§14ἔστι τοίνυν καὶ πρὸς δικαιοσύνην ἄσκησις, ὑπερβῆναί ποτε λῆμμα δίκαιον, ἵνα πόρρω τῶν ἀδίκων ἐθίσῃς σεαυτὸν εἶναι· καὶ πρὸς σωφροσύνην ὁμοίως, ἀποσχέσθαι ποτὲ γυναικὸς ἰδίας, ἵνα μηδέποτε κινηθῇς ὑπʼ ἀλλοτρίας.
因此,这也有一种关于公正的训练,即有时放弃合法的利益,以便习惯于远离不公正的事物;同样也有关于节制的训练,即有时克制自己不与妻子亲近,以便永远不被他人的妻子所动摇。
τοῦτο δὴ τὸ ἔθος ἐπάγων τῇ πολυπραγμοσύνῃ πειρῶ καὶ τῶν ἰδίων ἔνια παρακοῦσαί ποτε καὶ παριδεῖν καί, βουλομένου τινὸς ἀγγεῖλαί τι τῶν ἐπὶ τῆς οἰκίας, ὑπερβαλέσθαι, καὶ λόγους περὶ σοῦ λελέχθαι δοκοῦντας ἀπώσασθαι.
将这种习惯应用到爱管闲事上,试着有时对你自己的某些事情也充耳不闻或视而不见,并且当有人想要报告关于家中的某事时,予以推延,并拒绝那些似乎是关于你的传言。
καὶ γὰρ τὸν Οἰδίποδα τοῖς μεγίστοις κακοῖς ἡ περιεργία περιέβαλε·
事实上,多管闲事将俄狄浦斯推入了极大的灾难之中。
ζητῶν γὰρ ἑαυτὸν ὡς οὐκ ὄντα Κορίνθιον ἀλλὰ ξένον, ἀπήντησε τῷ Λαΐῳ, καὶ τοῦτον ἀνελὼν καὶ τὴν μητέρα λαβὼν ἐπὶ τῇ βασιλείᾳ γυναῖκα καὶ δοκῶν εἶναι μακάριος πάλιν ἑαυτὸν ἐζήτει.
因为他为了探寻自己的身世,认为自己不是科林斯人而是异乡人,他遇到了莱乌斯并杀了他,又娶了自己的母亲为妻并继承了王权,在看似幸福的时候,他又重新探寻起自己。
καὶ τῆς γυναικὸς οὐκ ἐώσης, ἔτι μᾶλλον ἤλεγχε τὸν συνειδότα γέροντα, πᾶσαν προσφέρων ἀνάγκην.
在妻子极力阻止的情况下,他反而对知道内情的那个老人施加各种强迫,更加严厉地审问。
τέλος δὲ τοῦ πράγματος ἢδη περιφέροντος αὐτὸν τῇ ὑπονοίᾳ καὶ τοῦ γέροντος ἀναβοήσαντος
"οἴμοι πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν,"
ὅμως ἐξημμένος ὑπὸ τοῦ πάθους καὶ σφαδᾴζων ἀποκρίνεται
"κἄγωγʼ ἀκούειν· ἀλλʼ ὅμως ἀκουστέον.
最后,当事态已经因怀疑而使他陷入困惑,且老人大喊道: “哀哉! 我已处于说出那可怕之事的边缘! ” 然而,他因激情而焦躁不安、战栗不已,回答道: “我也处于听到的边缘,但无论如何必须听!
"
οὕτω τίς ἐστι γλυκύπικρος καὶ ἀκατάσχετος ὁ τῆς πολυπραγμοσύνης γαργαλισμός, ὥσπερ ἕλκος αἱμάσσων ἑαυτόν, ὅταν ἀμύσσηται.
” 如此,爱管闲事的抓挠感是某种又甜又苦、无法遏制的,就像伤口在被抓挠时自行流血一样。
ὁ δʼ ἀπηλλαγμένος τῆς νόσου ταύτης καὶ φύσει πρᾶος, ἀγνοήσας τι τῶν δυσχερῶν εἴποι ἄν
"ὦ πότνια λήθη τῶν κακῶν, ὡς εἶ σοφή.
而免于这种疾病且天性温和的人,在对某些不快之事一无所知时,会说: “哦,高贵的忘却灾祸之女神啊,你是多么明智!
" §15διὸ καὶ πρὸς ταῦτα συνεθιστέον αὑτούς, ἐπιστολὴν κομισθεῖσαν μὴ ταχὺ μηδὲ κατεσπευσμένως λῦσαι, καθάπερ οἱ πολλοὶ ποιοῦσιν, ἂν αἱ χεῖρες βραδύνωσι, τοῖς ὀδοῦσι τοὺς δεσμοὺς διαβιβρώσκοντες· ἀγγέλου ποθὲν ἥκοντος, μὴ προσδραμεῖν μηδʼ ἐξαναστῆναι· φίλου τινὸς εἰπόντος
ἔχω σοί τι καινὸν εἰπεῖν πρᾶγμα
μᾶλλον, εἴ τι χρήσιμον ἔχεις ὠφέλιμον.
” 因此,我们也必须在这些事情上训练自己:信件寄到时,不要急急忙忙、慌慌张张地拆开,像大多数人那样,如果手慢了,就用牙齿咬断系带;当使者从某处到达时,不要迎上去,也不要突然站起来;当某个朋友说: “我有件新鲜事要告诉你”时,宁可说:“如果是有些有用或有益的事。
ἐμοῦ ποτʼ ἐν Ῥώμῃ διαλεγομένου, Ῥούστικος ἐκεῖνος, ὃν ὕστερον ἀπέκτεινε Δομετιανὸς τῇ δόξῃ φθονήσας, ἠκροᾶτο, καὶ διὰ μέσου στρατιώτης παρελθὼν ἐπιστολὴν αὐτῷ Καίσαρος ἐπέδωκε·
” 有一次我在罗马讲学时,后来因嫉妒其名望而被图密善杀害的著名的鲁斯提库斯正在听我讲课,中途一名士兵走上前来,递给他一封皇帝的信。
γενομένης δὲ σιωπῆς κἀμοῦ διαλιπόντος, ὅπως ἀναγνῷ τὴν ἐπιστολήν, οὐκ ἠθέλησεν οὐδʼ ἔλυσε πρότερον ἢ διεξελθεῖν ἐμὲ τὸν λόγον καὶ διαλυθῆναι τὸ ἀκροατήριον ἐφʼ ᾧ πάντες ἐθαύμασαν τὸ βάρος τἀνδρός.
顿时全场安静,我也停顿下来以便让他阅读信件,但他不愿意,直到我讲完,听众解散之后,他才拆开信件,为此所有人无不赞叹该人的庄重。
ὅταν δέ τις οἷς ἔξεστι τρέφων τὸ πολύπραγμον, ἰσχυρὸν ἀπεργάσηται καὶ βίαιον, οὐκέτι ῥᾳδίως, πρὸς ἃ κεκώλυται φερομένου διὰ συνήθειαν, κρατεῖν δυνατός ἐστιν·
但是,当有人在允许的事情上放任爱管闲事的习性,使其变得强大而难以控制时,由于习惯,当它流向被禁止的事情时,他便不再容易控制它了。
ἀλλʼ ἐπιστόλια παραλύουσιν οὗτοι φίλων, συνεδρίοις ἀπορρήτοις ἑαυτοὺς παρεμβάλλουσιν, ἱερῶν, ἃ μὴ θέμις ὁρᾶν, γίγνονται θεαταί, τόπους ἀβάτους πατοῦσι, πράγματα καὶ λόγους βασιλικοὺς ἀνερευνῶσι.
于是,这些人会拆开朋友的私信,强行介入秘密会议,成为不容许观看的祭祀的旁观者,践踏不可进入的圣地,探查王室的事务和言论。
§16καίτοι γε τοὺς τυράννους, οἷς ἀνάγκη πάντα γιγνώσκειν, ἐπαχθεστάτους ποιεῖ τὸ τῶν λεγομένων ὤτων καὶ προσαγωγέων γένος.
然而,即使对于必须知道一切的僭主而言,所谓“耳目”和“引线人”这一类人也会使他们变得最令人憎恶。
ὠτακουστὰς μὲν οὖν πρῶτος ἔσχεν ὁ νέος Δαρεῖος ἀπιστῶν ἑαυτῷ καὶ πάντας ὑφορώμενος καὶ δεδοικώς· τοὺς δὲ προσαγωγίδας οἱ Διονύσιοι τοῖς Συρακοσίοις κατέμιξαν·
年轻的达赖乌斯最先使用“偷听者”,因为他不信任自己,怀疑并惧怕所有人;而狄奥尼修斯们则在叙拉古人中混入了“引线人”。
ὅθεν ἐν τῇ μεταβολῇ τῶν πραγμάτων τούτους πρώτους οἱ Συρακόσιοι συλλαμβάνοντες ἀπετυμπάνιζον.
因此,在政权更迭时,叙拉古人首先逮捕并打死了这些人。
καὶ γὰρ τὸ τῶν συκοφαντῶν γένος ἐκ τῆς τῶν πολυπραγμόνων φρατρίας καὶ ἑστίας ἐστίν.
事实上,诬告者这一类人也源于爱管闲事者的宗族和炉灶。
ἀλλʼ οἱ μὲν συκοφάνται ζητοῦσιν, εἴ τις ἢ βεβούλευται κακὸν ἢ πεποίηκεν· οἱ δὲ πολυπράγμονες καὶ τὰς ἀβουλήτους ἀτυχίας τῶν πέλας ἐλέγχοντες εἰς μέσον ἐκφέρουσι.
然而,诬告者探查是否有人企图或犯下恶事;而爱管闲事者甚至会暴露出邻居无意中遭受的厄运,将其公之于众。
λέγεται δὲ καὶ τὸν ἀλιτήριον ἐκ φιλοπραγμοσύνης κατονομασθῆναι τὸ πρῶτον·
据说,“罪人”这个词最初也是因为多管闲事而得名的。
λιμοῦ γὰρ ὡς ἔοικεν Ἀθηναίοις ἰσχυροῦ γενομένου, καὶ τῶν ἐχόντων πυρὸν εἰς μέσον οὐ φερόντων ἀλλὰ κρύφα καὶ νύκτωρ ἐν ταῖς οἰκίαις ἀλούντων, περιιόντες ἐτήρουν τῶν μύλων τὸν ψόφον εἶτʼ
ἀλιτήριοι
προσηγορεύθησαν.
因为据说,雅典人曾遭遇严重的饥荒,而那些拥有小麦的人不将其公开,而是在家中夜间秘密磨粉。 爱管闲事的人便四处走动,监视石磨的声音,于是他们被称为“罪人”。
ὁμοίως δὲ καὶ τῷ συκοφάντῃ τοὔνομα γεγενῆσθαι·
同样,“诬告者”这个名字也是这样产生的。
κεκωλυμένου γὰρ ἐκφέρειν τὰ σῦκα, μηνύοντες καὶ φαίνοντες τοὺς ἐξάγοντας ἐκλήθησαν
συκοφάνται.
因为当时禁止出口无花果,而那些告发和揭露出口者的人便被称为“无花果揭露者”(诬告者)。
καὶ τοῦτʼ οὖν οὐκ ἄχρηστόν ἐστιν ἐννοεῖν τοὺς πολυπράγμονας, ὅπως αἰσχύνωνται τὴν πρὸς τοὺς μισουμένους μάλιστα καὶ δυσχεραινομένους ὁμοιότητα καὶ συγγένειαν τοῦ ἐπιτηδεύματος.
因此,爱管闲事的人想到这一点并非无益,以便他们能为自己的行径与那些最受人憎恨和厌恶的人之间的相似性及亲缘关系感到羞耻。