- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg104.humanitext-grc2:11-14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
プラトンやクセノクラテスの推薦状の例から気おくれ(面子)に流されることの弊害を論じ、不当な要求をゼノンの逸話や数々の著名人の鋭い切り返しによっていかに断るべきかを示す。
πάλιν ὁ Πλάτων Ἑλίκωνι τῷ Κυζικηνῷ διδοὺς πρὸς Διονύσιον ἐπιστολὴν ἐπῄνεσεν αὐτὸν ὡς ἐπιεικῆ καὶ μέτριον, εἶτα προσέγραψε τῇ ἐπιστολῇ τελευτώσῃ γράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλου1 Ξενοκράτης δὲ καίπερ αὐστηρὸς ὢν τὸν τρόπον ὅμως ὑπὸ δυσωπίας ἐκάμφθη, καὶ συνέστησε Πολυσπέρχοντι διʼ ἐπιστολῆς ἄνθρωπον οὐ χρηστόν, ὡς τὸ ἔργον ἔδειξε· δεξιωσαμένου δʼ αὐτὸν τοῦ Μακεδόνος καὶ πυθομένου μή τινος ἔχοι χρείαν, ᾔτησε τάλαντον· ὁ δʼ ἐκείνῳ μὲν ἔδωκε Ξενοκράτει δʼ ἔγραψε, παραινῶν ἐπιμελέστερον τὸ λοιπὸν ἐξετάζειν οὓς συνίστησιν. ὁ μὲν οὖν Ξενοκράτης ἠγνόησεν, ἡμεῖς δὲ καὶ πάνυ πολλάκις ἐπιστάμενοι τοὺς πονηροὺς καὶ γράμματα καὶ χρήματα προϊέμεθα, βλάπτοντες ἑαυτούς, οὐ μεθʼ ἡδονῆς ὥσπερ οἱ ταῖς ἑταίραις χαριζόμενοι καὶ τοῖς κόλαξιν, ἀλλὰ δυσχεραίνοντες καὶ βαρυνόμενοι τὴν ἀναίδειαν ἀνατρέπουσαν ἡμῶν καὶ καταβιαζομένην τὸν λογισμόν. εἰ γὰρ πρὸς ἄλλο τι καὶ πρὸς τοὺς δυσωποῦντας ἔξεστιν εἰπεῖν τὸ "μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά2 "τὰ ψευδῆ μαρτυρῶν ἢ τὰ μὴ δίκαια κρίνων ἢ τὰ μὴ συμφέροντα χειροτονῶν ἢ δανειζόμενος ὑπὲρ τοῦ μὴ ἀποδώσοντος.
また、プラトンはクジコスのヘリコンにディオニュシオスへの紹介状(手紙)を渡す際、彼を穏健で控えめな人物であると称賛したが、その後、手紙の結びに書き加えた。 「しかし私はあなたに、本性上移り気な動物である一人の人間についてこれを書いているのです。」 クセノクラテスは、性格は厳格であったにもかかわらず、やはり気おくれのために屈してしまい、手紙によってポリュスペルコンに良くない人物を推薦してしまったが、その結果がそれを示した。そのマケドニア人が彼を歓迎し、何か必要なものはないかと尋ねたところ、彼は1タラントンを要求した。ポリュスペルコンは彼に金を与える一方でクセノクラテスに手紙を書き、今後は推薦する人々をより入念に調べるようにと勧めた。クセノクラテス自身は知らなかったのだが、私たちはといえば、相手がよこしまな奴だと実によく知っていながら、手紙や金銭を差し出してしまい、自分自身を害している。それは、遊女たちやへつらう者たちに便宜を図る人々のように楽しんでそうするのではなく、私たちの理性を覆し、無理やり従わせる図々しさに嫌気がさし、重荷に感じながらなのである。というのも、他の何事にもまして、私たちを気おくれさせる者たちに対しては、次の言葉を言うことができるからである。 「私がこれから行おうとしている悪事がどのようなものであるか、私にはわかっている。」 偽りの証言をしたり、不正な裁判を下したり、有益でないことに挙手(投票)したり、あるいは返済する気のない者のために金を借りたりするときに。
διὸ τῶν παθῶν μάλιστα τῷ δυσωπεῖσθαι τὸ μετανοεῖν οὐχ ὕστερον, ἀλλʼ εὐθὺς ἐν οἷς πράττει πάρεστι· καὶ γὰρ διδόντες ἀχθόμεθα καὶ μαρτυροῦντες αἰσχυνόμεθα καὶ συνηγοροῦντες ἀδοξοῦμεν καὶ μὴ παρέχοντες ἐλεγχόμεθα. πολλὰ γὰρ ὑπʼ ἀσθενείας τοῦ ἀντιλέγειν3 καὶ τῶν ἀδυνάτων ἡμῖν ὑπισχνούμεθα τοῖς λιπαροῦσιν ὡς συστάσεις ἐν αὐλαῖς καὶ πρὸς ἡγεμόνας ἐντεύξεις, μὴ βουλόμενοι μηδʼ εὐτονοῦντες εἰπεῖν οὐκ οἶδεν ἡμᾶς ὁ βασιλεύς, ἀλλʼ ἑτέρους ὅρα μᾶλλον, ὡς Λύσανδρος Ἀγησιλάῳ προσκεκρουκὼς ἀξιούμενος δὲ μέγιστον δύνασθαι παρʼ αὐτῷ διὰ τὴν δόξαν, οὐκ ᾐσχύνετο παραιτεῖσθαι τοὺς ἐντυγχάνοντας, ἀπιέναι πρὸς ἑτέρους κελεύων καὶ πειρᾶσθαι τῶν μᾶλλον αὐτοῦ παρὰ τῷ βασιλεῖ δυναμένων. οὐ γὰρ αἰσχρὸν τὸ μὴ πάντα δύνασθαι· τὸ δὲ μὴ δυναμένους ἢ μὴ πεφυκότας ἀναδέχεσθαι τὰ τοιαῦτα καὶ παραβιάζεσθαι, πρὸς τῷ αἰσχρῷ καὶ λυπηρότατόν ἐστιν.
それゆえに、もろもろの情念の中でとりわけ気おくれに負けることにおいては、後悔することが後からではなく、まさに行動している最中に、すぐに伴うのである。実際、私たちは与えながらも腹を立て、証言しながらも恥じ入り、弁護しながらも不名誉を被り、提供できないときには不実を暴かれる。なぜなら、反論できない弱さのせいで、私たちは執拗に求める者たちに、宮廷での紹介や支配者たちとの面会の取りなしといった、私たちには不可能なことまで多く約束してしまうからである。次のように言うことを望まず、またその気力もないために。 「王は私のことなどご存じない。だから、むしろ他の人たちを当たりなさい。」 かつてライサンドロスはアゲシラオスと衝突し、それなのに彼のもとで自らの名声のために絶大な影響力を持つとみなされていたとき、請願してくる人々を断ることを恥とせず、他の人々のところへ行って自分よりも王のもとで強い影響力を持つ者たちを頼るようにと命じたように。というのも、すべてを行う能力がないことは恥ではないからである。しかし、能力がない、あるいは生まれつき不向きであるのに、そのようなことを引き受け、無理に遂行しようとすることは、恥ずべきことである上に、極めて苦痛なことでもある。
ἀπʼ ἄλλης δʼ ἀρχῆς· τὰ μὲν μέτρια καὶ πρέποντα δεῖ προθύμως ὑπουργεῖν τοῖς ἀξιοῦσι, μὴ δυσωπουμένους ἀλλʼ ἑκόντας· ἐν δὲ τοῖς βλαβεροῖς καὶ ἀτόποις τὸ τοῦ Ζήνωνος ἀεὶ πρόχειρον ἔχειν, ὃς ἀπαντήσας τινὶ νεανίσκῳ τῶν συνήθων παρὰ τὸ τεῖχος ἡσυχῆ βαδίζοντι, καὶ πυθόμενος ὅτι φεύγει φίλον ἀξιοῦντα μαρτυρεῖν αὐτῷ τὰ ψευδῆ τί λέγεις φησὶν ἀβέλτερε; σὲ μὲν ἐκεῖνος ἀγνωμονῶν καὶ ἀδικῶν οὐ δέδιεν οὐδʼ αἰσχύνεται, σὺ δʼ ἐκεῖνον ὑπὲρ τῶν δικαίων οὐ θαρρεῖς ὑποστῆναι; ὁ μὲν γὰρ εἰπὼν "ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία " κακῶς ἐθίζει μιμούμενον ἀμύνεσθαι τὴν κακίαν· τὸ δὲ τοὺς ἀναιδῶς καὶ ἀδυσωπήτως ἐνοχλοῦντας ἀποτρίβεσθαι τῷ ἀδυσωπήτῳ καὶ μὴ χαρίζεσθαι τὰ αἰσχρὰ τοῖς ἀναισχύντοις αἰσχυνόμενον, ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν4 ὑπὸ τῶν νοῦν ἐχόντων.
別の観点から始めよう。適度で適切な事柄については、求める人々に進んで奉仕せねばならない。気おくれからではなく、自発的に。しかし、有害で不適切な事柄においては、ゼノンの次の態度を常に手元に用意しておくべきである。彼は、知人の若者の一人が壁に沿ってそっと歩いているのに出会い、彼が自分に偽証することを求めている友人を避けて逃げているのだと知って、「何を言っているのだ、愚か者よ」と彼は言った。「不条理で不正を行っているあの男はお前を恐れも恥じらいもしないというのに、お前の方は、正しいことのためにあの男に立ち向かう勇気がないというのか。」 というのも、「悪人に対しては、悪も役に立たない武器ではない」と言った者は、悪を模倣することによって悪に対抗することを悪く習慣づけるものである。しかし、図々しく容赦なく悩ませてくる者たちを、こちらも気おくれしない態度(容赦のなさ)によって退け、恥知らずな者たちに恥じ入って恥ずべきことで便宜を図ったりしないことは、思慮ある人々によって、正しくかつ当然に行われることである。
ἔτι τοίνυν τῶν δυσωπούντων τοῖς μὲν ἀδόξοις καὶ ταπεινοῖς καὶ μηδενὸς ἀξίοις οὐ μέγʼ ἔργον ἀντισχεῖν, ἀλλὰ καὶ μετὰ γέλωτος ἔνιοι καὶ σκώμματος ἐκκλίνουσι τοὺς τοιούτους ὡς Θεόκριτος, δυεῖν παρʼ αὐτοῦ ἐν βαλανείῳ στλεγγίδα κιχραμένων, τοῦ μὲν ξένου τοῦ δὲ γνωρίμου κλέπτου, μετὰ παιδιᾶς ἀμφοτέρους διεκρούσατʼ εἰπών σὲ μὲν οὐκ οἶδα σὲ δʼ οἶδα Λυσιμάχη δʼ Ἀθήνησιν, ἡ τῆς Πολιάδος ἱέρεια, τῶν τὰ ἱερὰ προσαγαγόντων ὀρεωκόμων ἐγχέαι κελευόντων, ἀλλʼ ὀκνῶ εἶπε μὴ καὶ τοῦτο πάτριον γένηται καὶ Ἀντίγονος πρός τινα νεανίσκον, γεγονότα μὲν ἐκ λοχαγοῦ χαρίεντος αὐτὸν δʼ ἄτολμον ὄντα καὶ μαλακὸν ἀξιοῦντα δὲ προαχθῆναι, παρʼ ἐμοί φησὶν ὦ μειράκιον, ἀνδραγαθίας εἰσὶν οὐ πατραγαθίας τιμαί.
さらに、私たちを気おくれさせる者たちのうち、名もなく卑しく取るに足らない者たちに対して抵抗することは、大した仕事ではない。それどころか、ある人々は笑いや冗談を交えて、そのような者たちをはぐらかす。テオクリトスが、公衆浴場で彼から肌かき器を借りようとした二人、一方は見知らぬ男で、もう一方は泥棒として知られている知人に対して、冗談を交えて二人の要求を退け、次のように言ったように。 「お前のことは知らないし、お前のことは知っている(から貸せない)。」 またアテナイにおけるポリアスの女祭司リュシマケは、生贄を運んできたラバ引きたちが神酒を注ぐように求めたとき、「お断りします」と彼女は言った。「これもまた祖先伝来の慣式になってしまうと困りますから。」 またアンティゴノスは、優秀な歩兵隊長から生まれたものの、本人は臆病で軟弱でありながら、昇進を求めてきたある若者に対して、「我がもとでは、若者よ」と彼は言った。「勇敢さに対する恩賞は、父の勇敢さに対してではなく、本人の勇敢さに対して与えられるのだ。」
- 533cγράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλου
プラトンの『書簡集』第13書簡(360c-d)からの引用。ζῴου は属格の ἀνθρώπου にかかる同格名詞であり、φύσει は「本性によって」を表す制限の与格である。
- 533dμανθάνω μὲν οἷα δρᾶν μέλλω κακά
エウリピデス『メデイア』1078行目の引用。関係代名詞 οἷα は先行詞 κακά を伴い、全体として δρᾶν μέλλω の直接目的語となる関係節を形成している。
- 533eὑπʼ ἀσθενείας τοῦ ἀντιλέγειν
冠詞付き不定詞 τοῦ ἀντιλέγειν は名詞 ἀσθενείας に対する限定の属格であり、「反論することにおける弱さ」、すなわち「断ることができない弱さのために」という意味を表している。
- 534bτὸ δὲ τοὺς ἀναιδῶς... ἀποτρίβεσθαι... καὶ μὴ χαρίζεσθαι... ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν
文全体の主語は、冠詞 τὸ によって導かれる二つの不定詞句 ἀποτρίβεσθαι と μὴ χαρίζεσθαι である。対格の分詞 αἰσχυνόμενον はこれら不定詞の意味上の主語に一致し、全体が主節の述語部 ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν に係っている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 2 件
- 2026-09-22 AI校閲 — 原文 1 件
