Humanitext Reader

普鲁塔克 · 论多嘴 §1-2

治疗多言之难与不听人言的特质

第 1 段,共 13 段 · 希腊语

内容简介

讨论了哲学治疗多言的困难,并通过幽默的轶事生动地描绘了多言者既不听人说话、也无法获得乐意听他们说话的听众的尴尬现状。

§1δύσκολον μὲν ἀναλαμβάνει θεράπευμα καὶ χαλεπὸν ἡ φιλοσοφία τὴν ἀδολεσχίαν.
哲学着手治疗多言这一棘手且艰难的顽疾。
τὸ γὰρ φάρμακον αὐτῆς, ὁ λόγος, ἀκουόντων ἐστίν· οἱ δʼ ἀδόλεσχοι οὐδενὸς ἁκούουσιν, ἀεὶ γὰρ λαλοῦσι.
因为治疗它的药剂,即言语,属于听者;而多言者谁的话也不听,因为他们总是在说。
καὶ τοῦτʼ ἔχει πρῶτον κακὸν ἡ ἀσιγησία, τὴν ἀνηκοΐαν.
不能保持沉默带来的第一个坏处就是:听不进话。
κωφότης γὰρ αὐθαίρετός ἐστιν, ἀνθρώπων οἶμαι μεμφομένων τὴν φύσιν, ὅτι μίαν μὲν γλῶτταν δύο δʼ ὦτʼ ἔχουσιν.
因为这是一种自愿的耳聋,我想,这些人是在抱怨自然,为什么他们只有一条舌头却有两个耳朵。
εἴπερ οὖν ὁ Εὐριπίδης καλῶς εἶπε πρὸς τὸν ἀσύνετον ἀκροατὴν " οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους " δικαιότερον ἄν τις εἴποι πρὸς τὸν ἀδόλεσχον " οὐκ ἂν δυναίμην μὴ δεχόμενον πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους· " μᾶλλον δὲ περιαντλῶν λόγους ἀνθρώπῳ λαλοῦντι μὲν πρὸς τοὺς οὐκ ἀκούοντας, μὴ ἀκούοντι δὲ τῶν λαλούντων.
因此,如果欧里庇得斯对那愚钝的听众说得好, “我无法填满漏水的器皿,向无智之人灌注明智的话语,” 那么人们对多言者说这话就更为公正了: “我无法填满那不愿接受的器皿,向无智之人灌注明智的话语;” 或者更确切地说,是将言语浇淋在一个对不听者说话、却又不听说话者说话的人身上。
καὶ γὰρ ἂν ἀκούσῃ τι βραχύ, τῆς ἀδολεσχίας ὥσπερ ἄμπωτιν λαβούσης, τοῦτο παραχρῆμα πολλαπλάσιον ἀνταποδίδωσι.
因为即便他听到了一丁点话,随着他的多言像落潮一样退去,他也立刻会加倍奉还。
τὴν μὲν γὰρ ἐν Ὀλυμπίᾳ στοὰν ἀπὸ μιᾶς φωνῆς πολλὰς ἀντανακλάσεις ποιοῦσαν ἑπτάφωνον καλοῦσι· τῆς δʼ ἀδολεσχίας ἂν ἐλάχιστος ἅψηται λόγος, εὐθὺς ἀντιπεριηχεῖ "κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν.
人们称奥林匹亚的那座只因一声呼喊就能产生多次回响的柱廊为“七音柱廊”;但如果最微不足道的言语触及了多言,它便立刻反响回来, “拨动着心中本不该动弹的琴弦。
" μήποτε γὰρ αὐτοῖς οὐκ εἰς τὴν ψυχὴν ἀλλʼ εἰς τὴν γλῶτταν ἡ ἀκοὴ συντέτρηται.
” 大概对他们来说,听觉通道并不是连通到灵魂,而是连通到舌头。
διὸ τοῖς μὲν ἄλλοις ἐμμένουσιν οἱ λόγοι, τῶν δʼ ἀδολέσχων διαρρέουσιν εἶθʼ ὥσπερ ἀγγεῖα κενοὶ φρενῶν ἤχου δὲ μεστοὶ περιίασιν.
因此,在其他人那里言语得以存留,而在多言者那里,言语流失,此后他们就像空洞无物、却装满声响的器皿一样到处走动。
§2εἰ δʼ οὖν δοκεῖ πείρας μηδὲν ἐλλελεῖφθαι, εἴπωμεν πρὸς τὸν ἀδόλεσχον "ὦ παῖ, σιώπα πόλλʼ ἔχει σιγὴ καλά" δύο δὲ τὰ πρῶτα καὶ μέγιστα, τὸ ἀκοῦσαι καὶ ἀκουσθῆναι·
因此,若看来一切尝试都已不遗余力,就让我们对多言者说: “孩子,沉默吧,沉默有许多好处。
ὧν οὐδʼ ἑτέρου τυχεῖν ἐγγίγνεται τοῖς ἀδολέσχοις, ἀλλὰ καὶ περὶ αὐτὴν τὴν ἐπιθυμίαν ἀποδυσπετοῦσι.
” 其中最首要且最伟大的两点,便是倾听与被倾听;而多言者这两者一个也得不到,甚至在他们最渴望的事情上遭到挫败。
τοῖς μὲν γὰρ ἄλλοις νοσήμασι τῆς ψυχῆς, οἷον φιλαργυρίᾳ φιλοδοξίᾳ φιληδονίᾳ, τὸ γοῦν τυγχάνειν ὧν ἐφίενται περίεστι·
因为对于灵魂的其他疾病,如贪财、好名、嗜乐,起码还能获得它们所渴望的事物;但对多言者来说,最难受的事发生了:他们渴望听众,却得不到,反而是人人望风而逃。
τοῖς δʼ ἀδολέσχοις τοῦτο συμβαίνει χαλεπώτατον, ἐπιθυμοῦντες γὰρ ἀκροατῶν οὐ τυγχάνουσιν, ἀλλὰ πᾶς φεύγει προτροπάδην κἂν ἐν ἡμικυκλίῳ τινὶ καθεζόμενοι, κἂν περιπατοῦντες ἐν ταὐτῷ θεάσωνται προσφοιτῶντα, ταχέως ἀνάζευξιν αὑτοῖς παρεγγυῶσι.
无论他们是坐在半圆形的座椅上,还是在同一处散步,只要一看见多言者走近,就会立刻互相示意撤离。
καὶ καθάπερ ὅταν ἐν συλλόγῳ τινὶ σιωπὴ γένηται, τὸν Ἑρμῆν ἐπεισεληλυθέναι λέγουσιν, οὕτως ὅταν εἰς συμπόσιον ἢ συνέδριον γνωρίμων λάλος εἰσέλθῃ, πάντες ἀποσιωπῶσι μὴ βουλόμενοι λαβὴν παρασχεῖν ἂν δʼ αὐτὸς ἄρξηται διαίρειν τὸ στόμα " πρὸ χείματος ὥστʼ ἀνὰ ποντίαν ἄκραν βορέου πνέοντος " ὑφορώμενοι σάλον καὶ ναυτίαν ἐξανέστησαν.
正如当某个集会中出现沉默时,人们会说赫尔墨斯进来了,同样地,当一个多言者走进熟人的宴会或会议中时,所有人都保持沉默,不愿给他留下可乘之机。 而如果他自己开始张口, “正如风暴来临前,北风在海中岬角呼啸,” 他们预见到颠簸与眩晕,便纷纷起立离去。
ὅθεν αὐτοῖς συμβαίνει μήτε παρὰ δεῖπνον συγκλιτῶν μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοιπορῶσιν ἢ πλέωσιν, ἀλλʼ ἀναγκαστῶν· πρόσκειται γὰρ ἁπανταχοῦ, τῶν ἱματίων ἀντιλαμβανόμενος, τοῦ γενείου, τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί "πόδες δὴ κεῖθι τιμιώτατοι" κατὰ τὸν Ἀρχίλοχον, καὶ νὴ Δία κατὰ τὸν σοφὸν Ἀριστοτέλην.
因此,他们不论是在餐桌上得不到乐意的同席者,还是在陆路、水路旅行中也得不到自愿的同帐伴侣,而只有被迫同席之人;因为他无处不在地缠着人,拉扯衣服,揪着胡须,用手戳着对方的肋旁, “此时双脚最为宝贵,” 正如阿尔基洛科斯所说,确实,凭着宙斯发誓,对睿智的亚里士多德来说也是如此。
καὶ γὰρ αὐτὸς ἐνοχλούμενος ὑπʼ ἀδολέσχου καὶ κοπτόμενος ἀτόποις τισὶ διηγήμασι, πολλάκις αὐτοῦ λέγοντος οὐ θαυμαστόν, Ἀριστότελες;
因为他自己曾被一个多言者打扰,并被一些荒谬的故事纠缠,当那人多次说: “这难道不令人惊叹吗,亚里士多德?
οὐ τοῦτο φησί θαυμαστόν, ἀλλʼ εἴ τις πόδας ἔχων σὲ ὑπομένει ἑτέρῳ δέ τινι τοιούτῳ μετὰ πολλοὺς λόγους εἰπόντι κατηδολέσχηκά σου, φιλόσοφε·
” 他回答说: “这并不令人惊叹,令人惊叹的是,任何长着脚的人竟然能忍受你。 ” 而对另一个在长篇大论后说: “哲学家,我跟您唠叨得太多了” 的家伙,他说: “凭宙斯发誓,没有的事,” “因为我根本没听。
μὰ Δίʼ εἶπεν οὐ γὰρ προσεῖχον καὶ γὰρ ἂν βιάσωνται λαλεῖν οἱ ἀδόλεσχοι, παρέδωκεν αὐτοῖς ἡ ψυχὴ τὰ ὦτα περιαντλεῖν ἔξωθεν, αὐτὴ δʼ ἐντὸς ἑτέρας τινὰς ἀναπτύσσει καὶ διέξεισι πρὸς αὑτὴν φροντίδας·
” 因为即使多言者强行说话,灵魂也只是把耳朵让给他们,任由他们在外面灌注言语,而灵魂自身则在内部展开并独自思索着其他事情。
ὅθεν οὔτε προσεχόντων οὔτε πιστευόντων ἀκροατῶν εὐποροῦσι.
因此,他们既得不到专心的听众,也得不到信任他们的听众。
τῶν μὲν γὰρ πρὸς τὰς συνουσίας εὐκαταφόρων ἄγονον εἶναι τὸ σπέρμα λέγουσι, τῶν δʼ ἀδολέσχων ὁ λόγος ἀτελὴς καὶ ἄκαρπός ἐστι.
因为人们说,纵欲过度者的精液是不育的,同样地,多言者的言语也是未完成且无果实的。

词汇与语法注释

  1. 502bἀκουόντων ἐστίν — 属格作表语的用法。与动词 εἰμί 连用,表示“属于……”或“需要(……的特征)”。此处解释为“作为药剂的言语属于(需要)那些倾听的人”。
  2. 502cμὴ στέγοντα — 带有否定词 μή 的条件分词。动词 στέγω 意为“容纳”、“不漏水”,此处意为“如果(器皿)不能防漏”,比喻听完话后无法保留言语的听众。
  3. 502dμήποτε — 引导表示担忧或强烈怀疑的独立子句(“也许真的……”、“莫非是……”)。伴随完成时被动直陈式 συντέτρηται(被贯通),讽刺地指出多言者的听觉器官绕过了灵魂而直接通向了舌头。
  4. 503aἐξανέστησαν — 虽然时态是不定过去时,但此处作为“戏剧性不定过去时(或格言不定过去时)”起作用,生动地描绘了在特定条件(开口说话)满足的瞬间所发生的即刻且不可避免的行为模式。因此在翻译中译作现在时。

引用这一段

普鲁塔克, 论多嘴 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg101.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。