§8τί οὖν;
“那么又怎样呢?
φήσει τις, οὐχ ὁρᾷς καὶ χρωμένους ἐνίους δαψιλῶς τοῖς χρήμασι;
”有人会说,“难道你没看见有些人也在大肆挥挥财富吗?
σὺ δʼ οὐκ ἀκούεις, φήσομεν, Ἀριστοτέλους λέγοντος, ὅτι· οἱ μὲν οὐ χρῶνται οἱ δὲ παραχρῶνται, καθάπερ οὔδʼ ἑτέρου προσήκοντος;
”“那你难道没有听见,”我们会说,“亚里士多德说过:有些人不使用财富,而另一些人则滥用财富,就好像这两种财产都不属于他们一样?
ἀλλʼ ἐκείνους μὲν οὐκ ὠφελεῖ τὸ οἰκεῖον οὐδὲ κοσμεῖ, τούτους δὲ καὶ βλάπτει καὶ καταισχύνει.
”但是,前者并没有因为自己的拥有物而受益或得到装饰,而后者却既受其害又蒙其耻。
φέρε δὴ σκεψώμεθα τὸ πρῶτον.
且让我们先来探讨第一个问题。
τίνων τίς ἡ χρῆσις αὕτη, διʼ ἣν θαυμάζεται ὁ πλοῦτος;
财富因之而受到赞美的这种使用,究竟是对谁而言的?
πότερον τῶν ἀρκούντων ἢ τῶν περιττῶν;
它是针对必需之物,还是针对多余之物?
εἰ γὰρ τῶν ἀρκούντων, οὐδὲν πλέον ἔχουσιν οἱ πλούσιοι τῶν μέτρια κεκτημένων· ἀλλὰ
τυφλὸς καὶ ἄπλουτος ὁ πλοῦτός ἐστιν
ὥς φησι Θεόφραστος, καὶ ἄζηλος ἀληθῶς, εἰ Καλλίας ὁ πλουσιώτατος Ἀθηναίων καὶ Ἰσμηνίας ὁ Θηβαίων εὐπορώτατος ἐχρῶντο τούτοις, οἷς Σωκράτης καὶ Ἐπαμεινώνδας.
因为如果是针对必需之物,富人并不比拥有适度财产的人多占任何便宜;相反,“财富是盲目且贫瘠的”,正如泰奥弗拉斯托斯所说,而且确实不值得羡慕,如果雅典最富有的人卡里亚斯和底比斯最富裕的人伊斯梅尼亚斯所使用的,只是苏格拉底和伊巴密浓达所使用的那些东西。
ὡς γὰρ Ἀγάθων τὸν αὐλὸν ἀπέπεμψεν ἐκ τοῦ συμποσίου πρὸς τὰς γυναῖκας, οἰόμενος ἀρκεῖν τοὺς λόγους τῶν παρόντων· οὕτως ἀποπέμψειας ἂν καὶ στρωμνὰς ἁλουργεῖς καὶ τραπέζας πολυτελεῖς καὶ τὰ περιττὰ πάντα, τοὺς,· πλουσίους ὁρῶν χρωμένους οἷς οἱ πένητες·
因为正如阿加同为了让在座者的谈话显得足够,而将女笛手从宴会上打发到女人那里去一样,如果你看到富人使用穷人所使用的东西,你也会打发走紫色的床铺、奢华的桌子和所有多余的东西。
οὐκ
"
αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν. "
ἀλλὰ χρυσοχόων καὶ τορευτῶν καὶ μυρεψῶν καὶ μαγείρων, καλῆς καὶ σώφρονος γενομένης ξενηλασίας, τῶν ἀχρήστων.
你不会 “立刻将舵挂在烟雾之上,而公牛和耐劳的骡子的工作也将消失”,相反,你会打发走金匠、雕刻师、调香师和厨师——对这些无用之人进行一次美好而明智的“驱逐”。
εἰ δὲ τὰ μὲν ἀρκοῦντα κοινὰ καὶ τῶν μὴ πλουσίων καὶ τῶν πλουσίων ἐστί, σεμνύνεται δʼ ὁ πλοῦτος ἐπὶ τοῖς περισσοῖς· καὶ τὸν Σκόπαν τὸν Θεσσαλὸν ἐπαινεῖς, ὃς αἰτηθείς τι τῶν κατὰ τὴν οἰκίαν ὡς περιττὸν αὐτῷ καὶ ἄχρηστον
ἀλλὰ μήν
ἔφη
τούτοις ἐσμὲν ἡμεῖς εὐδαίμονες καὶ μακάριοι τοῖς περιττοῖς, ἀλλʼ οὐκ ἐκείνοις τοῖς ἀναγκαίοις· ὅρα μὴ πομπὴν ἐπαινοῦντι καὶ πανήγυριν μᾶλλον ἢ βίον ἔοικας.
但是,如果必需之物是穷人和富人所共有的,而财富以多余之物自夸;并且你赞美色萨利人斯科帕斯,当他被索要其家中某样对他来说多余且无用之物时,他说: “但是确实,我们是因为这些多余之物而感到幸福和快乐的,而不是因为那些必需之物,” 那么你要小心,你是不是更像一个赞美游行和盛大祭典,而不是赞美生活的人。
ἡ πάτριος τῶν Διονυσίων ἑορτὴ τὸ παλαιὸν ἐπέμπετο δημοτικῶς καὶ ἱλαρῶς, ἀμφορεὺς οἴνου καὶ κληματίς, εἶτα τράγον τις εἷλκεν, ἄλλος ἰσχάδων ἄρριχον ἠκολούθει κομίζων, ἐπὶ πᾶσι δʼ ὁ φαλλός ἀλλὰ νῦν ταῦτα παρεώραται καὶ ἠφάνισται, χρυσωμάτων περιφερομένων καὶ ἱματίων πολυτελῶν καὶ ζευγῶν ἐλαυνομένων καὶ προσωπείων.
古时候,祖传的酒神节庆典是以一种平民化且欢快的方式举行的:一坛酒和一枝葡萄藤,然后有人拉着一只公山羊,另一个人跟着抬着一筐干无花果,而最后则是法勒斯。 但如今,这些东西已被忽视并消失了,代之以抬着金器、奢华的衣物、驾着马车以及使用面具。
οὕτω τἀναγκαῖα τοῦ πλούτου καὶ χρήσιμα τοῖς ἀχρήστοις κατακέχωσται καὶ τοῖς περιττοῖς.
这样,财富中必需且有用的东西,已经埋没在无用和多余的东西之下了。
§9οἱ δὲ πολλοὶ τὸ τοῦ Τηλεμάχου πάσχομεν καὶ γὰρ ἐκεῖνος ὑπʼ ἀπειρίας μᾶλλον δʼ ἀπειροκαλίας τὴν μὲν Νέστορος ἰδὼν οἰκίαν κλίνας ἔχουσαν τραπέζας ἱμάτια στρώματα οἶνον ἡδύν, οὐκ ἐμακάριζε τὸν εὐποροῦντα τῶν ἀναγκαίων ἢ καὶ τῶν χρησίμων· παρὰ δὲ τῷ Μενελάῳ θεασάμενος ἐλέφαντα καὶ χρυσὸν καὶ ἤλεκτρον ἐξεπλάγη καὶ εἶπε
"
Ζηνὸς που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή· ὅσσα τάδʼ ἄσπετα πολλά·
但我们大多数人都遭受着特勒马科斯那样的经历。 因为他也由于缺乏经验,或者说缺乏审美,当看到内斯托尔的家拥有床铺、桌子、衣物、毯子和甘甜的酒时,并没有赞美那个在必需之物乃至有用之物上供应充足的人;但在梅内拉乌斯的家里,看到象牙、黄金和琥珀时,他却大为震惊并说道: “这大概就是奥林匹斯山宙斯的宫殿内部吧,这里有这么多无尽的东西;我看着它便心生敬畏。
σέβας μʼ ἔχει εἰσορόωντα
"
Σωκράτης δʼ ἂν εἶπεν ἢ καὶ Διογένης
"ὅσσα τάδʼ ἄθλια πολλὰ"
καὶ ἄχρηστα καὶ μάταια· "γέλως μʼ ἔχει εἰσορόωντα.
” 但苏格拉底或迪奥根尼会说: “这里有这么多悲惨的东西” 而且无用而虚无, “我看着它便心生笑意。
"
τί λέγεις, ἀβέλτερʼ, ὃς τῆς γυναικὸς ὀφείλων παρελεῖν τὴν πορφύραν καὶ τὸν κόσμον, ἵνα παύσηται τρυφῶσα καὶ ξενομανοῦσα, τὴν οἰκίαν πάλιν καλλωπίζεις ὡς θέατρον ἢ θυμέλην τοῖς εἰσιοῦσι;
” 愚蠢的人啊,你在说什么? 当你本该拿走你妻子的紫衣和装饰品,好让她停止奢侈和崇洋媚外时,你反而将房子美化得像剧场或舞台一样,来迎合进来的人?
§10τοιαύτην ὁ πλοῦτος εὐδαιμονίαν ἔχει θεατῶν δεομένην καὶ μαρτύρων, οἷς δεῖ πᾶσιν ἐμπομπεύειν αὐτόν, ἢ· τὸ μηδέν ἐστιν.
财富拥有这样的幸福,它需要观众和证人,它必须在所有人面前进行游行展示,否则就完全等于虚无。
ἀλλʼ οὐχ ὅμοιόν γε τὸ σωφρονεῖν τὸ φιλοσοφεῖν τὸ γιγνώσκειν ἃ δεῖ περὶ θεῶν· ἀλλὰ κἂν λανθάνῃ πάντας ἀνθρώπους, ἴδιον σέλας ἔχει καὶ φέγγος ἐν τῇ ψυχῇ μέγα καὶ χαρὰν ποιεῖ σύνοικον αὐτῇ ἐν ἑαυτῇ ἀντιλαμβανομένῃ τἀγαθοῦ, ἂν τʼ εἰδῇ τις ἄν τε λανθάνῃ καὶ θεοὺς καὶ ἀνθρώπους ἅπαντας.
但节制、哲学以及认识关于神明所应认识的事,却非如此;即使它们避开了所有人的注意,它们在灵魂中也有自己独特的光芒和伟大的光明,并为在自身中领悟善的灵魂带来同居的巨大喜悦,无论有人知道,还是避开了所有神明和人类的注意。
τοιοῦτόν ἐστιν ἀρετὴ ἀλήθεια μαθημάτων τε κάλλος γεωμετρικῶν ἀστρολογικῶν οἷς πάντα τὰ τοῦ πλούτου φάλαρα ταῦτα καὶ περιδέραια·
美德、真理以及几何学和天文学研究的美感便是如此,与这些相比,财富的那些马具饰物、首饰以及小女孩般的奇观,难道值得相提并论吗?
καὶ θεάματα κορασιώδη παραβαλεῖν ἄξιον, ἃ μηδενὸς ὁρῶντος μηδὲ προσβλέποντος ὄντως τυφλὸς γίγνεται καὶ ἀφεγγὴς ὁ πλοῦτος;
还是说,在没有一人观看或注视的时候,财富真的会变得盲目和无光?
μόνος γὰρ ὁ πλούσιος δειπνῶν μετὰ τῆς γυναικὸς ἢ τῶν συνήθων οὔτε ταῖς χρυσαῖς παρέχει πράγματα τραπέζαις οὔτε τοῖς χρυσοῖς ἐκπώμασιν ἀλλὰ χρῆται τοῖς προστυχοῦσι, καὶ ἡ γυνὴ ἄχρυσος καὶ ἀπόρφυρος καὶ ἀφελὴς πάρεστιν·
因为当富人独自与妻子或熟人一起用餐时,他既不用金桌子,也不用金杯子来麻烦自己,而是使用随手可得的东西,而妻子出席时也不佩戴金饰、不穿紫衣、朴素大方。
ὅταν δὲ σύνδειπνον, τουτέστι πομπὴ καὶ θέατρον, συγκροτῆται καὶ δρᾶμα πλουσιακὸν εἰσάγηται,
νηῶν δʼ ἔκφερε λέβητάς τε τρίποδάς τε· τῶν τε λύχνων ἀντέχονται καὶ περισπῶνται περὶ τὰς κύλικας, ἀλλάσσουσι τοὺς οἰνοχόους, μεταμφιεννύουσι πάντα, πάντα κινοῦσι, χρυσόν, ἄργυρον, λιθοκόλλητα, ἁπλῶς πλουτεῖν ὁμολογοῦντες.
但是,当宴会——也就是说,游行和剧场——组织起来,并引入富豪的戏剧时, “并从船上运出大釜和三脚架”,他们就执着于灯盏,围着杯子忙碌,更换倒酒人,重新装扮一切,移动一切——黄金、白银、镶嵌宝石的东西,简直是坦白承认自己富有。
ἀλλὰ σωφροσύνης γε, κἂν μόνος δειπνῇ, δεῖται κἂν δικαιοσύνης.
但是,即使独自用餐,也需要节制和正义。