§1οὕτω δὴ καὶ δοκεῖ μηθὲν τοῦ μίσους διαφέρειν ὁ φθόνος ἀλλʼ ὁ αὐτὸς εἶναι.
因此,嫉妒也被认为与仇恨毫无区别,而是同一种东西。
καθόλου μὲν γὰρ ὥσπερ πολυάγκιστρον ἡ κακία τοῖς ἐξηρτημένοις αὐτῆς πάθεσι κινουμένη δεῦρο κἀκεῖσε πολλὰς πρὸς ἄλληλα συναφὰς καὶ περιπλοκὰς ἐνδίδωσι ταῦτα δʼ ὥσπερ νοσήματα συμπαθεῖ ταῖς ἀλλήλων φλεγμοναῖς.
因为总的来说,邪恶就像一个多刺的鱼钩,被依附于它的激情驱使而四处活动,在彼此之间产生许多联结和缠绕;而这些激情就像疾病一样,对彼此的炎症产生共鸣。
ὁ γὰρ εὐτυχῶν ὁμοίως καὶ τὸν μισοῦντα λυπεῖ καὶ τὸν φθονοῦντα.
因为幸运的人同样使仇恨者和嫉妒者感到痛苦。
διὸ καὶ τὴν εὔνοιαν ἀμφοτέροις νομίζομεν ἀντικεῖσθαι, βούλησιν οὖσαν ἀγαθῶν τοῖς πλησίον· καὶ τῷ μισεῖν τὸ φθονεῖν ταὐτὸν εἶναι, ὅτι τὴν ἐναντίαν τῷ φιλεῖν ἔχει προαίρεσιν.
因此,我们也认为善意与这两者对立,因为善意是向邻人祝愿好事;并且嫉妒与仇恨是同一回事,因为它具有与爱相反的抉择。
ἐπεὶ δʼ οὐχ οὕτω ταὐτὸν αἱ ὁμοιότητες ὡς ἕτερον αἱ διαφοραὶ ποιοῦσι, κατὰ ταύτας ζητοῦμεν ἑὰν μεταδιώξωμεν, ἀπὸ τῆς γενέσεως ἀρξάμενοι τῶν παθῶν.
但是,既然相似性使事物相同的程度不如差异性使它们不同的程度,如果我们进行追寻,我们将从激情的产生开始,根据这些差异来寻求。
§2γεννᾶται τοίνυν τὸ μῖσος ἐκ φαντασίας τοῦ ὅτι πονηρὸς ἢ κοινῶς ἢ πρὸς αὐτόν ἐστιν ὁ μισούμενος· καὶ γὰρ ἀδικεῖσθαι δόξαντες αὐτοὶ πεφύκασι μισεῖν, καὶ τοὺς ἄλλως ἀδικητικοὺς ἢ πονηροὺς προβάλλονται καὶ δυσχεραίνουσι φθονοῦσι δʼ ἁπλῶς τοῖς εὖ πράττειν δοκοῦσιν.
因此,仇恨产生于一种被仇恨者在一般意义上或对自己而言是邪恶的表象;因为那些认为自己受到不公对待的人自然倾向于仇恨,并且他们排斥并厌恶那些在其他方面具有伤害性或邪恶的人;但他们嫉妒的,仅仅是那些似乎处境优越的人。
ὅθεν ἔοικεν ὁ μὲν φθόνος ἀόριστος εἶναι, καθάπερ ὀφθαλμία πρὸς ἅπαν τὸ λαμπρὸν ἐκταρασσόμενος· τὸ δὲ μῖσος ὥρισται καθʼ ὑποκειμένων ἀεί τινων ἀπερειδόμενον πρὸς αὐτόν.
由此看来,嫉妒似乎是无界限的,就像眼疾面对一切闪耀的事物一样被扰乱;而仇恨是有界限的,它总是针对特定的对象并投射在这些对象上。
§3δεύτερον δὲ τὸ μισεῖν γίγνεται καὶ πρὸς ἄλογα ζῷα· καὶ γὰρ γαλᾶς καὶ κανθαρίδας ἔνιοι μισοῦσι καὶ φρύνους καὶ ὄφεις· Γερμανικὸς δʼ ἀλεκτρυόνος οὔτε φωνὴν οὔτʼ ὄψιν ὑπέμενεν οἱ δὲ Περσῶν μάγοι τοὺς μῦς ἀπεκτίννυσαν, ὡς αὐτοί τε μισοῦντες καὶ τοῦ θεοῦ δυσχεραίνοντος τὸ ζῷον· ὁμοῦ τι γὰρ πάντες Ἄραβες καὶ Αἰθίοπες μυσάττονται.
第二,仇恨也发生在对待无理性的动物上;因为有些人仇恨鼬鼠、甲虫、蟾蜍和蛇;日耳曼尼库斯既无法忍受公鸡的声音,也无法忍受它的样子;而波斯祭司消灭老鼠,因为他们自己仇恨它们,且神也厌恶这种动物;因为几乎所有的阿拉伯人和埃塞俄比亚人都对此感到厌恶。
τὸ μέντοι φθονεῖν πρὸς; μόνον ἄνθρωπον ἀνθρώπῳ γίγνεται.
然而,嫉妒只发生在人与人之间。
§4κἂν τοῖς θηρίοις δὲ φθόνον μὲν οὐκ εἰκὸς ἐγγίνεσθαι πρὸς ἄλληλα· τοῦ γὰρ εὖ πράττειν ἢ κακῶς ἕτερον φαντασίαν οὐ λαμβάνουσιν, οὐδʼ ἅπτεται τὸ ἔνδοξον ἢ ἄδοξον αὐτῶν, οἷς ὁ φθόνος ἐκτραχύνεται μάλιστα.
即使在野兽之中,它们之间也不太可能产生嫉妒;因为它们并不对别人的好运或厄运抱有表象,名声或耻辱也不影响它们,而嫉妒正是主要因这些而变得激烈。
μισοῦσι δʼ ἄλληλα καὶ ἀπεχθάνονται καὶ πολεμοῦσιν ὥσπερ ἀσπείστους τινὰς πολέμους ἀετοὶ καὶ δράκοντες, κορῶναι καὶ γλαῦκες, αἰγιθαλλοὶ καὶ ἀκανθυλλίδες· ὥστε τούτων γέ φασι μηδὲ τὸ αἷμα κίρνασθαι σφαττομένων, ἀλλὰ κἂν μίξῃς, ἰδίᾳ πάλιν ἀπορρεῖν διακρινόμενον.
但它们彼此仇恨、敌对,并进行着如同不可调和的战争,如鹰与龙、乌鸦与猫头鹰、山雀与金翅雀;因此人们说,即使在它们被宰杀时,它们的血也不会融合,而且即使你把它们混合,它们也会再次分离,各自流下。
εἰκότως; δʼ ἔχει τῷ λέοντι πρὸς τὸν ἀλεκτρυόνα καὶ τῷ ἐλέφαντι πρὸς τὴν ὗν μῖσος ἰσχυρὸν γεγεννηκέναι τὸν φόβον· ὃ γὰρ δεδίασι, καὶ μισεῖν πεφύκασιν ὥστε καὶ ταύτῃ φαίνεσθαι διαφέροντα τοῦ μίσους τὸν φθόνον, τὸ μὲν δεχομένης τῆς τῶν θηρίων φύσεως τὸν δὲ μὴ δεχομένης.
合理的是,恐惧使狮子对公鸡、大象对猪产生了强烈的仇恨;因为它们所害怕的,它们自然也会仇恨;所以在这方面,嫉妒也显然与仇恨不同,野兽的天性接受后者(仇恨),却不接受前者(嫉妒)。
§5ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίγνεται δικαίως· οὐδεὶς γὰρ ἀδικεῖ τῷ εὐτυχεῖν, ἐπὶ τούτῳ δὲ φθονοῦνται μισοῦνται δὲ πολλοὶ δικαίως, ὡς οὓς ἀξιομισήτους καλοῦμεν, ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται καὶ δυσχεραίνωσι.
此外,嫉妒对任何人而言都不是正当的;因为没有人因为好运而伤害他人,但人们却因此被嫉妒;然而许多人被正当底仇恨,就像那些我们称之为“可恨之人”的人,如果我们不避开这样的人,也不憎恶和厌恶他们[那我们就是不对的]。
μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι φθονεῖν δʼ οὐδενὶ λέγουσι. καὶ γὰρ ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί·
这方面的一个重大证据是,有些人承认他们仇恨许多人,但说他们不嫉妒任何人。
καὶ τὸν ἀδελφιδοῦν τοῦ Λυκούργου Χάριλλον, βασιλεύοντα τῆς Σπάρτης ἐπιεικῆ δʼ ὄντα καὶ πρᾶον ἐπαινούντων τινῶν, ὁ συνάρχων
καὶ πῶς
ἔφη
χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι;
因为憎恶邪恶也是受到赞美的事物之一;当一些人赞美吕库戈斯的侄子、斯巴达国王、温和谦恭的查里路斯时,他的共同执政者说: “查里路斯怎么能称得上是好人,他甚至对恶人都不严厉?
καὶ τοῦ Θερσίτου ὁ ποιητὴς τὴν μὲν τοῦ σώματος κακίαν πολυμερῶς καὶ περιωδευμένως ἐξεμόρφησε, τὴν δὲ τοῦ ἤθους μοχθηρίαν συντομώτατα καὶ διʼ ἑνὸς ἔφρασεν,
"ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆι"
ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι.
” 而关于瑟西提斯,诗人多方面且繁复地描绘了他身体的丑陋,却极其简练地用一句话表达了他性格的恶劣: “而他最被阿喀琉斯和奥德修斯所憎恨。 ” 因为对于最优秀的人而言成为敌人,是某种邪恶的极致。
καὶ φθονεῖν δʼ ἀρνοῦνται κἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὁ τι ἂν τύχωσιν ἄλλο τῷ φθόνῳ τοῦ πάθους ὄνομα περιβάλλοντες καὶ καλύπτοντες, ὡς μόνον τοῦτο τῶν ψυχῆς νοσημάτων ἀπόρρητον.
人们即使被证实也否认嫉妒,他们提出无数的借口,说自己是在生气,或者害怕那个人,或者仇恨他,或者用任何碰巧找到的其他激情之名来掩盖和装扮嫉妒,仿佛只有这种心灵的疾病是不可言说的。