§5ὡς οὖν πολλῶν κακῶν αἴτιον τὸ νόσημα τοῦτʼ ὂν πειρατέον ἀποβιάζεσθαι τῇ ἀσκήσει, πρῶτον ἀρξαμένους ὥσπερ οἱ τἄλλα μελετῶντες ἀπὸ τῶν μικρῶν καὶ μὴ σφόδρα δυσαντιβλέπτων·
因此,由于这种病症(碍于面子)是许多恶果的根源,我们必须通过练习努力将其克服。 我们应当像学习其他技术的人那样,首先从微不足道且不难应对的事情开始。
οἷον ἐν δείπνῳ προπίνει τις ἅδην ἔχοντι· μὴ δυσωπηθῇς μηδὲ προσβιάσῃ σαυτόν, ἀλλὰ κατάθου τὸ ποτήριον.
例如,在宴席上,有人向已经喝够了的人敬酒;不要碍于面子,也不要强迫自己,把杯子放下便是。
αὖθις ἕτερος παρακαλεῖ κυβεύειν παρὰ πότον· μὴ δυσωπηθῇς· μηδὲ δείσῃς σκωπτόμενος·
又如,另一个人在饮酒时邀请你掷骰子游戏;不要碍于面子,也不要害怕被嘲笑。
ἀλλʼ ὥσπερ Ξενοφάνης, Λάσου τοῦ Ἑρμιονέως μὴ βουλόμενον αὐτῷ συγκυβεύειν δειλὸν ἀποκαλοῦντος, ὡμολόγει καὶ πάνυ δειλὸς εἶναι πρὸς τὰ αἰσχρὰ καὶ ἄτολμος.
反而应当像色诺芬尼那样——当赫尔米奥内的拉斯斯因他不想一起掷骰子而称他为“懦夫”时,他承认自己对于可耻的事确实非常胆怯且不敢尝试。
πάλιν ἀδολέσχῳ συνήντηκας ἐπιλαμβανομένῳ· καὶ περιπλεκομένῳ· μὴ δυσωπηθῇς ἀλλὰ διακόψας ἐπείγου καὶ πέραινε τὸ προκείμενον.
再如,你遇到了一个喋喋不休的人拉住你并纠缠不休;不要碍于面子,而是打断他,赶快走开,去完成眼前的事务。
αἱ γὰρ τοιαῦται φυγαὶ καὶ διακρούσεις, ἐν ἐλαφραῖς μέμψεσι τὴν μελέτην ἔχουσαι τοῦ ἀδυσωπήτου, προεθίζουσιν ἡμᾶς ἐπὶ τὰ μείζονα.
因为这类避开和推脱,由于在轻微的指责中培养了不碍于面子的练习,可以使我们预先习惯于更大的考验。
καὶ τὸ τοῦ Δημοσθένους ἐνταῦθα καλῶς ἔχει διαμνημονεύειν· τῶν γὰρ Ἀθηναίων ὡρμημένων Ἁρπάλῳ βοηθεῖν καὶ κορυσσομένων ἐπὶ τὸν Ἀλέξανδρον, ἐξαίφνης ἐπεφάνη Φιλόξενος ὁ τῶν ἐπὶ θαλάττῃ πραγμάτων Ἀλεξάνδρου στρατηγός.
在此,记住德摩斯梯尼的话是很有益处的:当雅典人急于援助哈尔帕罗斯并全副武装对抗亚历山大时,突然,负责海上事务的亚历山大将领菲洛克塞诺斯出现了。
ἐκπλαγέντος δὲ τοῦ δήμου καὶ σιωπῶντος διὰ τὸν φόβον, ὁ Δημοσθένης
τί ποιήσουσιν
ἔφη
τὸν ἥλιον ἰδόντες οἱ μὴ δυνάμενοι πρὸς τὸν λύχνον ἀντιβλέπειν;
当民众因恐惧而震惊并保持沉默时,德摩斯梯尼说: “那些连灯光都无法直视的人,在看到太阳时又该如何是好呢?
τί γὰρ ποιήσεις ἐν πράγμασι μεγάλοις, βασιλέως ἐντυγχάνοντος ἢ δήμου δυσωποῦντος, εἰ ποτήριον ἀπώσασθαι μὴ δύνασαι προπίνοντος συνήθους μηδʼ ἀδολέσχου λαβὴν διαφυγεῖν, ἀλλὰ παρέχεις ἐμπεριπατεῖν φλυάρῳ σαυτόν, οὐκ εὐτονῶν εἰπεῖν
ὄψομαί σʼ αὖθις, νῦν δʼ οὐ σχολάζω
;
” 因为在重大的事务中,当国王与你相遇或民众让你碍于面子时,你又该如何是好呢? 如果你连熟人敬的一杯酒都无法拒绝,连喋喋不休者的纠缠都无法摆脱,反而任由一个闲人消磨自己的时间,而无法振作起来说: “我们改天再见,现在我没有空。
§6καὶ μὴν οὐδʼ ἡ πρὸς τοὺς ἐπαίνους τοῦ ἀδυσωπήτου μελέτη καὶ ἄσκησις ἐν μικροῖς καὶ ἐλαφροῖς ἄχρηστός ἐστιν.
” 况且,在细微和轻微的事情上进行不向赞美妥协的练习和训练,也并非毫无用处。
οἷον ἐν συμποσίῳ φίλου κιθαρῳδὸς ᾄδει κακῶς ἢ πολλοῦ κωμῳδὸς ἐωνημένος ἐπιτρίβει Μένανδρον, οἱ δὲ πολλοὶ κροτοῦσι καὶ θαυμάζουσιν· ·
例如,在朋友的宴席上,一位歌手歌喉拙劣,或者一个高价雇来的喜剧演员演砸了米南德的作品,而大多数人却拍手叫好、赞叹不已。
οὐδὲν οἶμαι χαλεπὸν οὐδὲ δύσκολον ἀκούειν σιωπῇ καὶ μὴ παρὰ τὸ φαινόμενον ἀνελευθέρως ἐπαινεῖν.
我认为默默聆听、而不违背本意地进行卑屈的奉承,这并无任何困难或不易。
ἐὰν γὰρ ἐν τούτοις μὴ κρατῇς σαυτοῦ, τί ποιήσεις φίλου ποίημα φαῦλον ἀναγιγνώσκοντος ἢ λόγον ἐπιδεικνυμένου γεγραμμένον ἀβελτέρως καὶ γελοίως;
因为如果你在这些事情上都无法克制自己,那么当朋友朗读一首拙劣的诗作,或者展示一篇写得愚蠢可笑的演讲时,你又该如何是好?
ἐπαινέσεις δηλονότι καὶ συνεπιθορυβήσεις τοῖς κολακεύουσι.
你显然会称赞他,并与那些谄媚者一同喝彩。
πῶς οὖν ἐν πράγμασιν ἁμαρτάνοντος ἐπιλήψῃ;
那么,当他在行事上犯错时,你又如何能纠正他?
πῶς δὲ περὶ ἀρχὴν ἢ γάμον ἢ πολιτείαν ἀγνωμονοῦντα νουθετήσεις;
当他在官职、婚姻或国政上糊涂时,你又如何能劝诫他?
ἐγὼ μὲν γὰρ οὐδὲ τὸ τοῦ Περικλέους ἀποδέχομαι, πρὸς τὸν ἀξιοῦντα μαρτυρίαν ψευδῆ μαρτυρῆσαι φίλον, προσῆν καὶ ὅρκος, εἰπόντος
μέχρι τοῦ βωμοῦ φίλος εἰμί·
因为我甚至无法赞同伯里克利的话。 当一位朋友要求他作伪证、甚至涉及誓言时,他回答说: “我的友谊只到祭坛为止。
λίαν γὰρ ἐγγὺς ἦλθεν.
” 因为他走得太近了。
ὁ δὲ πόρρωθεν ἑαυτὸν ἐθίσας μήτε λέγοντος ἐπαινεῖν παρὰ γνώμην μήτε ᾅδοντος κροτεῖν μήτε σκώπτοντος ἀφυῶς ἐπιγελᾶν, οὐκ ἐάσει μέχρι τούτου προελθεῖν οὐδʼ εἰπεῖν πρὸς τὸν ἐν ἐκείνοις ἀδυσώπητον
ὄμοσον ὑπὲρ ἐμοῦ καὶ τὰ ψευδῆ μαρτύρησον καὶ ἀπόφηναι παρὰ τὸ δίκαιον.
但是,一个从一开始就习惯于不违背本意去赞美发言者、不为拙劣的歌唱者鼓掌、不为低俗的开玩笑者赔笑的人,绝不会让事情发展到那一步,也不会对在那些事情上不碍于面子的人说: “替我发誓,作伪证,并做出违背正义的判定吧。
§7οὕτω δὲ δεῖ καὶ πρὸς τοὺς αἰτοῦντας ἀργύριον ἀνταίρειν, προεθιζόμενον ἐν τοῖς μήτε μεγάλοις μήτε δυσπαραιτήτοις.
” 同样地,对于那些要求金钱的人,我们也必须予以抵制,并在既不重大也不难拒绝的事情上预先做好准备。
Ἀρχέλαος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς παρὰ δεῖπνον αἰτηθεὶς ἔκπωμα χρυσοῦν ὑπʼ ἀνθρώπου μηδὲν ἡγουμένου καλὸν ἢ τὸ λαμβάνειν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι, καὶ πρὸς τὸν ἄνθρωπον ἐκεῖνον ἀποβλέψας
σὺ μὲν
εἶπεν αἰτεῖν ἐπιτήδειος εἶ καὶ μὴ λαμβάνων, οὗτος δὲ λαμβάνειν καὶ μὴ αἰτῶν ἄριστα τοῦ διδόναι καὶ χαρίζεσθαι κύριον ποιῶν τὸ κρῖνον ἀλλὰ μὴ τὸ δυσωπούμενον.
马其顿国王阿耳刻拉奥斯在晚宴上被一个认为除了索取之外没有其他善事的家伙讨要一只金杯,他便命令仆人将杯子给埃乌里皮德斯,并注视着那个讨要的人说: “你确实适合索取却得不到,而这一位(埃乌里皮德斯)却适合不求而得。 ” 他由此让判断力,而不是碍于面子的软弱,在给予和施舍中成为主宰。
ἡμεῖς δὲ πολλάκις ἀνθρώπους ἐπιεικεῖς καὶ οἰκείους καὶ δεομένους περιορῶντες ἑτέροις αἰτοῦσιν ἐνδελεχῶς καὶ ἰταμῶς ἐδώκαμεν, οὐ δοῦναι θελήσαντες ἀλλʼ ἀρνήσασθαι μὴ δυνηθέντες.
然而,我们常常忽视善良和亲近且有需要的人,却把东西给予其他不断且厚颜索要的人,这并非因为我们愿意给予,而是因为我们无法拒绝。
ὥσπερ Ἀντίγονος ὁ γέρων ὑπὸ Βίαντος ἐνοχληθεὶς πολλάκις
δότʼ
εἶπε
Βίαντι τάλαντον καὶ ἀνάγκῃ·
正如老安提戈诺斯多次受到庇阿斯纠缠时所说: “给庇阿斯一个塔兰同,同时也给(逼迫我的)强迫吧。
καίτοι μάλιστα τῶν βασιλέων ἐμμελὴς ἦν καὶ πιθανὸς ἀποτρίβεσθαι τὰ τοιαῦτα.
” 然而,在所有国王中,他是最擅长优雅且说服性地拒绝此类要求的人。
κυνικοῦ γάρ ποτε δραχμὴν αἰτήσαντος αὐτόν
ἀλλʼ οὐ βασιλικόν
ἔφη
τὸ δόμα·
曾有一个犬儒学派的人向他讨要一德拉克马,他说: “这赏赐不符合国王的身份。
τοῦ δʼ ὑποτυχόντος
δὸς οὖν μοι τάλαντον
ἀπήντησεν
ἀλλʼ οὐ κυνικὸν τὸ λῆμμα
Διογένης μὲν οὖν τοὺς ἀνδριάντας ᾔτει περιιὼν ἐν Κεραμεικῷ καὶ πρὸς τοὺς θαυμάζοντας ἔλεγεν ἀποτυγχάνειν μελετᾶν ἡμῖν δὲ πρῶτον ἐμμελετητέον ἐστὶ τοῖς φαύλοις καὶ γυμναστέον περὶ τὰ μικρά, πρὸς τὸ ἀρνεῖσθαι τοῖς αἰτοῦσιν οὐ προσηκόντως ληψομένοις·
” 对方接着说: “那么给我一个塔兰同吧。 ” 他回答说: “但这所得不符合犬儒的身份。 ” 第欧根尼曾四处向凯拉米克斯的雕像行乞,并对感到惊奇的人说,他正在练习习惯被拒绝。 而我们则必须首先在细微的事情上进行练习,在小事上锻炼自己,以便拒绝那些不当索取财物的人。
ὡς ἂν μείζοσιν ἀποτεύξεσιν ἐπικουρεῖν ἔχωμεν.
这样我们才能在面对更大的拒绝时保护自己。
οὐδεὶς γάρ ὡς ὁ Δημοσθένης φησὶν
εἰς ἃ μὴ δεῖ καταναλώσας τὰ παρόντα τῶν μὴ παρόντων εὐπορήσει πρὸς ἃ δεῖ.
因为正如德摩斯梯尼所说: “把现有的钱挥霍在不必要的事情上的人,在需要的时候将无法拥有本应拥有的钱财。
γίγνεται δʼ ἡμῖν πολλαπλάσιον τὸ αἰσχρόν, ὅταν ἐλλίπωμεν πρὸς τὰ καλά, πλεονάσαντες τοῖς περιττοῖς.
” 当我们由于把多余的钱花在不必要的事情上,以致在美好的事情上有所亏缺时,我们的耻辱就会成倍增加。