§1Ἑν Ἀλιάρτῳ τῆς Βοιωτίας κόρη τις γίνεται κάλλει διαπρέπουσα ὄνομα Ἀριστόκλεια θυγάτηρ δʼ ἦν Θεοφάνους.
在波奥蒂亚的阿里阿尔托斯,有一个美貌出众的少女,名叫阿莉斯托克勒亚,她是特奥法内斯的女儿。
ταύτην μνῶνται Στράτων Ὀρχομένιος καὶ Καλλισθένης Ἁλιάρτιος.
奥尔霍梅诺斯人斯特拉同和阿里阿尔托斯人卡里斯泰奈斯向她求婚。
πλουσιώτερος δʼ ἦν Στράτων καὶ μᾶλλόν τι τῆς παρθένου ἡττημένος· ἐτύγχανε γὰρ ἰδὼν αὐτὴν ἐν Λεβαδείᾳ λουομένην ἐπὶ τῇ κρήνῃ τῇ Ἑρκύνῃ ἔμελλε γὰρ τῷ Διὶ τῷ βασιλεῖ κανηφορεῖν.
斯特拉同更为富有,且对这位处女陷得更深;因为他曾偶然在莱巴德亚的赫耳库纳泉旁看见她沐浴,当时她正准备为国王宙斯担任负篮女。
ἀλλʼ ὁ Καλλισθένης γε πλέον ἐφέρετο ἦν γὰρ καὶ γένει προσήκων τῇ κόρῃ.
然而,卡里斯泰奈斯更占优势,因为他在血缘上也与该少女相近。
ἀπορῶν δὲ τῷ πράγματι ὁ Θεοφάνης, ἐδεδίει γὰρ τὸν Στράτωνα πλούτῳ τε καὶ γένει σχεδὸν ἁπάντων διαφέροντα τῶν Βοιωτῶν, τὴν αἵρεσιν ἐβούλετο τῷ Τροφωνίῳ ἐπιτρέψαι καὶ ὁ Στράτων, ἀνεπέπειστο γὰρ ὑπὸ τῶν τῆς παρθένου οἰκετῶν, ὡς πρὸς αὐτὸν μᾶλλον ἐκείνη ῥέποι, ἠξίου ἐπʼ αὐτῇ ποιεῖσθαι τῇ γαμουμένῃ τὴν ἐκλογήν.
特奥法内斯对此事感到为难,因为他害怕在财富和出身方面几乎超越所有波奥蒂亚人的斯特拉同,因而希望将选择权委托给特罗福尼乌斯。 斯特拉同也因受到该处女仆人们的劝说,以为她更倾向于自己,便要求将选择权交予结婚的她本人。
ὡς δὲ τῆς παιδὸς ὁ Θεοφάνης ἐπυνθάνετο ἐν ὄψει πάντων, ἡ δὲ τὸν Καλλισθένην προὔκρινεν, εὐθὺς μὲν ὁ Στράτων δῆλος ἦν βαρέως φέρων τὴν ἀτιμίαν ἡμέρας δὲ διαλιπὼν δύο προσῆλθε τῷ Θεοφάνει καὶ τῷ Καλλισθέναι, ἀξιῶν τὴν φιλίαν αὐτῷ πρὸς αὐτοὺς διαφυλάττεσθαι, εἰ καὶ τοῦ γάμου ἐφθονήθη ὑπὸ δαιμονίου τινός.
当特奥法内斯在众人面前询问该女孩,而她更中意卡里斯泰奈斯时,斯特拉同立刻显露出对这一耻辱难以释怀。 过了两天,他来到特奥法内斯和卡里斯泰奈斯面前,请求保留他与他们的友谊,即使这桩婚事因某种神灵的嫉妒而被阻挠。
οἱ δʼ ἐπῄνουν τὰ λεγόμενα, ὥστε καὶ ἐπὶ τὴν ἑστίασιν τῶν γάμων παρεκάλουν αὐτόν.
他们对他的话表示赞赏,以至于还邀请他参加婚礼的宴席。
ὁ δὲ παρεσκευασμένος ἑταίρων ὄχλον, καὶ πλῆθος οὐκ ὀλίγον θεραπόντων, διεσπαρμένους παρὰ τούτοις καὶ λανθάνοντας, ἕως ἡ κόρη κατὰ τὰ πάτρια ἐπὶ τὴν Κισσόεσσαν καλουμένην κρήνην κατῄει ταῖς νύμφαις τὰ προτέλεια θύσουσα, τότε δὴ συνδραμόντες πάντες οἱ λοχῶντες ἐκείνῳ συνελάμβανον αὐτήν.
然而,他准备了一群同伴和为数不少的仆人,让他们分散并隐匿在他们附近,直到少女按照祖辈的习俗,前往被称为基索埃萨的泉水处,向宁芙女神们献上婚礼前的牺牲,就在那时,所有设伏的人一齐冲出,将她抓住。
καὶ ὁ Στράτων γʼ εἴχετο τῆς παρθένου· ἀντελαμβάνετο δʼ ὡς εἰκὸς ὁ Καλλισθένης ἐν μέρει καὶ οἱ σὺν αὐτῷ, ἕως ἔλαθεν ἡ παῖς; ἐν χερσὶ τῶν ἀνθελκόντων διαφθαρεῖσα.
斯特拉同也抓住了该处女;而卡里斯泰奈斯及其同伴自然也轮流阻拦,直到在双方争夺者的双手中,该女孩在不经意间死去。
ὁ Καλλισθένης μὲν οὖν παραχρῆμα ἀφανὴς ἐγένετο, εἴτε διαχρησάμενος ἑαυτὸν εἴτε φυγὰς ἀπελθὼν ἐκ τῆς Βοιωτίας· οὐκ εἶχε δʼ οὖν τις εἰπεῖν ὅ, τι καὶ πεπόνθοι.
于是,卡里斯泰奈斯立刻消失了,不知是自我了断,还是作为逃亡者离开了波奥蒂亚;总之,无人能说出他究竟遭遇了什么。
ὁ δὲ Στράτων φανερῶς ἐπικατέσφαξεν ἑαυτὸν τῇ παρθένῳ.
斯特拉同则公开在处女的身上自尽。
§2Φείδων τις τῶν Πελοποννησίων ἐπιτιθέμενος ἀρχῇ, τὴν Ἀργείων πόλιν, τὴν πατρίδα τὴν ἑαυτοῦ, ἡγεμονεύειν τῶν λοιπῶν βουλόμενος, πρῶτον ἐπεβούλευσε Κορινθίοις· πέμψας γὰρ ᾔτει παρʼ αὐτῶν νεανίας χιλίους τοὺς ἀκμῇ διαφέροντας καὶ ἀνδρείᾳ· οἱ δὲ πέμπουσι τοὺς χιλίους, στρατηγὸν αὐτῶν ἀποδείξαντες Δέξανδρον.
伯罗奔尼撒人菲东企图篡夺权力,并希望其祖国阿耳戈斯城统治其余城邦,首先对科林斯人设下阴谋;他派遣使者,向他们索要一千名在精力与勇气上出类拔萃的年轻男子;他们派去了一千人,并任命德克桑德罗斯为他们的将军。
ἐν νῷ δʼ ἔχων ὁ Φείδων ἐπιθέσθαι τούτοις, ἵνʼ ἔχοι Κόρινθον ἀτονωτέραν καὶ τῇ πόλει χρήσαιτο, προτείχισμα γὰρ τοῦτο ἐπικαιρότατον ἔσεσθαι τῆς ὅλης Πελοποννήσου, τὴν πρᾶξιν ἀνέθετο τῶν ἑταίρων τισίν.
菲东心里意图袭击他们,以便使科林斯变得更为虚弱,并利用该城——因为这本应是整个伯罗奔尼撒最便利的屏障,他将这一行动交托给他的部分同伴。
ἦν δὲ καὶ Ἅβρων ἐν αὐτοῖς· οὗτος δὲ ξένος ὢν τοῦ Δεξάνδρου ἔφρασεν αὐτῷ τὴν ἐπιβουλήν.
哈布隆也在他们之中;他作为德克桑德罗斯的宾客,将阴谋告知了后者。
καὶ οὕτως οἱ μὲν Φλιάσιοι πρὸ τῆς ἐπιθέσεως εἰς τὴν Κόρινθον ἐσώθησαν, Φείδων δʼ ἀνευρεῖν ἐπειρᾶτο τὸν προδόντα καὶ ἐπιμελῶς ἐζήτει.
于是,菲利乌斯人便在袭击发生前逃往科林斯而获救,菲东则试图找出背叛者,并细心搜寻。
δείσας δʼ ὁ Ἅβρων φεύγει εἰς Κόρινθον, ἀναλαβὼν τὴν γυναῖκα καὶ τοὺς οἰκέτας, ἐν Μελίσσῳ, κώμῃ τινὶ τῆς Κορινθίων χώρας ἔνθα καὶ παῖδα γεννήσας Μέλισσον προσηγόρευσεν, ἀπὸ τοῦ τόπου θέμενος τοὔνομα αὐτῷ.
哈布隆感到恐惧,便带着妻子和仆人逃往科林斯,住在科林斯领地内一个叫梅里索斯的村庄,并在那里生下一个男孩,起名叫梅里索斯,根据地名为他命名。
τούτου δὴ τοῦ Μελίσσου υἱὸς Ἀκταίων γίνεται, κάλλιστος καὶ σωφρονέστατος τῶν ὁμηλίκων, οὗ πλεῖστοι μὲν ἐγένοντο ἐρασταί, διαφερόντως δʼ Ἀρχίας, γένους μὲν ὢν τοῦ τῶν Ἡρακλειδῶν, πλούτῳ δὲ καὶ τῇ ἄλλῃ δυνάμει λαμπρότατος Κορινθίων.
正是这位梅里索斯的儿子阿克泰翁出生了,他是同龄人中最美丽、最克制的,极多的人成了他的爱慕者,尤其是阿尔基亚斯,他出身于赫拉克勒斯家族,在财富和其他权势方面是科林斯人中最显赫的。
ἐπεὶ δὲ πείθειν οὐκ ἠδύνατο τὸν παῖδα, ἔγνω βιάσασθαι καὶ συναρπάσαι τὸ μειράκιον· ἐπεκώμασεν οὖν ἐπὶ τὴν οἰκίαν τοῦ Μελίσσου, πλῆθος ἐπαγόμενος καὶ φίλων καὶ οἰκετῶν, καὶ ἀπάγειν τὸν παῖδα ἐπειρᾶτο.
由于他无法说服该少年,便决定诉诸武力并强行夺走这青年;于是他带着一群朋友和仆人,在狂欢中冲入梅里索斯的家,企图将少年带走。
ἀντιποιουμένου δὲ τοῦ πατρὸς καὶ τῶν φίλων, ἐπεκδραμόντων δὲ καὶ τῶν γειτόνων καὶ ἀνθελκόντων, ἀνθελκόμενος ὁ Ἀκταίων διεφθάρη· καὶ οἱ μὲν οὕτως ἀπεχώρουν.
在父亲和朋友们反抗、邻居们也奔来并往回拉扯的过程中,阿克泰翁在双方的争夺中死去;而他们也由此离去。
Μέλισσος δὲ τὸν νεκρὸν τοῦ παιδὸς εἰς τὴν ἀγορὰν τῶν Κορινθίων παρακομίσας ἐπεδείκνυε, δίκην ἀπαιτῶν παρὰ τῶν ταῦτα πραξάντων· οἱ δὲ πλέον οὐδὲν ἢ τὸν ἄνδρα ἠλέουν.
梅里索斯将他孩子的尸体抬入科林斯人的广场进行展示,要求惩罚做出此事的人;但人们除了同情这男子外,别无他举。
ἄπρακτος δʼ ἀναχωρήσας παρεφύλασσε τὴν πανήγυριν τῶν Ἰσθμίων, ἀναβὰς τʼ ἐπὶ τὸν τοῦ Ποσειδῶνος νεὼν κατεβόα τῶν Βακχιαδῶν καὶ τὴν τοῦ πατρὸς Ἅβρωνος εὐεργεσίαν ὑπεμίμνησκε, τούς τε θεοὺς ἐπικαλεσάμενος ῥίπτει ἑαυτὸν κατὰ τῶν πετρῶν.
他一无所获地回去,等待着地峡运动会的盛会,登上波塞冬的神殿,大声谴责巴克基亚德斯家族,并提醒他们其父哈布隆的恩惠,在呼求神明之后,他从岩石上纵身跃下。
μετʼ οὐ πολὺ δʼ αὐχμὸς καὶ λοιμὸς κατελάμβανε τὴν πόλιν καὶ τῶν Κορινθίων περὶ ἀπαλλαγῆς χρωμένων, ὁ θεὸς ἀνεῖλε μῆνιν εἶναι Ποσειδῶνος οὐκ ἀνήσοντος, ἕως ἂν τὸν Ἀκταίωνος θάνατον μετέλθοιεν.
不久之后,干旱和瘟疫席卷了该城,当科林斯人询问如何解脱时,神示称这是波塞冬的愤怒,非等到他们为阿克泰翁之死复仇,怒气便不会平息。
ταῦτα πυθόμενος Ἀρχίας, αὐτὸς γὰρ θεωρὸς ἦν, εἰς μὲν τὴν Κόρινθον ἑκὼν οὐκ ἐπανῆλθε, πλεύσας δʼ εἰς τὴν Σικελίαν Συρακούσας ἔκτισε.
得知此事的阿尔基亚斯——因为他自己曾是使节——未自愿返回科林斯,而是乘船前往西西里,建立了叙拉古。
πατὴρ δὲ γενόμενος ἐνταῦθα θυγατέρων δυεῖν, Ὀρτυγίας τε καὶ Συρακούσης, ὑπὸ τοῦ Τηλέφου δολοφονεῖται, ὃς ἐγεγόνει μὲν αὐτοῦ παιδικά, νεὼς δʼ ἀφηγούμενος συνέπλευσεν εἰς Σικελίαν.
他在那里成为两个女儿——奥尔提吉亚和叙拉古的父亲,却被泰勒福斯暗杀,后者曾是他的爱童,并曾指挥一艘船随他一同航行至西西里。