Humanitext Reader

普鲁塔克 · 十演说家传 §13.1

斯特拉托克勒斯为吕库古提出的表彰决议案

第 19 段,共 19 段 · 希腊语

内容简介

本段记录了吕科弗隆根据其父获得的荣誉申请免费用餐,以及斯特拉托克勒斯提议的决议案,该决议赞扬了吕库古在财政、建设和外交等方面的广泛公共功绩,并授予他雕像以及其后代永久免费用餐的特权。

§13.1Λυκόφρων Λυκούργου Βουτάδης ἀπεγράψατο αὑτῷ εἶναι σίτησιν ἐν πρυτανείῳ κατὰ τὴν δοθεῖσαν δωρεὰν ὑπὸ τοῦ δήμου Λυκούργῳ Βουτάδῃ.
属于布塔代区的吕库古之子吕科弗隆,根据人民授予布塔代区的吕库古的赏赐,为自己申请了在市政厅免费用餐的权利。
ἐπὶ Ἀναξικράτους ἄρχοντος, ἐπὶ τῆς Ἀντιοχίδος ἕκτης πρυτανείας, Στρατοκλῆς Εὐθυδήμου Διομειεὺς εἶπεν. ἐπειδὴ Λυκοῦργος Λυκόφρονος Βουτάδης παραλαβὼν παρὰ τῶν ἑαυτοῦ προγόνων οἰκείαν ἐκ παλαιοῦ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, καὶ οἱ πρόγονοι οἱ Λυκούργου, Λυκομήδης τε καὶ Λυκοῦργος, καὶ ζῶντες ἐτιμῶντο ὑπὸ τοῦ δήμου καὶ τελευτήσασιν αὐτοῖς διʼ ἀνδραγαθίαν ἔδωκεν ὁ δῆμος δημοσίας ταφὰς ἐν Κεραμεικῷ· καὶ Λυκοῦργος αὐτὸς πολιτευόμενος νόμους τε πολλοὺς καὶ καλοὺς ἔθηκε τῇ πατρίδι, καὶ γενόμενος τῆς κοινῆς προσόδου ταμίας τῇ πόλει ἐπὶ τρεῖς πενταετηρίδας καὶ διανείμας ἐκ τῆς κοινῆς προσόδου μύρια καὶ ὀκτακισχίλια καὶ ἐνακόσια τάλαντα· πολλὰ δὲ τῶν ἰδιωτῶν διὰ πίστεως λαβὼν καὶ προδανείσας καὶ εἰς τοὺς τῆς πόλεως καιροὺς καὶ τοῦ δήμου τὰ πάντα ἑξακόσια καὶ πεντήκοντα τάλαντα· δόξας δὲ ἅπαντα ταῦτα δικαίως διῳκηκέναι πολλάκις ἐστεφανώθη ὑπὸ τῆς πόλεως· ἔτι δὲ αἱρεθεὶς ὑπὸ τοῦ δήμου χρήματα πολλὰ συνήγαγεν εἰς τὴν ἀκρόπολιν, καὶ παρασκευάσας τῇ θεῷ κόσμον, Νίκας τε ὁλοχρύσους πομπεῖά τε χρυσᾶ καὶ ἀργυρᾶ καὶ κόσμον χρυσοῦν εἰς ἑκατὸν κανηφόρους χειροτονηθεὶς δὲ ἐπὶ τῆς τοῦ πολέμου παρασκευῆς ὅπλα μὲν πολλὰ καὶ βελῶν μυριάδας πέντε ἀνήνεγκεν εἰς τὴν ἀκρόπολιν, τετρακοσίας δὲ τριήρεις πλωΐμους κατεσκεύασε, τὰς μὲν ἐπισκευάσας τὰς δὲ ἐξ ἀρχῆς ναυπηγησάμενος· πρὸς τε τούτοις ἡμίεργα παραλαβὼν τούς τε νεωσοίκους καὶ τὴν σκευοθήκην καὶ τὸ θέατρον τὸ Διονυσιακὸν ἐξειργάσατο, καὶ ἐπετέλεσε τό τε στάδιον τὸ Παναθηναϊκὸν καὶ τὸ γυμνάσιον τὸ κατὰ Λύκειον κατεσκεύασε, καὶ ἄλλαις πολλαῖς κατασκευαῖς ἐκόσμησε τὴν πόλιν· Ἀλεξάνδρου τε τοῦ βασιλέως ἅπασαν μὲν τὴν Ἀσίαν κατεστραμμένου, κοινῇ δὲ πᾶσι τοῖς Ἕλλησιν ἐπιτάττειν ἀξιοῦντος, ἐξαιτήσαντος Λυκοῦργον ὡς ἐναντία πράττοντα αὐτῷ, οὐκ ἐξέδωκεν ὁ δῆμος παρʼ Ἀλεξάνδρου φόβον· καὶ διδοὺς εὐθύνας πολλάκις τῶν πεπολιτευμένων ἐν ἐλευθέρᾳ καὶ δημοκρατουμένῃ τῇ πόλει διετέλεσεν ἀνεξέλεγκτος καὶ ἀδωροδόκητος τὸν ἅπαντα χρόνον· ὅπως ἂν εἰδῶσι πάντες, διότι τοὺς προαιρουμένους ὑπὲρ τῆς δημοκρατίας καὶ τῆς ἐλευθερίας δικαίως πολιτεύεσθαι καὶ ζῶντας μὲν περὶ πλείστου ποιεῖται καὶ τελευτήσασι δὲ ἀποδίδωσι χάριτας ἀειμνήστους ἀγαθῇ τύχῃ δεδόχθαι τῷ δήμῳ ἐπαινέσαι μὲν Λυκοῦργον Λυκόφρονος Βουτάδην ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης καὶ στῆσαι αὐτοῦ τὸν δῆμον χαλκῆν εἰκόνα ἐν ἀγορᾷ, πλὴν εἴ που ὁ νόμος ἀπαγορεύει μὴ ἱστάναι; δοῦναι δὲ σίτησιν ἐν πρυτανείῳ τῶν ἐκγόνων ἀεὶ τῶν Λυκούργου τῷ πρεσβυτάτῳ εἰς ἅπαντα τὸν χρόνον καὶ εἶναι κύρια πάντα τὰ ψηφίσματα αὐτοῦ, ἀναθεῖναι δὲ τὸν γραμματέα τοῦ δήμου ἐν στήλαις λιθίναις καὶ στῆσαι ἐν ἀκροπόλει πλησίον τῶν ἀναθημάτων εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν δοῦναι τὸν ταμίαν τοῦ δήμου πεντήκοντα δραχμὰς ἐκ τῶν εἰς τὰ ψηφίσματα ἀναλισκομένων τῷ δήμῳ.
在阿纳克西克拉特斯任执政官时,在安提奥基斯部落的第六个主席团任期内,迪奥梅亚区的欧叙德莫斯之子斯特拉托克勒斯提议:鉴于布塔代区的吕科弗隆之子吕库古,从他自己的祖先那里继承了自古以来家族对人民的友好态度,并且吕库古的祖先吕科梅德斯和吕库古,不仅在世时受到人民的尊敬,而且在他们去世后,人民因其勇敢而将他们公葬在凯拉梅科斯;而吕库古本人在参与政治时,为祖国制定了许多优秀的法律,并连续三个五年期担任城邦的公共收入财务官,从公共收入中分配了一万八千九百塔兰同;并且凭借信用从私人那里筹集了许多资金并提前贷款,为城邦和人民的紧急关头提供了总共六百五十塔兰同;因被认为公正地管理了所有这些事务而多次受到城邦的授冠;此外,他被人民选出,将大量资金聚集到卫城,并为女神准备了装饰品,包括纯金的尼克雕像、金质和银质的游行器皿,以及供一百位抬筐少女使用的金质装饰品;在被选为负责战争准备时,他将许多武器和五万支箭矢运送到了卫城,并配备了四百艘可航行的三段桨战船,其中修复了一部分,其余则从头建造;此外,他在接手半成品的情况下,完成了船坞、军械库和迪奥尼索斯剧场的建造,并完成了帕纳辛奈科体育场,建设了位于吕克昂的体育馆,并用许多其他建筑装饰了城邦;当国王亚历山大征服了整个亚洲,并认为有权对所有希腊人共同施加命令时,他因吕库古采取反对他的行动而要求交出吕库古,人民虽然惧怕亚历山大,但并没有交出他;并且在一个自由且实行民主制的城邦中,他因自己的政治活动多次接受审计,却在整个时期中始终未被查出任何过错,且不受贿赂;为了让所有人知道,人民对于那些选择为了民主和自由而公正地管理国务的人,在他们活着时给予极高的尊重,在他们去世后则回报以永远铭记的感激:伴随好运,人民决议:表彰布塔代区的吕科弗隆之子吕库古的德行与正义,人民在广场上为他树立一座青铜雕像,除非法律在某处禁止树立;并给吕库古的子孙中历代最年长者提供在市政厅的免费用餐,直到永远,且他的一切法令均保持有效;人民的秘书应将此记录在石碑上,并树立在卫城奉纳物附近;而为了记录石碑,人民的财务官应从人民用于决议的支出中给付五十德拉克马。

词汇与语法注释

  1. 5ἀπεγράψατο αὑτῷ εἶναι — 动词中间态 ἀπεγράψατο(登记、申请)与反身代词 αὑτῷ 及不定式 εἶναι 连用,表示他正式为自己申请并登记了已被决议授予其父的免费用餐特权。
  2. 852aἐπειδὴ Λυκοῦργος — 由 ἐπειδὴ(鉴于、因为)引导的这一长篇原因从句一直延续到 852d24 的 διετέλεσεν ἀνεξέλεγκτος,其间包含大量由并列连词连接的分词和动词。整段因果结构通过 852d2 的目的从句 ὅπως ἂν εἰδῶσι(“为了让所有人知道”)为 852e5 的主决议(δεδόχθαι τῷ δήμῳ)提供了充足的理由。
  3. 852bδόξας δὲ ἅπαντα ταῦτα δικαίως διῳκηκέναι — 被动分词 δόξας(被认为、被判定)以不定式短语 δικαίως διῳκηκέναι(公正地管理)作为其补足语,主语在语境上为吕库古。
  4. 852eπλὴν εἴ που ὁ νόμος ἀπαγορεύει μὴ ἱστάναι — 在具有否定意义的动词 ἀπαγορεύει(禁止)之后,不定式短语中带有了冗余的否定词 μή。在希腊语语法中,表示阻碍、否认或禁止的动词,其后引导的不定式习惯上会带 μή,但这并不构成双重否定,而应单纯理解为“禁止树立(雕像)”。

引用这一段

普鲁塔克, 十演说家传 §13.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg121.humanitext-grc2:13.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。