§17ἀλλʼ ἐπονείδιστον ὁ φυγάς ἐστι;
但是,流放者是可耻的吗?
παρά γε τοῖς ἄφροσιν, οἳ καὶ τὸν πτωχὸν λοιδόρημα ποιοῦνται καὶ τὸν φαλακρὸν καὶ τὸν μικρόν, καὶ νὴ Δία τὸν ξένον καὶ τὸν μέτοικον.
这只有在愚人眼中才是如此,他们甚至把穷人、秃子、矮子,乃至——以宙斯之名——外邦人和外来居民都当作嘲弄的对象。
ἀλλὰ μὴν οἱ μὴ τούτοις ὑποφερόμενοι θαυμάζουσι τοὺς ἀγαθούς, κἂν πένητες ὦσι κἂν ξένοι κἂν φυγάδες.
然而,那些不受这些人影响的人则赞美善人,即使他们是穷人、外邦人或流放者。
ἀλλʼ οὐχ ὁρῶμεν, ὥσπερ τὸν Παρθενῶνα καὶ τὸ Ἐλευσίνιον, οὕτω καὶ τὸ Θησεῖον ἅπαντας προσκυνοῦντας;
难道我们没有看到,正如帕特农神庙和埃勒乌西尼翁神庙一样,所有人也都崇敬忒修斯神庙吗?
καὶ μὴν ἔφυγε Θησεὺς ἐξ Ἀθηνῶν, διʼ ὃν ἥκουσι νῦν εἰς Ἀθήνας ἄνθρωποι, καὶ πόλιν ἀπέβαλεν ἣν οὐκ ἔσχεν ἀλλʼ αὐτὸς ἐποίησε.
而且,忒修斯正是被从雅典流放出去的,而如今人们正是因为他才来到雅典;他失去了一座他不仅拥有,而且是由他亲自建立的城市。
τῇ δʼ Ἐλευσῖνι τί λείπεται καλόν, ἂν αἰσχυνώμεθα τὸν Εὔμολπον, ὃς ἐκ Θρᾴκης μεταστὰς ἐμύησε καὶ μυεῖ τοὺς Ἕλληνας;
如果我们将埃乌莫尔波斯视为耻辱,埃勒乌西斯还剩下什么美好的事物呢? 他从色雷斯迁来,曾引导并至今仍在引导希腊人入信秘仪。
Κόδρος δὲ τίνος ὢν ἐβασίλευσεν;
而科德罗斯又是凭着谁的儿子的身份登基为王的?
οὐ Μελάνθου φυγάδος ἐκ Μεσσήνης;
难道不就是从美塞尼亚流亡来的梅兰托斯之子吗?
τὸ δὲ τοῦ Ἀντισθένους οὐκ ἐπαινεῖς πρὸς τὸν εἰπόντα ὅτι
Φρυγία σού ἐστιν ἡ μήτηρ;
当有人对安提斯泰尼说: “你的母亲是弗里吉亚人” 时,难道你不赞美他的回答吗?
καὶ γὰρ ἡ τῶν θεῶν
τί οὖν οὐ καὶ σὺ λοιδορούμενος φυγὰς ἀποκρίνῃ
καὶ γὰρ ὁ τοῦ Ἡρακλέους τοῦ καλλινίκου πατὴρ φυγὰς ἦν, καὶ ὁ τοῦ Διονύσου πάππος, ὡς ἐξεπέμφθη τὴν Εὐρώπην ἀνευρεῖν, οὐδʼ αὐτὸς ἐπανῆλθε
"Φοίνιξ πεφυκώς, ἐκ· δʼ ὁρίζεται γένος,ʼ"
εἰς τὰς Θήβας παραγενόμενος,
εὔιον ὀρσιγύναικα Διόνυσον μαινομέναις ἀνθέοντα τιμαῖς;
因为他回答道: “是啊,神明之母也是弗里吉亚人。 ” 那么,当你作为流放者受到侮辱时,你为什么不也这样回答呢: “因为,克敌制胜的赫拉克勒斯的父亲也是个流放者;而狄奥尼索斯的外祖父,当他被派去寻找欧罗巴时,自己也没有回去, ‘他虽生为腓尼基人,却从那里划定了他的族群,’ 当他来到忒拜, ‘那让女性狂热、伴随着疯狂敬意而兴盛的欢呼之神狄奥尼索斯’。
καὶ περὶ μὲν ὧν Αἰσχύλος ᾐνίξατο καὶ ὑπεδήλωσεν εἰπών
"ἁγνόν τʼ Ἀπόλλω φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν"
εὔστομά μοι κείσθω
καθʼ Ἡρόδοτον·
” 至于埃斯库罗斯用谜一般且隐晦的话语所暗示的: “以及纯洁的阿波罗,从天国流放的神” 就让我遵照希罗多德的说法,“让它作为我口中谨慎的沉默吧”。
ὁ δʼ Ἐμπεδοκλῆς ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφωνήσας
"
ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
εὖτὲ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ,
δαίμονες οἵ τε μακραίωνος λελόγχασι βίοιο· τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι.
而恩培多克勒在阐述其哲学的开端时,曾预先高声宣称: “这是必然的定数,神明古老的法令,每当有分得长寿之生的神灵,因错误而用流血玷污了自己的肢体,他便必须远离福乐者,在三万个季节中四处流浪。
τὴν καὶ ἐγὼ νῦν εἶμι φυγὰς θεόθεν καὶ ἀλήτης·
如今我也走在这条路上,成为一个背离神明的流放者和漫游者。
"
οὐχ ἑαυτόν, ἀλλʼ ἀφʼ ἑαυτοῦ πάντας ἀποδείκνυσι μετανάστας ἐνταῦθα καὶ ξένους καὶ φυγάδας ἡμᾶς ὄντας.
” 他展示的并不是他自己,而是以自己为起点,说明我们所有人在这里都是移居者、过客和流放者。
οὐ γὰρ αἷμα, φησίν, ἡμῖν οὐδὲ πνεῦμα συγκραθέν, ὦ ἄνθρωποι, ψυχῆς οὐσίαν καὶ ἀρχὴν παρέσχεν, ἀλλʼ ἐκ τούτων τὸ σῶμα συμπέπλασται γηγενὲς καὶ θνητόν·
因为他说,人们啊,并不是血液,也不是混合在一起的气为我们提供了灵魂的本质和源头,而是肉体由这些泥土造出的、必死的东西所塑造而成。
τῆς δὲ ψυχῆς ἀλλαχόθεν ἡκούσης δεῦρο, τὴν γένεσιν ἀποδημίαν ὑποκορίζεται τῷ πραοτάτῳ τῶν ὀνομάτων·
由于灵魂是从别处来到这里的,他便用最温和的名词,将它的诞生婉称为“旅居”。
τὸ δʼ ἀληθέστατον, φεύγει καὶ πλανᾶται θείοις ἐλαυνομένη δόγμασι καὶ νόμοις·
但最真实的实情是,它在神圣的法令和规律的驱逐下逃亡并流浪。
εἶθʼ, ὥσπερ ἐν νήσῳ σάλον ἐχούσῃ πολύν, καθάπερ φησὶν ὁ Πλάτων,
ὀστρέου τρόπον
ἐνδεδεμένη τῷ σώματι διὰ τὸ μὴ ἀναφέρειν μηδὲ μνημονεύειν
"ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου"
μεθέστηκεν, οὐ Σάρδεων Ἀθήνας οὐδὲ Κορίνθου Λῆμνον ἢ Σκῦρον ἀλλʼ οὐρανοῦ καὶ σελήνης γῆν ἀμειψαμένη καὶ τὸν ἐπὶ γῆς βίον, ἐὰν μικρὸν ἐνταῦθα τόπον ἐκ τόπου παραλλάξῃ, δυσανασχετεῖ καὶ ξενοπαθεῖ, καθάπερ φυτὸν ἀγεννὲς ἀπομαραινομένη.
然后,就像在波涛涌动的岛屿上一样,正如柏拉图所说,像牡蛎一样被禁锢在肉体中,因为不曾想起也不曾记得: “自己是从何等荣耀以及何其深广的福乐中” 迁徙而来的——它换取的不是用撒狄换雅典,也不是用哥林多换莱姆诺斯或斯基罗斯,而是用天空和月亮换取了大地和地上的生活。 如果它在这里只是从一个地方稍微迁移到另一个地方,就会感到烦躁不安,产生异乡之痛,像一株低贱的植物一样枯萎。
καίτοι φυτῷ μὲν ἔστι τις χώρα μᾶλλον ἑτέρας ἑτέρα πρόσφορος, ἐν ᾗ τρέφεται καὶ βλαστάνει βέλτιον· ἀνθρώπου δʼ οὐδεὶς ἀφαιρεῖται τόπος εὐδαιμονίαν, ὥσπερ οὐδʼ ἀρετὴν οὐδὲ φρόνησιν, ἀλλʼ Ἀναξαγόρας μὲν ἐν τῷ δεσμωτηρίῳ τὸν τοῦ κύκλου τετραγωνισμὸν ἔγραφε, Σωκράτης δὲ φάρμακον πίνων ἐφιλοσόφει καὶ παρεκάλει φιλοσοφεῖν τοὺς συνήθεις, εὐδαιμονιζόμενος ὑπʼ αὐτῶν·
然而,对于植物来说,确实有一块土地比另一块土地更适合它在其中生长和更好地抽芽;但对于人来说,没有任何地方能剥夺他的幸福,正如不能剥夺他的德行和智慧一样。 相反,阿那克萨哥拉在监狱里写下了化圆为方的研究,苏格拉底在饮下毒药时还在谈论哲学,并劝勉同伴们研究哲学,被他们视为幸福之人。
τὸν δὲ Φαέθοντα καὶ τὸν Τάνταλον εἰς τὸν οὐρανὸν ἀναβάντας οἱ ποιηταὶ λέγουσι ταῖς μεγίσταις συμφοραῖς περιπεσεῖν διὰ τὴν ἀφροσύνην.
而诗人则说,法厄同和坦塔罗斯升入天空,却因为自己的愚蠢而陷入了最大的灾难。