§3πρῶτον οὖν τοῦτο δεῖ πείθεσθαι τὸν ὑπὸ πολλῆς δυσωπίας βιαζόμενον, ὅτι πάθει βλαβερῷ συνέχεται·
因此,首先,凡是被过度的碍于面子所强迫的人,必须确信这一点:他正被一种有害的情念所支配。
καλὸν δὲ τῶν βλαβερῶν οὐδέν·
因为在有害的事物中,没有什么是善的。
οὐδὲ δεῖ τοῖς ἐπαίνοις κηλούμενον ἥδεσθαι κομψὸν καὶ ἱλαρὸν ἀντὶ σεμνοῦ καὶ μεγάλου καὶ δικαίου προσαγορευόμενον μηδʼ, ὥσπερ ὁ Εὐριπίδου Πήγασος
"ἔπτησσʼ ὑπείκων μᾶλλον εἱ μᾶλλον θέλοι"
τῷ Βελλεροφόντῃ, τοῖς δεομένοις ἑαυτὸν ἐκδιδόναι·
人们也不应该因谄媚的赞美而陶醉,乐于被称为“儒雅”和“和蔼”,而不是被称为“庄严”、“伟大”和“公正”;也不应该像欧里记得斯笔下的飞马佩加索斯那样, “越是希望,它就越是屈从”,将自己交托给那些提出请求的人,并与他们一同降格,唯恐听到别人称自己为“冷酷和无情”。
, καὶ συνεκταπεινοῦν, φοβούμενον ἀκοῦσαι τὸ
σκληρὸς γε καὶ ἀπηνής.
因为据说,对于天性严厉的埃及国王博克科里斯,伊西斯送来一条蛇缠绕在他的头上,从上方投下阴影,以便他能公正地审判。
τῷ μὲν γὰρ Αἰγυπτίῳ Βοκχόριδι φύσει χαλεπῷ γενομένῳ τὴν ἀσπίδα λέγουσιν ὑπὸ τῆς Ἴσιδος ἐπιπεμφθεῖσαν καὶ τῇ κεφαλῇ περιελιχθεῖσαν ἄνωθεν ἐπισκιάζειν, ἵνα κρίνῃ δικαίως ἡ δέ γε δυσωπία τοῖς ἀτόνοις καὶ ἀνάνδροις ἐπικειμένη καὶ πρὸς μηδὲν ἀνανεῦσαι μηδʼ ἀντειπεῖν ἰσχύουσα, καὶ δικάζοντας ἀποτρέπει τοῦ δικαίου καὶ συμβουλεύοντας ἐπιστομίζει καὶ λέγειν πολλὰ καὶ πράττειν ἀναγκάζει τῶν ἀβουλήτων ὁ δʼ ἀγνωμονέστατος ἀεὶ τοῦ τοιούτου δεσπότης ἐστὶ καὶ κρατεῖ, τῷ μὴ αἰδεῖσθαι τὸ αἰδούμενον ἐκβιαζόμενος.
然而,碍于面子却压在那些毫无朝气、懦弱无能的人身上,使他们无力拒绝任何事或进行反驳,这不仅使审判者偏离公正,使劝告者闭口不言,还强迫他们说出和做出许多违背意愿的事。 而最无耻的人总是成为这种人的主人并加以统治,因为他通过不顾羞耻来强迫有羞耻心的人屈服。
ὅθεν ὥσπερ χωρίον ὕπτιον καὶ μαλακὸν ἡ δυσωπία μηδεμίαν ἔντευξιν ἐξῶσαι μηδʼ ἀποστρέψαι δυναμένη τοῖς αἰσχίστοις βάσιμός ἐστι πάθεσι καὶ πράγμασι·
因此,碍于面子就像是一片平坦而松软的土地,无法推开或阻挡任何接触,任由最可耻的情念和行为通行。
κακὴ μὲν γὰρ αὕτη παιδικῆς φρουρὸς ἡλικίας, ὡς ἔλεγε Βροῦτος οὐ δοκεῖν αὐτῷ καλῶς τὴν ὥραν διατεθεῖσθαι τὸν πρὸς μηδὲν ἀρνούμενον κακὴ δὲ θαλάμου καὶ γυναικωνίτιδος ἐπίτροπος, ὥς φησιν ἡ παρὰ τῷ Σοφοκλεῖ μετανοοῦσα πρὸς τὸν μοιχὸν
"ἔπεισας, ἐξέθωψας.
事实上,它不适合作为童年时期的守护者,正如布鲁图斯所说,一个对任何事都不拒绝的人,其青春岁月并没有得到妥善的处理;它也不适合作为内室和妇女闺房的看守者,正如索福克勒斯剧中的悔改女子对她的奸夫所说: “你劝说了我,你谄媚了我。
"
ὥστʼ· ἡ δυσωπία προδιαφθείρουσα τὸ ἀκόλαστον ἀνώχυρα πάντα καὶ ἄκλειστα καὶ κατάντη προδίδωσι τοῖς ἐπιτιθεμένοις.
” 结果,碍于面子预先腐蚀了灵魂中放纵的部分,将一切毫无防备、没有上锁且呈下坡之势的防线出卖给袭击者。
καὶ διδόντες μὲν αἱροῦσι τὰς βδελυρωτάτας; τῶν φύσεων, τῷ δὲ πείθειν καὶ δυσωπεῖν πολλάκις κατεργάζονται καὶ τὰς ἐπιεικεῖς.
袭击者通过给予来收买那些最卑劣的天性,而通过说服和使其碍于面子,往往连温和的人也能征服。
ἐῶ δὲ τὰς εἰς τὰ χρήματα βλάβας ὑπὸ τοῦ δυσωπεῖσθαι, δανειζόντων οἷς ἀπιστοῦσιν ἐγγυωμένων οἷς οὐκ ἐθέλουσιν, ἐπαινούντων μὲν τὸ
ἐγγύα πάρα δʼ ἄτα
χρῆσθαι δʼ αὐτῷ παρὰ τὰ πράγματα μὴ δυναμένων.
在此,我且不谈因碍于面子而造成的金钱损失——他们把钱借给不信任的人,为自己不情愿的人作担保,虽然赞美这句格言:“提供担保,毁灭即在眼前”,却在面临实际情况时无法加以运用。
§4ὅσους δʼ ἀνῄρηκε τοῦτο τὸ πάθος, οὐκ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως.
至于有多少人因这种情念而丧生,任谁也无法轻易数清。
καὶ γὰρ ὁ Κρέων πρὸς τὴν Μήδειαν εἰπὼν
"
κρεῖσσον δὲ μοι νῦν πρὸς σʼ ἀπέχθεσθαι, γύναι,
ἢ μαλθακισθένθʼ ὕστερον μέγα στένειν
"
ἄλλοις ἐγνωμολόγησεν, αὐτὸς δὲ τῆς δυσωπίας ἥττων γενόμενος καὶ μίαν ἡμέραν αἰτουμένῃ δοὺς ἀπώλεσε τὸν οἶκον.
克瑞翁对美狄亚说: “女人啊,我现在被你憎恨,也远好过以后心软而大声哀叹。 ” 这句话虽对别人说了道理,但他自己却成了碍于面子的牺牲品,答应了她多留一天的请求,结果毁灭了自己的家。
ἔνιοι δὲ καὶ σφαγὰς ὑφορώμενοι καὶ φαρμακείας, διετράπησαν.
还有些人,即使怀疑有暗杀和下毒的阴谋,也因无法拒绝而走向灭亡。
οὕτω παραπώλετο Δίων, οὐκ ἀγνοήσας; ἐπιβουλεύοντα Κάλλιππον ἀλλʼ αἰσχυνθεὶς φυλάττεσθαι φίλον ὄντα καὶ ξένον.
迪翁就是这样死去的,他并非不知道卡利普斯在密谋陷害他,而是因为羞于戒备自己的朋友和客人。
οὕτως Ἀντίπατρος ὁ Κασάνδρου Δημήτριον καλέσας ἐπὶ δεῖπνον εἶτα κληθεὶς τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ᾐδέσθη πεπιστευμένος ἀπιστεῖν, καὶ πορευθεὶς ἐσφάγη μετὰ τὸ δεῖπνον.
同样地,卡桑德罗斯之子安提帕特在邀请德米特里共进晚餐后,次日受到对方邀请时,因对方信任了自己,便羞于表现出怀疑,结果前去赴宴,在晚餐后被杀。
Ἡρακλέα δὲ τὸν Ἀλεξάνδρῳ γενόμενον ἐκ Βαρσίνης ὡμολόγησε μὲν Κασάνδρῳ Πολυσπέρχων ἀναιρήσειν ἐπὶ ταλάντοις ἑκατὸν εἶτʼ ἐπὶ δεῖπνον ἐκάλει·
至于亚历山大与巴耳馨所生的赫拉克勒斯,波留斯伯孔曾向卡桑德罗斯允诺,只要得到一百个塔兰同便会将其杀死,于是他邀请这少年共进晚餐。
τοῦ δὲ μειρακίου τὴν κλῆσιν ὑφορωμένου καὶ δεδοικότος ἄλλως δὲ προφασιζομένου μαλακώτερον ἔχειν, ἐλθὼν ὁ Πολυσπέρχων
πρῶτον
εἶπεν
ὦ παῖ, μιμοῦ τοῦ πατρὸς τὸ εὔκολον καὶ φιλέταιρον, εἰ μὴ νὴ Δία δέδοικας ἡμᾶς ὡς ἐπιβουλεύοντας.
当少年怀疑这一邀请并感到害怕,且以身体不适为由推托时,波留斯伯孔亲自前去对他说: “孩子啊,效仿你父亲那温和合群的作风吧,除非,天哪,你害怕我们是在密谋害你。
αἰδεσθεὶς; οὖν ἠκολούθησεν ὁ νεανίσκος, οἱ δὲ δειπνίσαντες αὐτὸν ἐστραγγάλισαν.
”于是少年感到羞愧,便跟着去了,而他们待宴请完他之后,便将他勒死了。
οὐ γελοῖον οὖν, ὥς φασί τινες, οὐδʼ ἀβέλτερον ἀλλὰ σοφὸν τὸ τοῦ Ἡσιόδου
"τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν τὸν δʼ ἐχθρὸν ἐᾶσαι.
由此可见,赫西俄德那句“邀请朋友赴宴,将敌人置之度外”的格言,绝非像某些人所说的那样滑稽或愚蠢,而是十分明智的。
"
μὴ δυσωποῦ τὸν μισοῦντα μηδʼ ὑπαίκαλλε πιστεύειν δοκοῦντα· κληθήσῃ γὰρ καλέσας καὶ δειπνήσεις, ἂν δειπνίσῃς, ὥσπερ βαφὴν τὴν φυλάττουσαν ἀπιστίαν μαλαχθεῖσαν αἰσχύνῃ προέμενος.
不要对憎恨你的人碍于面子,也不要在他装作信任你时向他奉迎;因为你若邀请人,你也会被邀请,你若宴请人,你也会去赴宴,这等于在被羞怯软化时,将那如同淬火般保护着你的警戒心丢弃了。