§8ἐπεὶ δʼ οὐ χρημάτων μόνον ἡ δυσωπία κακὴ καὶ ἀγνώμων οἰκονόμος ἐστίν, ἀλλὰ καὶ περὶ τὰ μείζονα παραιρεῖται τὸ συμφέρον τοῦ λογισμοῦ·
因为碍于面子不仅是金钱上糟糕且糊涂的管家,而且在重大的事情上也会剥夺理性的有益判断。
καὶ γὰρ ἰατρὸν νοσοῦντες οὐ παρακαλοῦμεν τὸν ἔμπειρον αἰσχυνόμενοι τὸν συνήθη, καὶ παισὶ διδασκάλους ἀντὶ τῶν χρηστῶν τοὺς παρακαλοῦντας αἱρούμεθα, καὶ δίκην ἔχοντες πολλάκις οὐκ ἐῶμεν εἰπεῖν τὸν ὠφέλιμον καὶ ἀγοραῖον, ἀλλʼ οἰκείου τινὸς ἢ συγγενοῦς υἱῷ χαριζόμενοι παρεδώκαμεν ἐμπανηγυρίσαι·
实际上,我们在生病时,往往因为对相识的医生感到难为情而不去邀请有经验的医生,在为孩子们选择教师时,我们不选优秀的,反而选择那些向我们恳求的人,而在打官司时,我们常常不让有益且擅长法庭辩论的人发言,反而为了取悦某位熟人或亲戚的儿子而把案件交给他去炫耀。
τέλος δὲ πολλοὺς ἔστιν ἰδεῖν καὶ τῶν φιλοσοφεῖν λεγομένων, Ἐπικουρείους καὶ Στωικοὺς ὄντας, οὐχ ἑλομένους οὐδὲ κρίναντας ἀλλὰ προσθεμένους δυσωποῦσιν οἰκείοις καὶ φίλοις·
最后,甚至可以看见许多自称研究哲学的人,尽管他们是伊比丘鲁学派或斯多葛学派,却不是自己选择或判断,而是因为碍于面子而顺从了亲近的熟人和朋友。
φέρε δὴ καὶ πρὸς ταῦτα πόρρωθεν ἐν τοῖς ἐπιτυχοῦσι καὶ μικροῖς γυμνάζωμεν ἑαυτούς, ἐθίζοντες μήτε κουρεῖ μήτε γναφεῖ κατὰ δυσωπίαν χρῆσθαι μηδὲ καταλύειν· ἐν φαύλῳ πανδοκείῳ, βελτίονος παρόντος, ὅτι πολλάκις ὁ πανδοκεὺς ἠσπάσαθʼ ἡμᾶς·
来吧,让我们对这些事情也从一开始就在日常和细微的事上训练自己,习惯于不因碍于面子而光顾特定的理发师或织补匠,也不在有更好旅馆的情况下,仅因店主多次热情问候,就住在简陋的旅店里。
ἀλλʼ ἔθους ἕνεκα, κἂν ᾖ παρὰ μικρόν, αἱρεῖσθαι τὸ βέλτιον·
而是为了培养习惯,即使差别极其微小,也要选择更好的那一个。
ὥσπερ οἱ Πυθαγορικοὶ παρεφύλαττον ἀεὶ μηδέποτε τῷ δεξιῷ μηρῷ τὸν εὐώνυμον ἐπιτιθέναι, μηδὲ τὸν ἄρτιον ἀντὶ τοῦ περιττοῦ λαβεῖν, τῶν ἄλλων ἐπʼ ἴσης ἐχόντων.
正如毕达哥拉斯学派的人总是严守规矩,在其他条件相同的情况下,绝不将左腿叠在右腿上,也不以偶数代替奇数。
ἐθιστέον δέ, καὶ θυσίαν ποιούμενον ἢ γάμον ἤ τινα ἄλλην τοιαύτην ὑποδοχὴν μὴ τὸν ἀσπασάμενον καλεῖν ἢ προσδραμόντα μᾶλλον ἢ τὸν εὔνουν καὶ χρηστόν·
我们还必须习惯,在举行祭祀、婚礼或任何其他此类宴请时,不要邀请那些向我们打招呼或跑过来的人,而应邀请那些怀有善意且优秀的人。
ὁ γὰρ οὕτως ἐθισθεὶς καὶ ἀσκήσας δυσάλωτος ἔσται, μᾶλλον δʼ ὅλως ἀνεπιχείρητος ἐν τοῖς μείζοσι.
因为这样习惯并训练的人,将不易被攻破,甚至在更重大的事情上完全无懈可击。
§9περὶ μὲν οὖν ἀσκήσεως ἱκανὰ καὶ ταῦτα·
关于训练,这些话已经足够了。
τῶν δὲ χρησίμων ἐπιλογισμῶν πρῶτός ἐστιν ὁ διδάσκων καὶ ὑπομιμνήσκων, ὅτι πᾶσι μὲν τοῖς πάθεσιν ἀκολουθεῖ καὶ τοῖς νοσήμασιν ἃ φεύγειν διʼ αὐτῶν δοκοῦμεν, ἀδοξίαι φιλοδοξίαις καὶ λῦπαι φιληδονίαις καὶ πόνοι μαλακίαις καὶ φιλονικίαις ἧτται καὶ καταδίκαι·
但在有益的反省中,第一条是教导并提醒我们:所有激情和病症,都会带来我们以为通过它们可以逃避的那些东西。 例如,虚荣心带来耻辱,纵欲带来痛苦,软弱带来劳苦,好胜带来战败和判决。
τῇ δὲ δυσωπίᾳ συμβέβηκεν ἀτεχνῶς φευγούσῃ καπνὸν ἀδοξίας εἰς πῦρ ἐμβάλλειν ἑαυτήν.
而碍于面子的软弱,则恰恰是在逃避不名誉的烟雾时,使自己投入了烈火。
αἰσχυνόμενοι γὰρ ἀντιλέγειν τοῖς ἀγνωμόνως δυσωποῦσιν ὕστερον δυσωποῦνται τοὺς δικαίως ἐγκαλοῦντας, καὶ δεδιότες μέμψιν ἐλαφρὰν πολλάκις αἰσχύνην ὁμολογουμένην ὑπομένουσι.
因为羞于反驳那些不通情理而强求的人,他们随后又不得不对那些正当指责他们的人感到面子难堪,并且因为害怕轻微的指责,往往承受了公认的耻辱。
καὶ γὰρ αἰτοῦντος ἀργύριον φίλου δυσωπηθέντες ἀντειπεῖν οὐκ ἔχοντες, ἀσχημονοῦσι μετʼ ὀλίγον ἐξελεγχόμενοι καὶ βοηθήσειν ὁμολογήσαντες ἐνίοις δίκην ἔχουσιν, εἶτα τοὺς ἑτέρους διατραπέντες ἀποκρύπτονται καὶ δραπετεύουσι.
事实上,当朋友借钱时,他们碍于面子无法拒绝,不久后谎言败露便丢尽脸面;又如他们答应帮助一些打官司的人,随后却因惧怕对方而躲藏和逃跑。
πολλοὺς δὲ καὶ περὶ γάμου θυγατρὸς ἢ ἀδελφῆς εἰς ὁμολογίαν ἀλυσιτελῆ κατακλείσασα δυσωπία ψεύδεσθαι πάλιν ἀναγκάζει μετατιθεμένους.
碍于面子在关于女儿或姐妹的婚事上,也将许多人逼入不利的承诺中,以致在他们改变主意时被迫再次说谎。
§10ὁ μὲν γὰρ εἰπών, ὅτι πάντες οἱ τὴν Ἀσίαν κατοικοῦντες ἑνὶ δουλεύουσιν ἀνθρώπῳ διὰ τὸ μὴ δύνασθαι μίαν εἰπεῖν τὴν
οὐ
συλλαβήν, οὐκ ἐσπούδασεν ἀλλʼ ἔσκωψε·
因为那说“所有居住在亚洲的人都奴役于一个男人,只因他们无法说出‘不’这一个音节”的人,并不是认真的,而是在开玩笑。
τοῖς δὲ δυσωπουμένοις, κἂν μηδὲν εἴπωσιν, ἔξεστιν ὀφρῦν ἐπάρασι μόνον ἢ κάτω κύψασι πολλὰς ἀβουλήτους καὶ ἀτόπους ὑπουργίας διαφυγεῖν.
但对于碍于面子的人来说,即使什么都不说,只要扬起眉毛或低下头,就能避开许多违背意愿且不合理的差事。
τὴν γὰρ σιωπὴν
ὁ μὲν Εὐριπίδης φησὶ
τοῖς σοφοῖς ἀπόκρισιν
εἶναι·
因为欧里庇得斯说,沉默是对聪明人的回答。
κινδυνεύομεν δὲ μᾶλλον αὐτῆς δεῖσθαι πρὸς τοὺς ἀγνώμονας·
而我们倒不如说,我们更需要对那些不讲理的人保持沉默。
ἐπεὶ τοὺς. χαρίεντας ἔστι καὶ παρηγορῆσαι·
因为对于优雅的人,我们还可以劝说解释。
καὶ πρόχειρά γε δεῖ καὶ συχνὰ τῶν ἐπιφανῶν καὶ ἀγαθῶν ἀνδρῶν ἔχειν ἀποφθέγματα καὶ μνημονεύειν πρὸς τοὺς δυσωποῦντας· οἷον τὸ Φωκίωνος πρὸς Ἀντίπατρον
οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι
καὶ πρὸς τοὺς Ἀθηναίους ἐπιδοῦναι κελεύοντας αὐτὸν ἐν ἑορτῇ καὶ κροτοῦντας
αἰσχύνομαι
εἶπεν ὑμῖν
μὲν ἐπιδιδοὺς τούτῳ δὲ μὴ ἀποδιδούς
Καλλικλέα δείξας τὸν δανειστήν·
而且我们手中必须准备并记住许多杰出和优秀人物的格言,以应对那些让我们碍于面子的人:比如福基翁对安提帕特所说:‘你不能既把我当朋友,又把我当谄媚者。 ’又如当雅典人在节日里要求他捐款并向他鼓掌时,他说:‘我很惭愧向你们捐款,却不偿还这个人的债务,’他指的是债主卡利克勒斯。
πενίαν γὰρ οὐχ ὁμολογεῖν αἰσχρὸν
ὡς Θουκυδίδης φησὶν
ἀλλʼ ἔργῳ μὴ διαφεύγειν αἴσχιον
ὁ δʼ ἀβελτερίᾳ καὶ μαλακίᾳ πρὸς τὸν αἰτοῦντα δυσωπούμενος εἰπεῖν
"οὐκ ἔστʼ ἐν ἄντροις λευκός, ὦ ξένʼ, ἄργυρος· "
εἶθʼ ὥσπερ ἐνέχυρον προέμενος; τὴν ἐπαγγελίαν,
"αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις.
因为正如修昔底德所说,承认贫穷并不丢脸,但不通过劳动去逃避贫穷才是更丢脸的。 然而,那因愚蠢和软弱而对索求者碍于面子、不敢说‘异邦人啊,洞穴里没有白银’,随后却把承诺像抵押品一样交出去的人, ‘被羞耻的无铁之锁链所捆绑。
"
ὁ δὲ Περσαῖος ἀργύριόν τινι τῶν γνωρίμων δανείζων διʼ ἀγορᾶς καὶ τραπέζης ἐποιεῖτο τὸ συμβόλαιον μεμνημένος δηλονότι τοῦ Ἡσιόδου λέγοντος; "καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.
’ 而培尔塞奥斯在借钱给熟人时,通过市场和银行进行登记签约,这显然是记住了赫西俄德所说的:‘即使对兄弟笑脸相迎,也要立下证人。
"
θαυμάσαντος δʼ ἐκείνου καὶ εἰπόντος
οὕτως, ὦ Περσαῖε, νομικῶς;
’ 对方感到惊讶并说:‘培尔塞奥斯,竟然如此合乎法律吗?
ναί
εἶπεν
ἵνα φιλικῶς ἀπολάβω καὶ μὴ νομικῶς ἀπαιτήσω
πολλοὶ γὰρ ἐν ἀρχῇ διὰ δυσωπίαν προέμενοι τὸ πιστόν, ὕστερον ἐχρήσαντο τοῖς νομίμοις μετʼ ἔχθρας.
’他回答说:‘是的,这样我才能友好地收回,而不是合乎法律地去催讨。 ’因为许多人起初因碍于面子而放弃了确证,事后却怀着敌意诉诸法律。