← プルタルコス

妬みと憎しみについて

§6-8

様々な比喩に見る妬みと憎しみの相違と性質

妬みと憎しみの違いを、植物の成長、ソクラテスを弾劾した人々への憎悪、太陽光線による影の消失、恩恵や不運に対する感情の反応、家を低くする比喩などを用いて多角的に説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6

ἀνάγκη τοίνυν τὰ πάθη ταῦτα τοῖς αὐτοῖς1 ὥσπερ τὰ φυτὰ καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ ἐπιγίγνεσθαι πέφυκεν ἀλλήλοις. μισοῦμέν γε μᾶλλον τοὺς μᾶλλον εἰς πονηρίαν ἐπιδιδόντας, φθονοῦσι δὲ μᾶλλον τοὺς μᾶλλον ἐπʼ ἀρετῇ προϊέναι δοκοῦσι. διὸ καὶ Θεμιστοκλῆς ἔτι μειράκιον ὢν οὐδὲν ἔφη πράττειν λαμπρόν· οὔπω γὰρ φθονεῖσθαι. καθάπερ γὰρ αἱ κανθαρίδες ἐμφύονται μάλιστα τῷ ἀκμάζοντι σίτῳ καὶ τοῖς εὐθαλέσι ῥόδοις, οὕτως ὁ φθόνος ἅπτεται μάλιστα τῶν χρηστῶν καὶ αὐξομένων πρὸς ἀρετὴν καὶ δόξαν ἠθῶν καὶ προσώπων. καὶ τοὐναντίον αὖ πάλιν αἱ μὲν ἄκρατοι πονηρίαι συνεπιτείνουσι τὸ μῖσος. τοὺς γοῦν Σωκράτη συκοφαντήσαντας ὡς εἰς ἔσχατον κακίας ἐληλακότας οὕτως ἐμίσησαν οἱ πολῖται καὶ ἀπεστράφησαν, ὡς μήτε πῦρ αὔειν μήτε ἀποκρίνεσθαι πυνθανομένοις μήτʼ λουομένοις κοινωνεῖν ὕδατος, ἀλλʼ ἀναγκάζειν ἐκχεῖν ἐκεῖνο τοὺς παραχύτας ὡς μεμιασμένον, ἕως ἀπήγξαντο μὴ φέροντες τὸ μῖσος. αἱ δὲ τῶν εὐτυχημάτων ὑπεροχαὶ καὶ λαμπρότητες πολλάκις τὸν φθόνον κατασβεννύουσιν. οὐ γὰρ εἰκὸς Ἀλεξάνδρῳ τινὰ φθονεῖν οὐδὲ Κύρῳ, κρατήσασι καὶ γενομένοις κυρίοις ἁπάντων. ἀλλʼ ὥσπερ ὁ ἥλιος, ὧν ἂν ὑπὲρ κορυφῆς γένηται, καταχεόμενος τὸ φῶς ἢ παντάπασι τὴν σκιὰν ἀνεῖλεν ἢ μικρὰν ἐποίησεν, οὕτω πολὺ τῶν ὕψος λαβόντων καὶ γενομένων κατὰ κεφαλῆς τοῦ φθόνου,2 συστέλλεται καὶ ἀναχωρεῖ καταλαμπόμενος. τὸ μέντοι μῖσος οὐκ ἀνίησιν ἡ τῶν ἐχθρῶν ὑπεροχὴ καὶ δύναμις. ὁ γοῦν Ἀλέξανδρος φθονοῦντα μὲν οὐδένʼ εἶχε, μισοῦντας δὲ πολλοὺς ὑφʼ ὧν τέλος ἐπιβουλευθεὶς ἀπέθανεν. ὁμοίως τοίνυν καὶ τὰ δυστυχήματα τοὺς μὲν φθονοῦντας παύει τὰς δʼ αὖ ἔχθρας οὐκ ἀναιρεῖ· μισοῦσι γὰρ καὶ ταπεινοὺς τοὺς ἐχθροὺς γενομένους, φθονεῖ δʼ οὐδεὶς τῷ δυστυχοῦντι. ἀλλὰ καὶ τὸ ῥηθὲν ὑπό τινος τῶν καθʼ ἡμᾶς σοφιστῶν, ὅτι ἥδισθʼ οἱ φθονοῦντες ἐλεοῦσιν, ἀληθές ἐστιν· ὥστε καὶ ταύτῃ μεγάλην εἶναι τῶν παθῶν διαφοράν, ὡς τὸ μὲν μῖσος οὔτʼ εὐτυχούντων οὔτε δυστυχούντων ἀφίστασθαι πέφυκεν, ὁ δὲ φθόνος πρὸς τὴν ἀμφοῖν ὑπερβολὴν ἀπαγορεύει.

したがって、これらの感情は、同じ人々において、植物のように、養われ、成長し、互いに続いて生じる本性があることは必然である。実に、我々は邪悪さにおいてより進んでいる者をより憎み、彼らは徳においてより進んでいると思われる者をより妬む。それゆえに、テミストクレスもまだ若者であったとき、自分は何も輝かしいことを成し遂げていないと言った。なぜなら、まだ妬まれていないからである。というのも、甲虫が最も実り豊かな穀物や咲き誇るバラに最も好んで取り付くように、そのように妬みは、徳と名声へと成長しつつある優れた人々の品性や人物に最も取り付くからである。そして逆にまた、極端な邪悪さは憎しみをいっそう強める。実際、ソクラテスを陥れた者たちを、極限の邪悪さに達した者たちとして、市民たちはひどく憎み、避けたので、彼らに火を分け与えることも、尋ねてくる彼らに答えることも、入浴する彼らと水を共有することもせず、かえって湯掛け人にその水を汚されたものとして捨てるよう強制したほどであり、ついに彼らはその憎しみに耐えかねて首を吊って死んだ。しかし、幸運の卓越や輝かしさは、しばしば妬みを消し去る。というのも、誰かがアレクサンドロスやキュロスを妬むことはありそうにないからである。彼らは勝利を収め、すべての支配者となったからである。しかし、太陽が、自らがその真上に達したものの、光を降り注ぐことによって影を完全に取り除くか、あるいは小さくするのと同様に、そのように、大いに高みに達し、妬みの頭上に立つようになった人々において、[妬みは]光に照らされて縮み、退くのである。しかし、敵の卓越や権力は、憎しみを和らげることはない。実際、アレクサンドロスは、自分を妬む者を一人も持たなかったが、自分を憎む者を多く持っており、最終的に彼らによって陰謀を企てられて死んだ。したがって同様に、不運もまた、妬む者たちを静止させるが、他方で敵意を消し去ることはない。というのも、人々は敵が落ちぶれてもなお憎むが、不運な者を妬む者は誰もいないからである。それどころか、我々の時代のソフィストの一人によって言われたこと、「妬む者たちは最も好んで同情する」ということも真実である。したがって、この点でもこれらの感情の間には大きな違いがある。すなわち、憎しみは、相手が幸運であろうと不運であろうと離れることがない本性があるのに対し、妬みは、その双方の極端さにおいて断念するからである。

§7

ἔτι τοίνυν καὶ μᾶλλον οὕτως ἀπὸ τῶν ἐναντίων ταὐτὸ σκοπῶμεν. λύουσι γὰρ ἔχθρας καὶ μῖσος ἢ πεισθέντες μηδὲν ἀδικεῖσθαι, ἢ δόξαν ὡς χρηστῶν,3 οὓς ἐμίσουν ὡς πονηρούς, λαβόντες· ἢ τρίτον εὖ παθόντες· ἡ γὰρ τελευταία χάρις ὡς Θουκυδίδης φησὶ κἂν ἐλάττων ᾖ, καιρὸν ἔχουσα δύναται μεῖζον ἔγκλημα λῦσαι τούτων δὲ τὸ μὲν πρῶτον οὐ λύει τὸν φθόνον· πεπεισμένοι γὰρ ἐξ ἀρχῆς μηδὲν ἀδικεῖσθαι φθονοῦσι τὰ δὲ λοιπὰ καὶ παροξύνει τοῖς τε γὰρ δοκοῦσι χρηστοῖς βασκαίνουσι μᾶλλον, ὡς δὴ τὸ μέγιστον ἀγαθὸν τὴν ἀρετὴν ἔχουσι κἂν εὖ πάσχωσιν ὑπὸ τῶν εὐτυχούντων, ἀνιῶνται, φθονοῦντες αὐτοῖς καὶ τῆς προαιρέσεως καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ἀρετῆς ἐστι τὸ δʼ εὐτυχίας, ἀγαθὰ δʼ ἀμφότερα, διὸ παντελῶς ἕτερόν ἐστι τοῦ μίσους πάθος ὁ φθόνος, εἰ, διʼ ὧν ἐκεῖνο πραΰνεται, τοῦτο λυπεῖται καὶ παροξύνεται.

さらにそれゆえに、むしろ以下のように、反対の事柄から同じことを考察してみよう。というのも、人々が敵意や憎しみを解くのは、自分が何も不当な扱いを受けていないと納得するか、あるいは、邪悪な者として憎んでいた人々について、優れた人々であるという印象を得るか、あるいは第三に、恩恵を受けることによってである。 「なぜなら、最後の恩恵は」とトゥキディデスが言うように、「たとえより小さなものであっても、適切な時期を得ていれば、より大きな不満を解消することができるからである。」 しかし、これらのうち最初のものは妬みを解くことはない。なぜなら、彼らは最初から、自分が何も不当な扱いを受けていないと確信しつつも妬むからである。また、残りのものはむしろ刺激する。というのも、彼らは優れたと思われる人々を、彼らが最大の善である徳を有しているとして、よりいっそう妬むからであり、また、たとえ幸運な人々から恩恵を受けても、彼らは苦しみ、その人々の意図をも、その力をも妬むからである。前者は徳に属し、後者は幸運に属し、両方とも善きものだからである。それゆえ、もし、それ(憎しみ)を和らげる手段によって、これ(妬み)が苦しみ、刺激されるのであるならば、妬みは憎しみとは完全に異なる感情である。

§8

ἤδη τοίνυν καὶ τὴν προαίρεσιν αὐτὴν ἑκατέρου πάθους σκοπῶμεν. ἔστι δὲ μισοῦντος μὲν προαίρεσις κακῶς ποιῆσαι κατὰ δύναμιν· καὶ οὕτως ὁρίζονται, διάθεσίν τινα καὶ προαίρεσιν ἐπιτηρητικὴν τοῦ κακῶς ποιῆσαι. τῷ φθόνῳ δὲ τοῦτο γοῦν ἄπεστι πολλοὺς γὰρ οἱ φθονοῦντες τῶν συνήθων καὶ οἰκείων ἀπολέσθαι μὲν οὐκ ἂν ἐθέλοιεν οὐδὲ δυστυχῆσαι, βαρύνονται δʼ εὐτυχοῦντας· καὶ κωλύουσι μέν, εἰ δύνανται, τὴν δόξαν αὐτῶν καὶ λαμπρότητα, συμφορὰς δʼ ἀνηκέστους οὐκ ἂν προσβάλοιεν· ἀλλʼ ὥσπερ οἰκίας ὑπερεχούσης4 τὸ ἐπισκοτοῦν αὐτοῖς καθελόντες ἀρκοῦνται.

さてそれゆえ、それぞれの感情の意図そのものを考察してみよう。そして、憎む者の意図とは、能力の限り害をなすことである。彼らは(憎しみを)害をなす機会を窺うある種の状態や意図として定義する。しかし、妬みにおいては、少なくともこのことは欠けている。というのも、妬む者たちは、親しい者や身内の多くの人々が滅びることや不運になることは望まないだろうが、彼らが幸運であることを不快に思うからである。そして彼らは、もし可能なら、その人々の名声や輝かしさを妨げはするが、取り返しのつかない災厄をもたらそうとはしないだろう。そうではなく、あたかも高くそびえる家の、自分たちを遮っている部分を取り壊して、それで満足しているかのようである。

構文注4 件
  1. 6τοῖς αὐτοῖς

    「同じ人々において」と解釈される。あるいは「同じもの(原因)によって」とも取れるが、文脈上、植物が同じ土壌から成長するように、人間の同じ心の中に憎しみと妬みが共存し成長することを意味するため、「同じ人々(主体)において」とするのが適当である。

  2. 538bτῶν ὕψος λαβόντων καὶ γενομένων κατὰ κεφαλῆς τοῦ φθόνου

    属格 τῶν ὕψος λαβόντων... は、後続の動詞 συστέλλεται καὶ ἀναχωρεῖ(主語は ὁ φθόνος)に対して、影響を受ける対象あるいは範囲を示す。κατὰ κεφαλῆς は「〜の頭上に」を意味し、ここでは高みに達した人々が妬みを超越してその「頭上」に立つ(太陽が真上に来て影を消すように、彼らの輝きが妬みを無効化する)比喩を形成している。

  3. 538cδόξαν ὡς χρηστῶν

    ὡς χρηστῶν は属格で、先行する δόξαν(評判・印象)の内容をなす客観属格的に機能している。本来なら対格不定詞を伴う節(彼らが優れているという評判)になるところ、ὡς と属格名詞(χρηστῶν、先行詞 οὓς の性・数・格の吸引あるいは δόξαν にかかる属格)の形をとっている。

  4. 538eοἰκίας ὑπερεχούσης

    οἰκίας ὑπερεχούσης は属格絶対(「家が高くそびえているとき」)として機能し、その家の一部である「彼らを遮っている(日陰にしている)部分(τὸ ἐπισκοτοῦν)」を分詞 καθελόντες(取り壊して)が目的語に取っている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0007.tlg105.humanitext-grc2:6-8