§1ἔνια τῶν ἐκ τῆς γῆς φυομένων αὐτὰ μέν ἐστιν ἄγρια τῇ φύσει καὶ ἄκαρπα καὶ βλαβερὰν τοῖς ἡμέροις σπέρμασι καὶ φυτοῖς τὴν αὔξησιν ἔχοντα, σημεῖα δʼ αὐτὰ ποιοῦνται χώρας οἱ γεωργοῦντες οὐ πονηρᾶς ἀλλὰ γενναίας καὶ πίονος·
土地里生长的某些植物,其自身天生是野生的、不结果实的,并且其生长对于人工栽培的种子和植物是有害的,然而耕作者却将它们视为土地并非贫瘠而是肥沃、优良的标志。
οὕτω δὴ καὶ πάθη ψυχῆς ἐστιν οὐ χρηστά, χρηστῆς δὲ φύσεως οἷον ἐξανθήματα καὶ λόγῳ παρασχεῖν ἐργάσιμον ἑαυτὴν ἐπιεικῶς δυναμένης.
同样地,灵魂中也有一些并不好的情念,它们就像是优秀禀赋的萌芽,而这种禀赋能够相当好地使自己服从于理性的耕耘。
ἐν τούτοις τίθεμαι καὶ τὴν λεγομένην δυσωπίαν, σημεῖον μὲν οὐ φαῦλον αἰτίαν δὲ μοχθηρίας οὖσαν.
在这些情念中,我把所谓的“碍于面子”也列入其中,它虽是一个不坏的标志,却也是危害的原因。
τὰ γὰρ αὐτὰ τοῖς ἀναισχύντοις οἱ· αἰσχυνόμενοι πολλάκις ἁμαρτάνουσι, πλὴν ὅτι τὸ λυπεῖσθαι καὶ ἀλγεῖν ἐφʼ οἷς διαμαρτάνουσι τούτοις πρόσεστιν οὐχ ὡς ἐκείνοις τὸ ἥδεσθαι.
因为那些感到羞怯的人,常常犯下与厚颜无耻之人相同的错误,不同之处仅在于,前者在犯错时伴随着痛苦和悲伤,而不像后者那样感到快乐。
ἀναλγὴς μὲν γὰρ ὁ ἀναιδὴς πρὸς τὸ αἰσχρόν, εὐπαθὴς δὲ καὶ πρὸς τὸ φαινόμενον αἰσχρὸν ὁ εὐδυσώπητος.
因为无耻者对丑事毫无感觉,而易于羞怯的人甚至对看似丑恶的事情也十分敏感。
ὑπερβολὴ γὰρ τοῦ αἰσχύνεσθαι τὸ δυσωπεῖσθαι.
因为“碍于面子”乃是羞耻的过度。
διὸ καὶ οὕτω κέκληται, τρόπον τινὰ τοῦ προσώπου τῇ ψυχῇ συνδιατρεπομένου καὶ συνεξατονοῦντος.
因此它才被这样命名,在某种程度上,是因为其面容随着灵魂一同转动并一同失去力量。
ὡς γὰρ τὴν κατήφειαν ὁρίζονται λύπην κάτω βλέπειν ποιοῦσαν, οὕτω τὴν αἰσχυντηλίαν μέχρι τοῦ μηδʼ ἀντιβλέπειν τοῖς δεομένοις ὑπείκουσαν δυσωπίαν ὠνόμασαν.
正如人们将“忧郁”定义为“令人俯首的悲伤”一样,他们将这种因屈从于请求者甚至到了不敢正视对方的过度羞耻心,命名为“碍于面子”。
ὅθεν ὁ μὲν ῥήτωρ τὸν ἀναίσχυντον οὐκ ἔφη κόρας ἐν τοῖς ὄμμασιν ἔχειν ἀλλὰ πόρνας· ὁ δʼ εὐδυσώπητος αὖ πάλιν ἄγαν τὸ θῆλυ τῆς ψυχῆς καὶ τρυφερὸν ἐμφαίνει διὰ τῆς ὄψεως, τὴν ὑπὸ τῶν ἀναισχύντων ὄψιν αἰσχύνην ὑποκοριζόμενος.
因此,有的修辞学家说,无耻之人的眼睛里不是含着少女,而是含着妓女;而易于羞怯的人,则反过来通过其眼神显露出其灵魂过度阴柔和脆弱的一面,将面对无耻之人的直视美化为“羞耻”。
ὁ μὲν οὖν Κάτων ἔλεγε τῶν νέων μᾶλλον ἀγαπᾶν τοὺς ἐρυθριῶντας ἢ τοὺς ὠχριῶντας, ὀρθῶς ἐθίζων καὶ διδάσκων τὸν ψόγον μᾶλλον ἢ τὸν ἔλεγχον δεδιέναι καὶ τὴν ὑποψίαν μᾶλλον ἢ τὸν κίνδυνον.
因此,加图曾说,在年轻人中,他更喜欢脸红的人,而不是脸色苍白的人,这正确地引导并教导他们要敬畏指责胜过敬畏驳斥,敬畏猜疑胜过敬畏危险。
οὐ μὴν ἀλλὰ καὶ τοῦ πρὸς τὸν ψόγον ὑπόπτου καὶ ψοφοδεοῦς τὸ ἄγαν ἀφαιρετέον, ὡς οὐχ ἧττον ἔνιοι πολλάκις ἀκοῦσαι κακῶς ἢ παθεῖν· δείσαντες ἀπεδειλίασαν, καὶ προήκαντο τὸ καλὸν οὐ δυνηθέντες ὑπομεῖναι τὸ ἄδοξον.
然而,这种对于指责过度猜疑和对批评极度恐惧的态度也必须予以切除,因为有些人害怕听到恶评不亚于害怕遭受痛苦,他们因害怕而退缩,无法忍受声誉的受损,从而放弃了美德。
§2οὔτε δὴ τούτους περιοπτέον οὕτως ἀσθενῶς ἔχοντας οὔτʼ αὖ πάλιν ἐκείνην ἐπαινετέον τὴν ἄτρεπτον καὶ ἀτενῆ διάθεσιν,
"
ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμανὲς ὅππη ὀρούσαι
φαίνετʼ Ἀναξάρχου κύνεον μένος·
因此,我们既不能任由这些人处于如此软弱的状态,也不应当去赞美那种不可动摇、坚硬冷酷的性情:“然而,无论冲向何方,那里都显现出阿那克萨哥斯那如恶犬般的、不惧一切的疯狂。
"
ἀλλʼ ἐμμελῆ τινα μηχανητέον σύγκρασιν ἀμφοῖν, τοῦ μὲν ἀτενοῦς ἄγαν τὴν ἀναίδειαν τοῦ δʼ ἐπιεικοῦς σφόδρα τὴν ἀσθένειαν ἀφαιροῦσαν.
”相反,我们必须设法将二者调和,去除过于坚硬者的无耻,以及过于温和者的软弱。
ᾗ καὶ τὸ θεράπευμα δυσχερὲς καὶ οὐκ ἀκίνδυνος ἡ τῶν τοιούτων πλεονασμῶν κόλουσις·
因此,这种治疗是困难的,且削减此类过剩性情也并非没有危险。
ὡς γὰρ ὁ γεωργὸς ἄγριον μὲν ἐκκόπτων βλάστημα καὶ ἀγεννές, αὐτόθεν ἀφειδῶς ἐμβαλὼν τὸ σκαφεῖον ἀνέτρεψε τὴν ῥίζαν ἢ πῦρ προσαγαγὼν ἐπέκαυσεν ἀμπέλῳ δὲ προσιὼν τομῆς δεομένῃ καὶ μηλέας ἤ τινος ἐλαίας ἁπτόμενος, εὐλαβῶς ἐπιφέρει τὴν χεῖρα, δεδιὼς μή τι τοῦ ὑγιαίνοντος ἀποτυφλώσῃ·
因为正如农夫在砍除野生而卑劣的萌芽时,会毫不留情地挥动铁锹并连根拔起,或者用火烧毁;但在接近需要修剪的葡萄藤,或触碰苹果树、奥树树时,他会小心翼翼地动手,唯恐伤害到健康的部分。
οὕτως ὁ φιλόσοφος φθόνον μὲν ἐξαιρῶν νέου ψυχῆς, ἀγεννὲς βλάστημα καὶ δυστιθάσευτον, ἢ φιλαργυρίαν ἄωρον, ἢ φιληδονίαν ἐπικόπτων ἀκόλαστον αἱμάσσει καὶ πιέζει καὶ τομὴν ποιεῖ καὶ οὐλὴν βαθεῖαν ὅταν δὲ τρυφερῷ μέρει ψυχῆς καὶ ἁπαλῷ κολούοντα προσαγάγῃ λόγον, οἷόν ἐστι τὸ δυσωπούμενον καὶ διατρεπόμενον, εὐλαβεῖται μὴ λάθῃ τούτοις συναποκόψας τὸ αἰδούμενον.
同样地,哲学家在铲除年轻人灵魂中嫉妒这一卑劣且难驯的萌芽,或修剪不合时宜的贪财,或放纵的享乐之爱时,会使其流血、施压、切削并留下深深的伤疤;但当他对灵魂中脆弱而娇嫩的部分(如易于羞怯、易于局促的性情)进行削减而施加理性时,他会非常小心,唯恐在不经意间将羞耻心与这些东西一同切除。
καὶ γὰρ αἱ τίτθαι τῶν βρεφῶν ἐκτρίβουσαι πολλάκις τὸν ῥύπον ἑλκοῦσιν ἐνίοτε τὴν σάρκα καὶ βασανίζουσιν.
正如乳母在给婴儿擦拭污垢时,常常会擦伤皮肤并带来痛苦。
ὅθεν οὐ δεῖ τῶν νέων παντάπασιν ἐν χρῷ τὴν δυσωπίαν ἐκτρίβοντας ὀλιγώρους ποιεῖν καὶ λίαν ἀτρέπτους· ἀλλʼ ὥσπερ οἱ καταλύοντες οἰκίας ἱεροῖς γειτνιώσας τά γε συνεχῆ καὶ πλησίον ἐῶσι καὶ διερείδουσιν, οὕτω δεῖ τὴν δυσωπίαν κινεῖν δεδιότας συνεφελκύσασθαι τὰ ὁμοροῦντα τῆς αἰδοῦς καὶ τῆς ἐπιεικείας;
因此,不应将年轻人的羞怯彻底擦拭殆尽,以致使他们变得目空一切、过于冷酷;而应当像那些拆毁邻近神殿的房屋的人一样,留下相连和临近的部分并予以支撑,同样地,在动摇羞怯时,我们也必须害怕将与之毗邻的羞耻、宽厚和温和一同扯下。
καὶ τῆς ἡμερότητος, οἷς ὑποδέδυκε καὶ προσπλέκεται κολακεύουσα τὸν εὐδυσώπητον ὡς φιλάνθρωπον καὶ πολιτικὸν καὶ κοινὸν ἔχοντα νοῦν καὶ οὐκ ἄτεγκτον οὐδʼ αὐθέκαστον.
因为羞怯正潜伏并缠绕在这些美德之下,美化着易于羞怯的人,使其显得仁慈、通达、合群,而非冷酷或自以为是。
ὅθεν εὐθὺς οἱ Στωικοὶ καὶ τῷ ῥήματι τὸ αἰσχύνεσθαι καὶ δυσωπεῖσθαι τοῦ αἰδεῖσθαι διέστησαν, ἵνα μηδὲ τὴν ὁμωνυμίαν τῷ πάθει πρόφασιν τοῦ βλάπτειν ἀπολίπωσιν.
因此,斯多葛学派的哲学家们在词汇上便立刻将“感到羞耻”、“感到羞怯”与“具有羞耻心”区分开来,以免这种情念的同音异义成为作恶的借口。
ἀλλʼ ἡμῖν χρῆσθαι τοῖς ὀνόμασιν ἀσυκοφαντήτως δότωσαν, μᾶλλον δʼ Ὁμηρικῶς·
但还是让我们免于苛求地使用这些词汇,或者更确切地说是按照荷马的方式。
καὶ γὰρ ἐκεῖνος εἶπεν
"αἰδώς, ἣτʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι·
因为荷马曾说:“羞耻,它极大地伤害人类,也极大地造福人类。
"
καὶ οὐ κακῶς τὸ βλάπτον αὐτῆς πρότερον εἶπε.
”而他先说出其有害的一面并非没有道理。
γίγνεται γὰρ ὠφέλιμος ὑπὸ λόγου τὸ πλεονάζον ἀφελόντος καὶ τὸ μέτριον ἀπολιπόντος.
因为当理性切除其过剩部分并留下适度部分时,它便会变得有益。