§6ἀνάγκη τοίνυν τὰ πάθη ταῦτα τοῖς αὐτοῖς ὥσπερ τὰ φυτὰ καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ ἐπιγίγνεσθαι πέφυκεν ἀλλήλοις.
因此,这些激情在相同的人身上,就像植物一样,自然具有互相滋养、生长和相继产生的本性。
μισοῦμέν γε μᾶλλον τοὺς μᾶλλον εἰς πονηρίαν ἐπιδιδόντας, φθονοῦσι δὲ μᾶλλον τοὺς μᾶλλον ἐπʼ ἀρετῇ προϊέναι δοκοῦσι.
事实上,我们更仇恨那些在邪恶中更进了一步的人,而他们则更嫉妒那些在德行上似乎更进一步的人。
διὸ καὶ Θεμιστοκλῆς ἔτι μειράκιον ὢν οὐδὲν ἔφη πράττειν λαμπρόν· οὔπω γὰρ φθονεῖσθαι.
因此,甚至地米斯托克利在还是青年时就说,自己没有做出任何辉煌的事,因为他还没有被嫉妒。
καθάπερ γὰρ αἱ κανθαρίδες ἐμφύονται μάλιστα τῷ ἀκμάζοντι σίτῳ καὶ τοῖς εὐθαλέσι ῥόδοις, οὕτως ὁ φθόνος ἅπτεται μάλιστα τῶν χρηστῶν καὶ αὐξομένων πρὸς ἀρετὴν καὶ δόξαν ἠθῶν καὶ προσώπων.
因为正如甲虫最喜欢寄生在最繁茂的谷物和盛开的玫瑰上一样,嫉妒也最容易附着在那些优秀且朝着德行和名声成长的品格和人身上。
καὶ τοὐναντίον αὖ πάλιν αἱ μὲν ἄκρατοι πονηρίαι συνεπιτείνουσι τὸ μῖσος.
相反,极其纯粹的邪恶则会加剧仇恨。
τοὺς γοῦν Σωκράτη συκοφαντήσαντας ὡς εἰς ἔσχατον κακίας ἐληλακότας οὕτως ἐμίσησαν οἱ πολῖται καὶ ἀπεστράφησαν, ὡς μήτε πῦρ αὔειν μήτε ἀποκρίνεσθαι πυνθανομένοις μήτʼ λουομένοις κοινωνεῖν ὕδατος, ἀλλʼ ἀναγκάζειν ἐκχεῖν ἐκεῖνο τοὺς παραχύτας ὡς μεμιασμένον, ἕως ἀπήγξαντο μὴ φέροντες τὸ μῖσος.
无论如何,市民们对那些诬陷苏格拉底的人(认为他们已堕入邪恶的极端)是如此仇恨和唾弃,以至于既不给他们生火,也不回答他们的提问,甚至在沐浴时不与他们共用水源,而是强迫浴场侍从把那水作为被污染的水倒掉,直到他们因无法忍受这仇恨而上吊自尽。
αἱ δὲ τῶν εὐτυχημάτων ὑπεροχαὶ καὶ λαμπρότητες πολλάκις τὸν φθόνον κατασβεννύουσιν.
但是,好运的卓越和辉煌往往会熄灭嫉妒。
οὐ γὰρ εἰκὸς Ἀλεξάνδρῳ τινὰ φθονεῖν οὐδὲ Κύρῳ, κρατήσασι καὶ γενομένοις κυρίοις ἁπάντων.
因为任何人都不大可能嫉妒亚历山大或居鲁士,因为他们征服了并成为了万物的主宰。
ἀλλʼ ὥσπερ ὁ ἥλιος, ὧν ἂν ὑπὲρ κορυφῆς γένηται, καταχεόμενος τὸ φῶς ἢ παντάπασι τὴν σκιὰν ἀνεῖλεν ἢ μικρὰν ἐποίησεν, οὕτω πολὺ τῶν ὕψος λαβόντων καὶ γενομένων κατὰ κεφαλῆς τοῦ φθόνου, συστέλλεται καὶ ἀναχωρεῖ καταλαμπόμενος.
但是,正如太阳一旦到了其头顶之上,倾泻下它的光芒,要么完全消除了影子,要么使它变小;同样,在那些获得极大高度并凌驾于嫉妒之上的人身上,[嫉妒]被照亮后便会萎缩并退去。
τὸ μέντοι μῖσος οὐκ ἀνίησιν ἡ τῶν ἐχθρῶν ὑπεροχὴ καὶ δύναμις.
然而,敌人的卓越和权力并不会减轻仇恨。
ὁ γοῦν Ἀλέξανδρος φθονοῦντα μὲν οὐδένʼ εἶχε, μισοῦντας δὲ πολλοὺς ὑφʼ ὧν τέλος ἐπιβουλευθεὶς ἀπέθανεν.
无论如何,亚历山大没有一个嫉妒他的人,却有许多仇恨他的人,他最终因这些人密谋陷害而死。
ὁμοίως τοίνυν καὶ τὰ δυστυχήματα τοὺς μὲν φθονοῦντας παύει τὰς δʼ αὖ ἔχθρας οὐκ ἀναιρεῖ· μισοῦσι γὰρ καὶ ταπεινοὺς τοὺς ἐχθροὺς γενομένους, φθονεῖ δʼ οὐδεὶς τῷ δυστυχοῦντι.
因此,同样地,厄运也会使嫉妒者停止嫉妒,但另一方面却不会消除敌意;因为即使敌人变得卑微,他们仍然仇恨他们,但没有人会嫉妒不幸的人。
ἀλλὰ καὶ τὸ ῥηθὲν ὑπό τινος τῶν καθʼ ἡμᾶς σοφιστῶν, ὅτι ἥδισθʼ οἱ φθονοῦντες ἐλεοῦσιν, ἀληθές ἐστιν· ὥστε καὶ ταύτῃ μεγάλην εἶναι τῶν παθῶν διαφοράν, ὡς τὸ μὲν μῖσος οὔτʼ εὐτυχούντων οὔτε δυστυχούντων ἀφίστασθαι πέφυκεν, ὁ δὲ φθόνος πρὸς τὴν ἀμφοῖν ὑπερβολὴν ἀπαγορεύει.
不仅如此,甚至我们时代的某位智者所说的话——“嫉妒者最乐意表示同情”——也是正确的;因此,在这方面,这些激情之间也有很大的不同,因为仇恨的天性是无论是对处境顺遂者还是处境逆遂者都不离去,而嫉妒则在两者的极端面前放弃。
§7ἔτι τοίνυν καὶ μᾶλλον οὕτως ἀπὸ τῶν ἐναντίων ταὐτὸ σκοπῶμεν.
此外,因此,我们更应该从相反的方面来考察同一件事。
λύουσι γὰρ ἔχθρας καὶ μῖσος ἢ πεισθέντες μηδὲν ἀδικεῖσθαι, ἢ δόξαν ὡς χρηστῶν, οὓς ἐμίσουν ὡς πονηρούς, λαβόντες· ἢ τρίτον εὖ παθόντες·
因为人们消除敌意和仇恨,要么是确信自己没有受到任何不公对待,要么是对那些因邪恶而被他们仇恨的人产生了优秀的印象,要么第三是得到了恩惠。
ἡ γὰρ τελευταία χάρις
ὡς Θουκυδίδης φησὶ
κἂν ἐλάττων ᾖ, καιρὸν ἔχουσα δύναται μεῖζον ἔγκλημα λῦσαι
τούτων δὲ τὸ μὲν πρῶτον οὐ λύει τὸν φθόνον·
“因为最后的恩惠,” 正如修昔底德所说, “即使它较小,但只要时机合适,就能消除更大的宿怨。
πεπεισμένοι γὰρ ἐξ ἀρχῆς μηδὲν ἀδικεῖσθαι φθονοῦσι τὰ δὲ λοιπὰ καὶ παροξύνει τοῖς τε γὰρ δοκοῦσι χρηστοῖς βασκαίνουσι μᾶλλον, ὡς δὴ τὸ μέγιστον ἀγαθὸν τὴν ἀρετὴν ἔχουσι κἂν εὖ πάσχωσιν ὑπὸ τῶν εὐτυχούντων, ἀνιῶνται, φθονοῦντες αὐτοῖς καὶ τῆς προαιρέσεως καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ἀρετῆς ἐστι τὸ δʼ εὐτυχίας,. ἀγαθὰ δʼ ἀμφότερα, διὸ παντελῶς ἕτερόν ἐστι τοῦ μίσους πάθος ὁ φθόνος, εἰ, διʼ ὧν ἐκεῖνο πραΰνεται, τοῦτο λυπεῖται καὶ παροξύνεται.
” 而这些之中,第一种并不能消除嫉妒;因为他们从一开始就深信自己没有受到任何不公,却依然嫉妒;而其余的事情甚至会刺激它;因为他们更嫉妒那些看起来优秀的人,认为他们拥有德行这一最大的善,而且即使他们受到幸运者的恩惠,他们也会感到痛苦,既嫉妒他们的意图,也嫉妒他们的力量;因为前者属于德行,后者属于幸运,而两者都是善事;因此,如果通过那些使仇恨缓和的事物,嫉妒反而感到痛苦和受到刺激,那么嫉妒就是一种与仇恨完全不同的激情。
§8ἤδη τοίνυν καὶ τὴν προαίρεσιν αὐτὴν ἑκατέρου πάθους σκοπῶμεν.
因此,现在我们也来考察一下这两种激情各自的抉择本身。
ἔστι δὲ μισοῦντος μὲν προαίρεσις κακῶς ποιῆσαι κατὰ δύναμιν· καὶ οὕτως ὁρίζονται, διάθεσίν τινα καὶ προαίρεσιν ἐπιτηρητικὴν τοῦ κακῶς ποιῆσαι.
仇恨者的抉择是在力量所及的范围内作恶;他们也这样定义它:一种旨在寻找机会作恶的某种状态和抉择。
τῷ φθόνῳ δὲ τοῦτο γοῦν ἄπεστι πολλοὺς γὰρ οἱ φθονοῦντες τῶν συνήθων καὶ οἰκείων ἀπολέσθαι μὲν οὐκ ἂν ἐθέλοιεν οὐδὲ δυστυχῆσαι, βαρύνονται δʼ εὐτυχοῦντας· καὶ κωλύουσι μέν, εἰ δύνανται, τὴν δόξαν αὐτῶν καὶ λαμπρότητα, συμφορὰς δʼ ἀνηκέστους οὐκ ἂν προσβάλοιεν· ἀλλʼ ὥσπερ οἰκίας ὑπερεχούσης τὸ ἐπισκοτοῦν αὐτοῖς καθελόντες ἀρκοῦνται.
但是,在嫉妒中,至少这一点是缺席的;因为许多同伴和亲属,嫉妒者既不希望他们灭亡,也不希望他们遭遇不幸,但当他们处境顺遂时,嫉妒者会感到沉重;虽然他们如果能做到,确实会阻碍他们的名声和辉煌,但他们不会施加无可挽回的灾难;而是就像一座高耸的房子,他们只是拆除了遮挡自己阳光的部分便心满意足了。