§1ὠς μὲν κοινῶς καὶ καθόλου εἰπεῖν πολλῷ προκρίνει τὸν Μένανδρον, ὡς δʼ ἐπὶ μέρους καὶ ταῦτα προστίθησι
τὸ φορτικόν
φησὶν
ἐν λόγοις καὶ θυμελικὸν καὶ βάναυσον ὥς ἐστιν Ἀριστοφάνει, Μενάνδρῳ δʼ οὐδαμῶς.
总括而大体言之,他远为偏爱门安德,但就细节而言,他还补充了以下几点:他说,在言辞中,“粗俗、舞台化和卑俗”存在于阿里斯托芬的戏里,而门安德则全然没有。
καὶ γὰρ ὁ μὲν ἀπαίδευτος καὶ ἰδιώτης, οἷς ἐκεῖνος λέγει, ἁλίσκεται ὁ δὲ πεπαιδευμένος δυσχερανεῖ·
因为无教养的凡夫俗子会被前者所说的话所吸引,而受过教育的人则会感到厌恶。
λέγω δὲ τὰ ἀντίθετα καὶ ὁμοιόπτωτα καὶ παρωνυμίας.
我指的是对偶、同尾音和同音异义词。
τούτοις γὰρ ὁ μὲν μετὰ τοῦ προσήκοντος λόγου καὶ ὀλιγάκις χρῆται ἐπιμελείας αὐτὰ ἀξιῶν, ὁ δὲ καὶ πολλάκις καὶ οὐκ εὐκαίρως καὶ ψυχρῶς·
因为对于这些,前者在适当的考量下极少使用,视其值得注意,而后者则频繁、不合时宜且冷冰冰地使用。
ἐπαινεῖται γάρ
φησὶν ʼ ὅτι τοὺς ταμίας ἐβάπτισεν, οὐχὶ ταμίας ἀλλὰ Λαμίας ὄντας· καὶ
"οὗτος ἤτοι καικίας ἢ συκοφαντίας πνεῖ"
καὶ
"γάστριζε καὶ τοῖς ἐντέροις καὶ τοῖς κόλοις"
καὶ
"ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι"
καὶ
"τί δῆτα σοι δράσω, κακόδαιμον, ἀμφορεὺς ἑξοστρακισθείς;
他说,阿里斯托芬受到赞扬,是因为他惩治了财务官们,说他们不是财务官,而是拉米亚;还有 “这家伙吹起东北风或是告密风”;以及“捶打他的肚子,连同肠子和结肠”;以及 “因为大笑,我要到盖拉去了”;以及“我该为你做些什么呢,不幸的人,一只被陶片放逐的陶罐?
"
καὶ
"
ἄγρια γὰρ ἡμᾶς, ὦ γυναῖκες, δρᾷ κακά,
ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς
"
καὶ
"ἀλλʼ ἦ τριχόβρωτες τὸν λόφον μου κατέφαγον"
καὶ
"
φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
”;以及 “妇女们,他真的对我们做了残忍的坏事,他自己就是在野生的蔬菜中长大的”;以及“难道是食毛虫吃掉了我的盔饰? ”;以及 “把那绘有戈耳工的圆盾拿过来。
κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον
"
καὶ πολλὰ τοιαῦτα.
也给我一块上面覆有奶酪的圆饼”;还有许多类似的话。
ἔνεστι μὲν οὖν ἐν τῇ κατασκευῇ τῶν ὀνομάτων αὐτῷ τὸ τραγικὸν τὸ κωμικὸν τὸ σοβαρὸν τὸ πεζόν, ἀσάφεια κοινότης, ὄγκος καὶ δίαρμα, σπερμολογία καὶ φλυαρία ναυτιώδης.
因此,在阿里斯托芬的词汇构造中,既有悲剧的、喜剧的、傲慢的、散文的,也有晦涩、陈腐、尊大和夸张,以及喋喋不休和令人作呕的胡言乱语。
καὶ τοσαύτας διαφορὰς ἔχουσα καὶ ἀνομοιότητας ἡ λέξις οὐδὲ τὸ πρέπον ἑκάστῃ καὶ οἰκεῖον ἀποδίδωσιν οἷον λέγω βασιλεῖ τὸν ὄγκον ῥήτορι τὴν δεινότητα γυναικὶ τὸ ἁπλοῦν ἰδιώτῃ τὸ πεζὸν ἀγοραίῳ τὸ φορτικόν· ἀλλʼ ὥσπερ ἀπὸ κλήρου ἀπονέμει τοῖς προσώποις τὰ προστυχόντα τῶν ὀνομάτων, καὶ οὐκ ἂν διαγνοίης εἴθʼ υἱός ἐστιν εἴτε πατὴρ εἴτʼ, ἄγροικος εἴτε θεὸς εἴτε γραῦς εἴθʼ ἣρως ὁ διαλεγόμενος.
而且,这种具有如此多差异和不调和的措辞,甚至不能给每个角色分配合适且贴切的言词:例如,我说,给国王以尊大,给演说家以雄辩,给妇女以单纯,给凡夫俗子以平淡,给市侩以粗俗;而是仿佛抓阄一般,把碰巧遇到的词分配给各个角色,你根本无法分辨正在说话的是儿子还是父亲,是乡下人还是神,是老太婆还是英雄。
§2ἡ δὲ Μενάνδρου φράσις οὕτω συνέξεσται καὶ συμπέπνευκε κεκραμένη πρὸς ἑαυτήν, ὥστε διὰ πολλῶν ἀγομένη παθῶν καὶ ἠθῶν καὶ προσώποις ἐφαρμόττουσα παντοδαποῖς μία τε φαίνεσθαι καὶ τὴν ὁμοιότητα τηρεῖν ἐν τοῖς κοινοῖς καὶ συνήθεσι καὶ ὑπὸ τὴν χρείαν ὀνόμασιν·
而门安德的文体如此浑然一体,同气相求,自我融合,以至于虽历经诸多情感和性格的变化,适应各种各样的角色,却依然显得是一体的,并在常用、熟悉和实用的词汇中保持着一贯性。
ἐὰν δέ τινος ἄρα ν τερατείας εἰς τὸ πρᾶγμα καὶ ψόφου δεήσῃ, καθάπερ αὐλοῦ πάντρητον ἀνασπάσας ταχὺ πάλιν καὶ πιθανῶς ἐπέβαλε καὶ κατέστησε τὴν φωνὴν εἰς τὸ οἰκεῖον.
即使在某些情况下,剧作需要一些夸张和喧闹,他也像拔开长笛所有的孔一样,能够迅速而令人信服地再次收回,并将声音安顿在最合适的状态。
πολλῶν δὲ γεγονότων εὐδοκίμων τεχνιτῶν, οὔθʼ ὑπόδημα δημιουργὸς οὔτε προσωπεῖον σκευοποιὸς οὔτε τις ἱμάτιον ἅμα ταὐτὸν ἀνδρὶ καὶ γυναικὶ καὶ μειρακίῳ καὶ γέροντι καὶ οἰκότριβι πρέπον ἐποίησεν· ἀλλὰ Μένανδρος;
尽管世上有过许多著名的手艺人,但没有哪一个鞋匠、面具制造者或裁缝,曾制作过一件同时适用于男人、女人、青年、老人和家奴的鞋子、面具或衣服;但门安德却做到了。
οὕτως ἔμιξε τὴν λέξιν, ὥστε πάσῃ καὶ φύσει καὶ διαθέσει καὶ ἡλικίᾳ σύμμετρον εἶναι, καὶ ταῦτα νέος μὲν ἔτι τοῦ πράγματος ἁψάμενος, ἐν ἀκμῇ δὲ τοῦ ποιεῖν καὶ διδάσκειν τελευτήσας, ὅτε μάλιστα καὶ πλείστην ἐπίδοσιν, ὡς Ἀριστοτέλης φησί, λαμβάνει τὰ περὶ τὴν λέξιν τοῖς γράφουσιν.
他如此调和了自己的言辞,使之契合于所有的天性、气质和年龄。 而且,他是在还很年轻时就从事这一行,且在创作与排演的鼎盛时期便去世的,而这个时候,正如亚里士多德所说,正是写作者在措辞方面获得最长足进步的时期。
εἰ οὖν πρὸς τὰ πρῶτα τῶν Μενάνδρου δραμάτων τὰ μέσα καὶ τὰ τελευταῖα παραβάλοι τις, ἐξ αὐτῶν ἐπιγνώσεται, ὅσα ἔμελλεν, εἰ ἐπεβίω, καὶ τούτοις ἕτερα προσθήσειν.
因此,如果有人将门安德早期的剧作与中期及晚期的作品相比较,就会从这些作品本身中看出,如果他能活得更长,他还会给这些作品增添多少其他的东西。