、それはまるで、アプロディテが誕生したあの海から生まれたかのようである。
οἱ δʼ Ἀριστοφάνους ἅλες πικροὶ καὶ τραχεῖς ὄντες ἑλκωτικὴν δριμύτητα καὶ δηκτικὴν ἔχουσι·
他方、アリストパネスの塩は、苦く荒々しく、傷つけるような鋭さと刺すような痛みを伴っている。
καὶ οὐκ οἶδʼ ἐν οἷς ἔστιν ἡ θρυλουμένη δεξιότης ὑπʼ αὐτοῦ, ἐν λόγοις ἢ προσώποις ἀμέλει καὶ τὰ μεμιμημένα πρὸς τὸ χεῖρον μεμίμηται τὸ γὰρ πανοῦργον οὐ πολιτικὸν ἀλλὰ κακόηθες, καὶ τὸ ἄγροικον οὐκ ἀφελὲς ἀλλʼ ἠλίθιον, καὶ τὸ γελοῖον οὐ παιγνιῶδες ἀλλὰ καταγέλαστον, καὶ τὸ ἐρωτικὸν οὐχ ἱλαρὸν ἀλλʼ ἀκόλαστον.
そして、彼において噂されているあの巧みさが、言葉にあるのか、それとも登場人物にあるのか、私には分からない。 実に、模倣されたものさえも、より悪い方向へと模倣されている。 なぜなら、悪賢さは市民的な洗練ではなく悪意であり、田舎者らしさは素朴さではなく愚鈍さであり、滑稽さは戯れではなく嘲笑すべきものであり、恋愛の情熱は陽気さではなく放縦さだからである。
οὐδενὶ γὰρ ὁ ἄνθρωπος ἔοικε μετρίῳ τὴν ποίησιν γεγραφέναι, ἀλλὰ τὰ μὲν αἰσχρὰ καὶ ἀσελγῆ τοῖς ἀκολάστοις, τὰ βλάσφημα δὲ καὶ πικρὰ τοῖς βασκάνοις καὶ κακοήθεσιν.
なぜなら、あの男は、いかなる節度ある人のためにも詩を書いたようには見えず、むしろ下劣で猥雑なものは放縦な者たちに、不敬で辛辣なものは嫉妬深く悪意ある者たちに提供したからである。