Humanitext Reader

普鲁塔克 · 论多嘴 §23

通过学术写作与交往矫正多言的良方

第 13 段,共 13 段 · 希腊语

内容简介

作者提出了治疗多嘴的方法,包括将闲聊引导至学术话题、进行写作练习以及与长者交往。同时,他强调了在说话前进行自我反思、保持沉默以及通过训练克制欲望的重要性。

§23οὐ μὴν ἀλλὰ τοῦτό γε τῶν κακῶν ἐλάχιστόν ἐστι. , καὶ δεῖ παρατρέπειν εἰς ταῦτα τὴν ἀδολεσχίαν ἧττον γὰρ ἀηδὲς ἔσται τὸ λάλον ἐν τῷ φιλολόγῳ πλεονάζον.
然而,这至少是诸恶中最小的,且应当将多嘴引向这些方面;因为闲聊若是在学术(文理)上过剩,其令人不快的程度就会较低。
ἐθιστέον δὲ καὶ γράφειν τι τοὺς τοιούτους καὶ διαλέγεσθαι κατʼ ἰδίαν.
此外,还必须让这样的人习惯于写点东西以及私下交谈。
ὁ μὲν γὰρ Στωικὸς Ἀντίπατρος, ὡς ἔοικε, μὴ δυνάμενος μηδὲ βουλόμενος ὁμόσε χωρεῖν τῷ Καρνεάδῃ μετὰ πολλοῦ ῥεύματος εἰς τὴν Στοὰν φερομένῳ, γράφων δὲ καὶ πληρῶν τὰ βιβλία τῶν πρὸς αὐτὸν ἀντιλογιῶν καλαμοβόας ἐπεκλήθη· τὸν δʼ ἀδολέσχην ἴσως ἂν ἡ πρὸς τὸ γράφειν σκιαμαχία καὶ ἡ βοὴ τοῦ πλήθους ἀπερύκουσα καθʼ ἡμέραν ἐλαφρότερον παρασκευάσειε τοῖς συνοῦσιν, ὥσπερ οἱ κύνες εἰς λίθους καὶ ξύλα τὸν θυμὸν ἀφέντες ἧττόν εἰσι χαλεποὶ τοῖς ἀνθρώποις.
因为正如所见,那门徒众多的斯多葛派安提帕特,由于既无能力也不愿与伴随滔滔雄辩涌入画廊的卡尔内阿德斯正面交锋,便通过写作,将反驳他的书册填满,因而被戏称为“笔叫子”;而对于多嘴者来说,也许针对写作的这种“独角戏”以及避开人群喧嚣的日常做法,会使他对待同伴时变得温和一些,就像狗把愤怒发泄在石头和木头上,对人的危害就会减少一样。
ἁρμόσει δʼ αὐτοῖς σφόδρα καὶ τὸ μετὰ κρειττόνων ἀεὶ καὶ πρεσβυτέρων ὁμιλεῖν αἰσχυνόμενοι γὰρ αὐτῶν τὴν δόξαν ἐν ἔθει γενήσονται τοῦ σιωπᾶν.
与比自己优秀和年长的人经常交往,也非常适合他们;因为他们敬畏这些人的声望,就会习惯于保持沉默。
τούτοις δʼ ἀεὶ δεῖ καταμεμῖχθαι καὶ συμπεπλέχθαι τοῖς ἐθισμοῖς· τὴν προσοχὴν ἐκείνην καὶ τὸν ἐπιλογισμόν, ὅταν τι μέλλωμεν λαλεῖν καὶ τὰ ῥήματα τῷ στόματι προστρέχῃ, τίς οὗτος ὁ λόγος ὁ ἐφεστὼς καὶ καταβιαζόμενος;
而对于这些习惯,应当始终融入并交织进那份专注与反思,每当我们想要闲聊、言语涌上嘴边时,便自问:“这正站立于此、强行破口而出的言语是什么?
ἐπὶ τί δʼ ἡ γλῶσσʼ ἀσπαίρει;
舌头为何在颤动?
τί δʼ εἰπόντι περιγίγνεται καλὸν ἢ τί σιωπήσαντι δυσχερές;
说了有什么好处,沉默又有什么坏处?
οὐ γὰρ ὡς βάρος τι δεῖ πιέζοντʼ ἀποθέσθαι τὸν λόγον, ἐπεὶ παραμένει γε καὶ ῥηθεὶς ὁμοίως· ἀλλʼ ἢ διʼ αὑτοὺς ἅνθρωποι δεόμενοί τινος λαλοῦσιν ἢ τοὺς ἀκούοντας ὠφελοῦντες ἢ χάριν τινὰ παρασκευάζοντες ἀλλήλοις ὥσπερ ἁλσὶ τοῖς λόγοις ἐφηδύνουσι τὴν διατριβὴν καὶ τὴν πρᾶξιν, ἐν ᾗ τυγχάνουσιν ὄντες.
” 因为不应当把言语当作某种压迫人的重荷而丢弃,毕竟言语一旦说出也同样留存;然而,人们说话,要么是为了自身而有所求,要么是为了使听者获益,要么是为了给彼此带来某种快乐,用言语像盐一样调味他们当前所处的消遣和事务。
εἰ δὲ μήτε τῷ λέγοντι χρήσιμον μήτʼ ἀναγκαῖον τοῖς ἀκούουσι τὸ λεγόμενον ἡδονὴ τε καὶ χάρις οὐ πρόσεστι, διὰ τί λέγεται;
但如果所说之话既对说话者无益,对听众也非必要,又没有带来快乐与魅力,那为什么要说呢?
τὸ γὰρ μάτην καὶ διακενῆς οὐχ ἧττον ἐν τοῖς λόγοις ἢ τοῖς ἔργοις ἐστίν.
因为在言辞中,徒劳和虚空并不亚于在行为中。
ἐπὶ πᾶσι δὲ καὶ παρὰ ταῦτα πάντα δεῖ πρόχειρον ἔχειν καὶ μνημονεύειν τὸ Σιμωνίδειον ὅτι λαλήσας μὲν πολλάκις μετενόησε, σιωπήσας δʼ οὐδέποτε· καὶ τὴν ἄσκησιν, ὅτι πάντων ἐπικρατεῖ καὶ ἰσχυρόν ἐστιν· ὅπου καὶ λυγμὸν καὶ βῆχʼ ἄνθρωποι τῷ προσέχειν ἀποβιαζόμενοι, μετὰ πόνου καὶ ἀλγηδόνος ἐξεκρούσαντο.
在这一切之上并除此以外,还应当随时准备好并牢记西摩尼得斯的那句格言:他经常因说话而后悔,但从未因沉默而后悔;并且要记住练习,因为它战胜一切且十分强大;在练习中,甚至连打嗝和咳嗽,人们通过集中注意力强行抑制,虽然伴随着痛苦和折磨,也能够将其击退。
σιγὴ δʼ οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης, ἀλλὰ καὶ ἄλυπον καὶ ἀνώδυνον.
正如希波克拉底所说,沉默不仅“不干渴”,而且“无忧无痛”。

词汇与语法注释

  1. 514dδεῖ παρατρέπειν εἰς ταῦτα τὴν ἀδολεσχίαν — 不定式 παρατρέπειν 的逻辑主语是泛指的“人们”或“我们”,而宾格 τὴν ἀδολεσχίαν 是该不定式的直接宾语,表示“应该将多嘴(的习惯)引导到这些方面(指前文提到的历史、文法等学术领域)”。
  2. 514dγράφων δὲ καὶ πληρῶν τὰ βιβλία... καλαμοβόας ἐπεκλήθη — 这里的 ὁ μὲν γὰρ Στωικός 中的 μὲν 并非与紧随其后的 γράφων δὲ 呼应,而是与第24行的 τὸν δʼ ἀδολέσχην 中的 δὲ 呼应。这在哲学家安提帕特(通过写书发泄)与多嘴者(通过写作自我克制)之间建立了一个对比。
  3. 514eτούτοις δʼ ἀεὶ δεῖ καταμεμῖχθαι καὶ συμπεπλέχθαι τοῖς ἐθισμοῖς — 与格词组 τούτοις... τοῖς ἐθισμοῖς(与这些习惯)受复合被动不定式 καταμεμῖχθαι 和 συμπεπλέχθαι 的支配。而该不定式的逻辑主语是宾格词组 τὴν προσοχὴν ἐκείνην καὶ τὸν ἐπιλογισμόν(那份专注与反思)。
  4. 514eτί δʼ εἰπόντι περιγίγνεται καλὸν ἢ τί σιωπήσαντι δυσχερές; — 与格分词 εἰπόντι(对说话的人)和 σιωπήσαντι(对保持沉默的人)在句中充当利益与格,与动词 περιγίγνεται(产生、结果为)连用。句子的主语分别是疑问代词 τί ... καλὸν 和 τί ... δυσχερές。
  5. 515aκαὶ τὴν ἄσκησιν, ὅτι πάντων ἐπικρατεῖ — 宾格的 τὴν ἄσκησιν(练习/训练)与前文的 τὸ Σιμωνίδειον 并列,同样作为第21行 δεῖ πρόχειρον ἔχειν καὶ μνημονεύειν(应当随时准备好并牢记)的直接宾语。

引用这一段

普鲁塔克, 论多嘴 §23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg101.humanitext-grc2:23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。