Humanitext Reader

普鲁塔克 · 论多嘴 §20-21

回答前的停顿与应对提问的三种回答方式

第 11 段,共 13 段 · 希腊语

内容简介

作者介绍了多嘴者在回答时应进行的第二种训练(保持停顿),并通过比喻与历史逸事阐述了回答问题的三种类型(必要的、友善的、多余的)。

§20δεύτερον τοίνυν ἄσκημα πρὸς τὰς ἰδίας ἀποκρίσεις ἐστίν, αἷς οὐχ ἣκιστα δεῖ προσέχειν τὸν ἀδόλεσχον·
因此,第二个训练是关于自己回答的,多嘴者对此尤其必须予以注意。
πρῶτον μέν, ἵνα μὴ λάθῃ τοῖς ἐπὶ γέλωτι καὶ ὕβρει προκαλουμένοις εἰς λόγους αὐτὸν ἀποκρινόμενος μετὰ σπουδῆς.
首先,免得他在不知不觉中,对那些为了嘲弄和侮辱而挑逗他说话的人,热切地做出回答。
ἔνιοι γὰρ οὐδὲν δεόμενοι διατριβῆς δὲ καὶ παιδιᾶς ἕνεκα συνθέντες τινὰς ἐρωτήσεις προβάλλουσι τοῖς τοιούτοις καὶ ἀνακινοῦσιν αὐτῶν τὸν λῆρον· ὃ δεῖ φυλάττεσθαι, καὶ μὴ ταχὺ τῷ λόγῳ μηδʼ ὥσπερ χάριν ἔχοντας ἐπιπηδᾶν, ἀλλὰ καὶ τὸν τρόπον τοῦ πυνθανομένου σκοπεῖν καὶ τὴν χρείαν.
因为有些人并无需要,只是为了消磨时间和开玩笑,编造出一些问题向这类人提出,以此激发他们的废话;对此应当加以防备,不要急于应声,也不要像心怀感激似地扑上去,而要观察提问者的性格与需要。
ὅταν δὲ φαίνηται τῷ ὄντι βουλόμενος μαθεῖν, ἐθιστέον ἐφιστάναι καὶ ποιεῖν τι διάλειμμα μεταξὺ τῆς ἐρωτήσεως καὶ τῆς ἀποκρίσεως· ἐν ᾧ προσθεῖναι μὲν ὁ ἐρωτῶν, εἴ τι βούλεται, δύναται, σκέψασθαι δʼ αὐτὸς περὶ ὧν ἀποκρινεῖται, καὶ μὴ κατατρέχειν μηδὲ καταχωννύναι τὴν ἐρώτησιν, ἔτι πυνθανομένοις πολλάκις ὑπὸ σπουδῆς ἄλλας ἀντʼ ἄλλων ἀποκρίσεις διδόντα.
而当他显得确实想学习时,应该习惯于停顿一下,在提问与回答之间留出一些间隔;在这段间隔里,提问者如果有意可以有所补充,答者自己也可以思考将要回答的内容,而不会践踏或掩埋这个提问,不至于在对方还在提问时,就因为急躁而常常答非所问。
ἡ μὲν γὰρ Πυθία καὶ πρὸ ἐρωτήσεως αὐθωρὶ χρησμοὺς εἴωθέ τινας ἐκφέρειν· ὁ γὰρ θεός, ᾧ λατρεύει, "καὶ κωφοῦ ξυνίησι καὶ οὐ λαλέοντος ἀκούει.
因为皮提娅甚至在提问之前,就习惯于立刻发出某些神谕;因为她所侍奉的神 “既理解哑巴的意思,也能听见不说话者的声音。
" τὸν δὲ βουλόμενον ἐμμελῶς ἀποκρίνασθαι δεῖ τὴν, διάνοιαν ἀναμεῖναι καὶ τὴν προαίρεσιν ἀκριβῶς καταμαθεῖν τοῦ πυνθανομένου, μὴ γένηται τὸ κατὰ τὴν παροιμίαν "ἄμας ἀπῄτουν, οἱ δʼ ἀπηρνοῦντο σκάφας.
” 但是,想要得体回答的人,必须等待对方的思路,并准确把握提问者的意图,免得发生像谚语所说的那种情况: “他们要的是铲子,而对方却说没有木盆。
" ἄλλως δὲ τὸ λάβρον τοῦτο καὶ πρὸς τοὺς λόγους ὀξύπεινον ἀνακρουστέον, ἵνα μὴ δοκῇ καθάπερ ῥεῦμα τῇ γλώττῃ πάλαι προσιστάμενον ἀσμένως ὑπὸ τῆς ἐρωτήσεως ἐξερᾶσθαι.
” 此外,这种对言语的凶猛而急切的饥渴必须予以抑制,免得让人觉得好似舌头上早已积蓄的一股洪流,逢着提问便欣然吐出。
καὶ γὰρ ὁ Σωκράτης οὕτως ἐκόλουε τὴν δίψαν, οὐκ ἐφιεὶς ἑαυτῷ πιεῖν μετὰ γυμνάσιον, εἰ μὴ τὸν πρῶτον ἐκχέοι κάδον ἀνιμήσας, ὅπως ἐθίζηται τὸν τοῦ λόγου καιρὸν ἀναμένειν τὸ ἄλογον.
因为苏格拉底也曾用这种方式抑制自己的口渴,在体育锻炼之后,若不先打起一桶水并把它倒掉,就不允许自己喝水,以便让无理性的部分习惯于等待理性的合适时机。
§21ἔστι τοίνυν τρία γένη τῶν πρὸς τὰς ἐρωτήσεις ἀποκρίσεων, τὸ μὲν ἀναγκαῖον τὸ δὲ φιλάνθρωπον τὸ δὲ περισσόν.
因此,对于提问的回答有三种:必要的、友善的、以及多余的。
οἷον πυθομένου τινὸς εἰ Σωκράτης ἔνδον, ὁ μὲν ἀπροθύμως καὶ ὥσπερ ἄκων ἀποκρίνεται τὸ οὐκ ἔνδον· ἐὰν δὲ βούληται λακωνίζειν, καὶ τὸ ἔνδον ἀφελὼν αὐτὴν μόνην φθέγξεται τὴν ἀπόφασιν· ὡς ἐκεῖνοι, Φιλίππου γράψαντος εἰ δέχονται τῇ πόλει αὐτόν, εἰς χάρτην ΟΥ μέγα γράψαντες ἀπέστειλαν.
例如,当有人问苏格拉底是否在家里时,有的人会不情愿且仿佛勉强地回答说:“不在家”;如果他想用斯巴达式的方式说话,甚至会省去“在家”二字,仅吐出否定词本身;正如那些人在腓力写信询问他们是否在城里接纳他时,在纸上写了一个大大的“不”字送回去一样。
ὁ δὲ φιλανθρωπότερον ἀποκρίνεται οὐκ ἔνδον ἀλλʼ ἐπὶ ταῖς τραπέζαις· κἂν βούληται προσεπιμετρῆσαι, ξένους τινὰς ἐκεῖ περιμένων.
而另一个人则会更友善地回答:“不在家,而在货币兑换处;”如果他想再多说一点:“在那儿等候着几位外宾。
ὁ δὲ περιττὸς καὶ ἀδολέσχης, ἄν γε δὴ τύχῃ καὶ τὸν Κολοφώνιον ἀνεγνωκὼς Ἀντίμαχον, οὐκ ἔνδον φησὶν ἀλλʼ ἐπὶ ταῖς τραπέζαις, ξένους ἀναμένων Ἴωνας, ὑπὲρ ὧν αὐτῷ γέγραφεν Ἀλκιβιάδης περὶ Μίλητον ὤν, καὶ παρὰ Τισσαφέρνει διατρίβων, τῷ τοῦ μεγάλου σατράπῃ βασιλέως, ὃς πάλαι μὲν ἐβοήθει Λακεδαιμονίοις, νῦν δὲ προστίθεται διʼ Ἀλκιβιάδην Ἀθηναίοις·
” 至于那个啰嗦且多嘴的人,如果他碰巧读过科洛封的安提马库斯的作品,就会说:“不在家,而在货币兑换处,等候着几位爱奥尼亚的客人。 关于他们,阿尔西比亚德斯在米利都附近、逗留在大王的萨特拉普提萨斐尼那里时写信告诉过他。
ὁ γὰρ Ἀλκιβιάδης ἐπιθυμῶν κατελθεῖν εἰς τὴν πατρίδα τὸν Τισσαφέρνην μετατίθησι καὶ ὅλως τὴν ὀγδόην Θουκυδίδου κατατεινάμενος ἐρεῖ καὶ κατακλύσει τὸν ἄνθρωπον, ἕως φθάσῃ καὶ Μίλητος ἐκπολεμωθεῖσα καὶ φυγαδευθεὶς τὸ δεύτερον Ἀλκιβιάδης.
这位提萨斐尼从前曾援助拉克代蒙人,但现在由于阿尔西比亚德斯的缘故,转而支持雅典人;因为阿尔西比亚德斯渴望回到祖国,正在改变提萨斐尼的态度”;总之,他会把修昔底德的第八卷书一股脑掏出来滔滔不绝,将对方淹没,直到他抢在米利都爆发战争和阿尔西比亚德斯第二次流亡之前。
μάλιστα δὴ περὶ τοῦτο δεῖ τὴν ἀδολεσχίαν συνέχειν ὥσπερ εἰς ἴχνος ἐμβιβάζοντα τὴν ἐρώτησιν καὶ ὡς κέντρῳ καὶ διαστήματι τῇ χρείᾳ τοῦ πυνθανομένου περιγράφοντα τὴν ἀπόκρισιν.
确实,特别是关于这一点,必须克制闲聊,就好像把提问引导到轨道上,并且把提问者的需要当作圆心和半径,以此来限止回答。
Καρνεάδην μὲν γὰρ οὔπω μεγάλην ἔχοντα δόξαν, ἐν τῷ γυμνασίῳ διαλεγόμενον πέμψας ὁ γυμνασίαρχος ἐκέλευσεν ὑφεῖναι τὸ μέγεθος τῆς φωνῆς (ἦν γὰρ μεγαλοφωνότατος)· εἰπόντος δʼ ἐκείνου δός μοι μέτρον φωνῆς,ʼ οὐ φαύλως ὑπέτυχε δίδωμι τὸν προσδιαλεγόμενον.
因为当卡尔内阿德斯尚未享有盛名、在体育馆里进行辩论时,体育馆长派人去命令他减小声音的分贝(因为他的声音极大);当卡尔内阿德斯说:“给我一个声音的尺度吧,”对方相当巧妙地回应道:“我给你那个与你交谈的人。
τῷ δʼ ἀποκρινομένῳ μέτρον ἔστω ἡ τοῦ ἐρωτῶντος βούλησις.
”因此,对于回答者而言,提问者的心愿应当就是尺度。

词汇与语法注释

  1. 512dἵνα μὴ λάθῃ ... ἀποκρινόμενος — 动词 λανθάνω 伴随现在分词(此处为 ἀποκρινόμενος)构成惯用句式,表示“在不知不觉中做某事”。虚拟语气 λάθῃ 受目的从句 ἵνα μή(免得)支配。αὐτόν 作为分词的宾格主语被加入,起强调作用。
  2. 513bἕως φθάσῃ καὶ Μίλητος ἐκπολεμωθεῖσα καὶ φυγαδευθεὶς τὸ δεύτερον Ἀλκιβιάδης — 在 ἕως(直到)从句中,动词 φθάνω(抢先、先于)以虚拟语气 φθάσῃ 出现,并伴随两个分词(ἐκπολεμωθεῖσα 和 φυγαδευθείς)。φθάνω + 分词是一个表示“在……之前抢先做某事”的句式,此处滑稽地描绘了多嘴者的叙述在历史事件真正发生之前就已经讲到了那里。
  3. 513cὡς κέντρῳ καὶ διαστήματι τῇ χρείᾳ τοῦ πυνθανομένου περιγράφοντα — 这是一个运用几何学(用圆规画圆)的比喻。表示手段的与格 κέντρῳ(圆心)和 διαστήματι(半径/距离)修饰提问者的需要(τῇ χρείᾳ)。通过分词 περιγράφοντα(画圆限制),该句形象地表达了回答(τὴν ἀπόκρισιν)应当被严格限制在提问者需要这一圆心和半径的范围之内。

引用这一段

普鲁塔克, 论多嘴 §20-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg101.humanitext-grc2:20-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。