§4Φῶκος Βοιώτιος μὲν ἦν τῷ γένει, ἦν γὰρ ἐκ Γλίσαντος, πατὴρ δὲ Καλλιρρόης κάλλει τε καὶ σωφροσύνῃ διαφερούσης.
波奥蒂亚人波科斯按出身是波奥蒂亚人,因为他来自格利萨斯,他是卡里罗厄的父亲,而卡里罗厄在美貌与节制上出类拔萃。
ταύτην ἐμνηστεύοντο νεανίαι τριάκοντα εὐδοκιμώτατοι ἐν Βοιωτίᾳ·
波奥蒂亚最有名望的三十位青年向她求婚。
ὁ δὲ Φῶκος ἄλλας ἐξ ἄλλων ἀναβολὰς τῶν γάμων ἐποιεῖτο, φοβούμενος μὴ βιασθείη, τέλος δὲ λιπαρούντων ἐκείνων, ἠξίου ἐπὶ τῷ Πυθίῳ ποιήσασθαι τὴν αἵρεσιν.
然而,波科斯担心她被强暴,因而一次又一次地推迟婚期。 最后,在他们执意恳求之下,他要求在皮托神庙进行选择。
οἱ δὲ πρὸς τὸν λόγον ἐχαλέπηναν καὶ ὁρμήσαντες ἀπέκτειναν τὸν Φῶκον ἐν δὲ τῷ θορύβῳ ἡ κόρη φυγοῦσα ἵετο διὰ τῆς χώρας· ἐδίωκον δʼ αὐτὴν οἱ νεανίαι.
他们对这话感到愤怒,便冲上去杀害了波科斯。 在混乱中,姑娘逃跑,穿过这片土地;青年们则追赶她。
ἡ δʼ ἐντυχοῦσα γεωργοῖς ἅλω συντιθεῖσι σωτηρίας ἔτυχε παρʼ αὐτῶν· ἀπέκρυψαν γὰρ αὐτὴν οἱ γεωργοὶ ἐν τῷ σίτῳ καὶ οὕτω παρῇξαν μὲν οἱ διώκοντες·
她遇到了正在搭建打谷场的农夫们,并从他们那里得到了救助;因为农夫们把她藏在谷物里,追赶者们因此走了过去。
ἡ δὲ διασωθεῖσα ἐφύλαξε τὴν τῶν Παμβοιωτίων ἑορτήν, καὶ τότε εἰς Κορώνειαν ἐλθοῦσα ἱκέτις καθέζεται ἐπὶ τῷ βωμῷ τῆς Ἰτωνίας Ἀθηνᾶς καὶ τῶν μνηστήρων τὴν παρανομίαν διηγεῖτο, τό τε ἑκάστου ὄνομα καὶ τὴν πατρίδα σημαίνουσα.
获救的她等待着全波奥蒂亚人的节日,那时她来到科罗内亚,作为求使者坐在伊托尼亚阿西娜的祭坛上,讲述了求婚者们的违法行为,指明了每个人的名字和家乡。
ἠλέουν οὖν οἱ Βοιωτοὶ τὴν παῖδα καὶ τοῖς νεανίαις ἠγανάκτουν οἱ δὲ ταῦτα πυθόμενοι εἰς Ὀρχομενὸν καταφεύγουσιν.
因此,波奥蒂亚人怜悯这姑娘,并对青年们感到愤怒。 得知这些事情后,他们逃往奥尔霍梅诺斯。
οὐ δεξαμένων δʼ αὐτοὺς τῶν Ὀρχομενίων πρὸς Ἱππότας εἰσώρμησαν κώμη δʼ ἦν παρὰ τῷ Ἑλικῶνι κειμένη μεταξὺ Θίσβης καὶ Κορωνείας· οἱ δʼ ὑποδέχονται αὐτούς.
但是,由于奥尔霍梅诺斯人不接纳他们,他们便奔向希波泰;这是位于赫利孔山旁、介于西斯贝和科罗内亚之间的一座村庄;他们接纳了他们。
εἶτα πέμπουσι Θηβαῖοι ἐξαιτοῦντες τοὺς Φώκου φονεῖς· τῶν δʼ οὐ διδόντων, ἐστράτευσαν μὲν μετὰ τῶν ἄλλων Βοιωτῶν, στρατηγοῦντος Φοίδου, ὃς τότε τὴν ἀρχὴν τῶν Θηβαίων διεῖπε·
随后,底比斯人派遣使者要求交出杀害波科斯的凶手;在他们拒绝交出的情况下,底比斯人在当时掌管底比斯人政权的菲杜斯率领下,与其他波奥蒂亚人一起出征。
πολιορκήσαντες δὲ τὴν κώμην ὀχυρὰν οὖσαν, δίψει δὲ τῶν ἔνδον κρατηθέντων, τοὺς μὲν φονεῖς ληφθέντας κατέλευσαν, τοὺς δʼ ἐν τῇ κώμῃ ἐξηνδραποδίσαντο κατασκάψαντες δὲ τὰ τείχη καὶ τὰς οἰκίας διένειμαν τὴν χώραν Θισβεῦσι τε καὶ Κορωνεῦσι.
他们围攻了这座坚固的村庄,由于里面的人被干渴所制服,他们将捕获的凶手们用石头打死,并将村里的人贬为奴隶;在铲平了城墙和房屋后,他们把土地分配给西斯贝人和科罗内亚人。
φασὶ δὲ νυκτός, πρὸ τῆς ἁλώσεως τῶν Ἱπποτῶν, φωνὴν ἐκ τοῦ Ἑλικῶνος πολλάκις ἀκουσθῆναι λέγοντός τινος
πάρειμι· τοὺς δὲ μνηστῆρας τοὺς τριάκοντα τόδε τὸ φώνημα γνωρίζειν, ὅτι Φώκου εἴη.
据说在希波泰被攻陷前的夜里,从赫利孔山多次听到有人的声音在说:“我在这里”;三十位求婚者辨认出这个声音,知道它是波科斯的。
ᾗ δʼ ἡμέρᾳ κατελεύσθησαν, τὸ ἐν Γλίσαντι μνῆμα τοῦ γέροντος κρόκῳ φασὶ ῥεῦσαι Φοίδῳ δέ, τῷ Θηβαίων ἄρχοντι καὶ στρατηγῷ, ἐκ τῆς μάχης ἐπανιόντι ἀγγελθῆναι θυγατέρα γεγενημένην, ἣν αἰσιούμενον προσαγορεῦσαι Νικοστράτην.
在他们被石头打死的那天,据说在格利萨斯的那位老人的坟墓流出了藏红花。 而底比斯人的统治者兼将领菲杜斯在从战斗中回来时,得知他的女儿出生的消息,他视之为吉兆,给女儿起名叫尼科斯特拉塔。
§5Ἄλκιππος τὸ μὲν γένος Λακεδαιμόνιος ἦν· γήμας δὲ Δαμοκρίταν πατὴρ θυγατέρων γίνεται δύο·
阿尔基波斯按出身是拉刻代蒙人;迎娶达莫克里塔后,成为两个女儿的父亲。
συμβουλεύων τε τῇ πόλει κράτιστα τε καὶ πράττων ὅτου δέοιντο Λακεδαιμόνιοι, ἐφθονήθη ὑπὸ τῶν ἀντιπολιτευομένων, οἳ τοὺς ἐφόρους ψευδέσι λόγοις παραγαγόντες, ὡς τοῦ Ἀλκίππου βουλομένου τοὺς νόμους καταλῦσαι, φυγῇ περιέβαλον τὸν ἄνδρα.
他向城邦提出最优秀的建议,并做拉刻代蒙人所需的一切事情,却遭到政敌们的嫉妒。 他们用虚假的话语欺骗了监察官们,说阿尔基波斯企图废除法律,因而将他处以流放。
καὶ ὁ μὲν ὑπεξῆλθε τῆς Σπάρτης, Δαμοκρίταν δὲ τὴν γυναῖκα μετὰ τῶν θυγατέρων βουλομένην ἕπεσθαι τἀνδρὶ ἐκώλυον, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῦ ἐδήμευσαν, ἵνα μὴ εὐπορῶσι προικὸς αἱ παρθένοι.
他离开了斯巴达,而他们阻止了他的妻子达莫克里塔带着女儿们跟随丈夫,甚至还充公了他的财产,以使女孩子们缺少嫁妆。
ἐπεὶ δὲ καὶ ὣς ἐμνηστεύοντό τινες τὰς παῖδας διὰ τὴν τοῦ πατρὸς ἀρετήν, ἐκώλυσαν οἱ ἐχθροὶ διὰ ψηφίσματος μνηστεύεσθαί τινας τὰς κόρας, λέγοντες ὡς ἡ μήτηρ αὐτῶν Δαμοκρίτα πολλάκις εὔξατο τὰς θυγατέρας ταχέως γεννῆσαι παῖδας τιμωροὺς τῷ πατρὶ γενησομένους.
尽管如此,由于父亲的德行,仍有一些人向女孩子们求婚,于是敌人们通过一项法令,禁止任何人娶这些姑娘,声称她们的母亲达莫克里塔曾多次祈祷,希望女儿们能尽快生下孩子,成为父亲的复仇者。
πανταχόθεν δʼ ἡ Δαμοκρίτα περιελαυνομένη ἐτήρησέ τινα πάνδημον ἑορτήν, ἐν ᾗ γυναῖκες; ἅμα παρθένοις καὶ οἰκείοις καὶ νηπίοις ἑώρταζον, αἱ δὲ τῶν ἐν τέλει καθʼ ἑαυτὰς ἐν ἀνδρῶνι μεγάλῳ διεπαννύχιζον ξίφος τε ὑποζωσαμένη καὶ τὰς κόρας λαβοῦσα νυκτὸς ἦλθεν εἰς τὸ ἱερὸν καιρὸν παραφυλάξασα, ἐν ᾧ πᾶσαι τὸ μυστήριον ἐπετέλουν ἐν τῷ ἀνδρῶνι καὶ κεκλεισμένων τῶν εἰσόδων, ξύλα ταῖς θύραις πολλὰ προσνήσασα ταῦτα δʼ ἦν εἰς τὴν τῆς ἑορτῆς θυσίαν ὑπʼ ἐκείνων παρεσκευασμένα, πῦρ ἐνῆκε.
面临各方迫害的达莫克里塔,利用了一个全城邦的节日,在节日里妇女们与姑娘、亲戚及幼儿一同庆祝,而官员的妻子们则独自在一间巨大的男子集会所里举行通宵祭仪。 她佩着剑,带着女儿们在夜里来到神殿,窥伺着所有人都在男子集会所里举行神秘仪式且入口被锁上的时机。 她往门上堆放了许多木柴——这些本是她们为节日的祭祀所准备的—— 随后放了火。
συνθεόντων δὲ τῶν ἀνδρῶν ἐπὶ τὴν βοήθειαν, ἡ Δαμοκρίτα τὰς θυγατέρας ἀπέσφαξε καὶ ἐπʼ ἐκείναις ἑαυτήν.
在男人们跑来救火时,达莫克里塔杀死了自己的女儿们,并在她们身上自刎。
οὐκ ἔχοντες δʼ οἱ Λακεδαιμόνιοι, ὅπη τὸν θυμὸν ἀπερείσωνται, ἐκτὸς ὅρων ἔρριψαν τῆς τε Δαμοκρίτας καὶ τῶν θυγατέρων τὰ σώματα.
拉刻代蒙人无处宣泄怒火,便将达莫克里塔和女儿们的尸体抛弃在国境之外。
ἐφʼ ᾧ μηνίσαντος τοῦ θεοῦ τὸν μέγαν ἱστοροῦσι Λακεδαιμονίοις σεισμὸν ἐπιγενέσθαι.
据记载,为此神明动怒,给拉刻代蒙人降下了大地震。