Humanitext Reader

普鲁塔克 · 论多嘴 §16-17

认识多言之害与效法沉默的对策

第 9 段,共 13 段 · 希腊语

内容简介

作者提出了通过理性认识多嘴之害的第一种疗法,随后提出了第二种疗法,即利用赞美沉默与简练语言之威力和尊严的历史警句与逸事。

§16ταῦτα δʼ οὐ κατηγορίαν ἡγητέον ἀλλʼ ἰατρείαν τῆς ἀδολεσχίας·
这些不应被视为指责,而应被视为对多嘴多舌的治疗。
τῶν γὰρ παθῶν κρίσει καὶ ἀσκήσει περιγιγνόμεθα, προτέρα δʼ ἡ κρίσις ἐστίν.
因为我们是通过判断和练习来克服情念的,而判断在先。
οὐδεὶς γὰρ ἐθίζεται φεύγειν καὶ ἀποτρίβεσθαι τῆς ψυχῆς ὃ μὴ δυσχεραίνει.
因为没有人会习惯于逃避并从灵魂中抹去他不厌恶的东西。
δυσχεραίνομεν δὲ τὰ πάθη, ὅταν τὰς βλάβας καὶ τὰς αἰσχύνας τὰς ἀπʼ αὐτῶν τῷ λόγῳ κατανοήσωμεν ὥσπερ νῦν κατανοοῦμεν ἐπὶ τῶν ἀδολέσχων, ὅτι φιλεῖσθαι βουλόμενοι μισοῦνται, χαρίζεσθαι θέλοντες ἐνοχλοῦσι, θαυμάζεσθαι δοκοῦντες καταγελῶνται, κερδαίνοντες οὐδὲν ἀναλίσκουσιν· ἀδικοῦσι τοὺς φίλους, ὠφελοῦσι τοὺς ἐχθρούς, ἑαυτοὺς ἀπολλύουσιν.
当我们通过理性认识到情念所带来的伤害和羞辱时,我们就会厌恶它们,正如我们现在对多嘴者所认识到的那样:他们渴望被爱却被憎恨,想要讨好却带来烦扰,自以为被钦佩却遭嘲笑,一无所获却徒劳耗费;他们伤害朋友,造福敌人,毁灭自己。
ὥστε τοῦτο πρῶτον ἴαμα καὶ φάρμακόν ἐστι τοῦ πάθους, ὁ τῶν ἀπʼ αὐτοῦ γιγνομένων αἰσχρῶν καὶ ὀδυνηρῶν ἐπιλογισμός.
因此,这是治疗这一情念的第一步药方,即对由于它而产生的可耻和痛苦后果的深思。
§17δευτέρῳ δὲ χρηστέον ἐπιλογισμῷ τῷ τῶν ἐναντίων, ἀκούοντας ἀεὶ καὶ μεμνημένους καὶ πρόχειρʼ ἔχοντας τὰ τῆς ἐχεμυθίας ἐγκώμια, καὶ τὸ σεμνὸν καὶ τὸ ἅγιον καὶ τὸ μυστηριῶδες τῆς σιωπῆς, καὶ ὅτι θαυμάζονται μᾶλλον καὶ ἀγαπῶνται καὶ σοφώτεροι δοκοῦσι τῶν ἐξηνίων τούτων καὶ φερομένων οἱ στρογγύλοι καὶ βραχυλόγοι, καὶ ὧν πολὺς νοῦς ἐν ὀλίγῃ λέξει συνέσταλται.
而我们必须使用第二种深思,即对相反事物的深思,时刻倾听、记住并准备着对沉默寡言的赞美,以及沉默的庄严、神圣与神秘,并且那些简洁、话少的人,以及在极少的言语中凝聚着巨大智慧的人,比这些放任、浮躁的人更受赞美和喜爱,显得更明智。
καὶ γὰρ Πλάτων τοὺς τοιούτους ἐπαινεῖ, δεινοῖς ἀκοντισταῖς ἐοικέναι λέγων, οὖλα καὶ πυκνὰ καὶ συνεστραμμένα φθεγγομένους.
因为柏拉图也赞赏这样的人,说他们像高超的投枪手,能吐露出圆润、紧凑、凝练的话语。
καὶ ὁ Λυκοῦργος εἰς ταύτην τὴν δεινότητα τοὺς πολίτας εὐθὺς ἐκ παίδων τῇ σιωπῇ πιέζων συνῆγε καὶ κατεπύκνου.
而莱库古通过让公民们从小就习惯于沉默,将他们压缩并凝聚成这种本领。
καθάπερ γὰρ οἱ Κελτίβηρες ἐκ τοῦ σιδήρου τὸ στόμωμα ποιοῦσιν, ὅταν· κατορύξαντες εἰς τὴν γῆν τὸ πολὺ καὶ γεῶδες ἀποκαθήρωσιν, οὕτως ὁ Λακωνικὸς λόγος οὐκ ἔχει φλοιόν, ἀλλʼ εἰς αὐτὸ τὸ δραστήριον ἀφαιρέσει τοῦ περιττοῦ διωκόμενος στομοῦται·
因为正如凯尔特伊比利亚人制造钢时,将铁埋入土中以清除其中大量的泥土成分,拉科尼亚人的言语同样没有外皮,而是通过去除多余的部分,直指最具成效的核心而被淬炼。
τὸ γὰρ ἀποφθεγματικὸν αὐτοῖς τοῦτο καὶ τὸ μετʼ εὐστροφίας ὀξὺ πρὸς τὰς ἀπαντήσεις ἐκ τῆς πολλῆς περιγίγνεται σιωπῆς.
因为他们这种警句式的特色,以及在应对中敏捷、锐利的机智,正是由于长期的沉默而产生的。
καὶ δεῖ τὰ τοιαῦτα μάλιστα τοῖς ἀδολέσχοις προβάλλειν ὅσην χάριν ἔχει καὶ δύναμιν, οἷόν ἐστι τὸ Λακεδαιμόνιοι Φιλίππῳ Διονύσιος ἐν Κορίνθῳ καὶ πάλιν γράψαντος αὐτοῖς τοῦ Φιλίππου ἂν ἐμβάλω εἰς τὴν Λακωνικήν, ἀναστάτους ὑμᾶς ποιήσω, ἀντέγραψαν αἴκα.
我们应当特别向多嘴者展示这些例子,表明它们具有多么大的魅力和力量,例如:“拉刻代蒙人致腓力:狄奥尼修斯在科林斯。 ”又如,当腓力再次写信给他们说:“如果我侵入拉科尼亚,我将使你们流离失所,” 他们回信道:“如果。
Δημητρίου δὲ τοῦ βασιλέως ἀγανακτοῦντος καὶ βοῶντος ἕνα πρὸς ἐμὲ Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν οὐ καταπλαγεὶς ὁ πρεσβευτής ἕνʼ εἶπε ποτὶ ἕνα θαυμάζονται δὲ καὶ τῶν παλαιῶν οἱ βραχυλόγοι.
”而当国王德米特里愤怒地喊道:“拉刻代蒙人竟然只给我派了一个使者来? ”使者毫不畏惧地说道:“一(对)一。 ”古代那些言语简短的人也受到赞美。
καὶ τῷ ἱερῷ τοῦ Πυθίου Ἀπόλλωνος οὐ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν οὐδὲ τοὺς Πινδάρου παιᾶνας ἐπέγραψαν οἱ Ἀμφικτύονες, ἀλλὰ τὸ γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν καὶ τὸ ἐγγύα πάρα δʼ ἄτα, θαυμάσαντες τῆς λέξεως τὸ εὔογκον καὶ τὸ λιτόν, ἐν βραχεῖ σφυρήλατον νοῦν περιεχούσης.
在皮托的阿波罗神庙上,近邻同盟并没有刻上《伊利亚特》或《奥德赛》,也没有刻上品达的凯歌,而是刻上了“认识你自己”和“凡事勿过度”和“担保即带来毁灭”,这是因为他们赞赏其言辞的厚重与朴实,在简短中包含着锤炼过的思想。
αὐτὸς δʼ ὁ θεὸς οὐ φιλοσύντομός ἐστι καὶ βραχυλόγος ἐν τοῖς χρησμοῖς, καὶ Λοξίας καλεῖται διὰ τὸ φεύγειν τὴν ἀδολεσχίαν μᾶλλον ἢ τὴν ἀσάφειαν;
而神明自己难道不也是在其神谕中语言简练、言简意赅吗? 他被称为洛克西阿斯,不正是因为他躲避多嘴多舌甚于躲避晦涩难懂吗?
οἱ δὲ συμβολικῶς ἄνευ φωνῆς ἃ δεῖ φράζοντες οὐκ ἐπαινοῦνται καὶ θαυμάζονται διαφερόντως;
而那些不用声音、通过象征来表达所需之事的人,难道不也受到了特别的称赞和异乎寻常的赞美吗?
ὡς Ἡράκλειτος, ἀξιούντων αὐτὸν τῶν πολιτῶν γνώμην τινʼ εἰπεῖν περὶ ὁμονοίας, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ λαβὼν ψυχροῦ κύλικα καὶ τῶν ἀλφίτων ἐπιπάσας καὶ τῷ γλήχωνι κινήσας, ἐκπιὼν ἀπῆλθεν ἐπιδειξάμενος αὐτοῖς, ὅτι τὸ τοῖς τυχοῦσιν ἀρκεῖσθαι καὶ μὴ δεῖσθαι τῶν πολυτελῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατηρεῖ τὰς πόλεις.
正如赫拉克利特,当市民们请求他发表关于和合的意见时,他走上讲台,拿了一杯冷水,撒上大麦粉,用薄荷搅拌,喝完便离去,向他们表明,满足于普通事物、不追求奢华,能使城邦维持在和平与和合之中。
Σκιλοῦρος δὲ καταλιπὼν ὀγδοήκοντα παῖδας, ὁ Σκυθῶν βασιλεύς, ᾔτησε δέσμην δορατίων, ὅτʼ ἀπέθνῃσκε, καὶ λαβόντας ἐκέλευσε καταθραῦσαι καὶ κατεάξαι συνδεδεμένην καὶ ἀθρόαν ὡς δʼ ἀπεῖπον, αὐτὸς ἓν καθʼ ἓν ἕλκων πάντα ῥᾳδίως διέκλασε·
而斯基泰国王斯基鲁罗斯留下了八十个儿子,在他临终时,要了一捆小矛,让儿子们拿去,在捆绑在一起的状态下将其折断。
τὴν συμφωνίαν αὐτῶν καὶ τὴν ὁμόνοιαν ἰσχυρὸν ἀποφαίνων καὶ δυσκαθαίρετον, ἀσθενὲς δὲ τὴν διάλυσιν καὶ οὐ μόνιμον.
当他们无能为力时,他自己一根一根地抽出来,轻易地把它们全部折断,以此表明他们的和谐与和合是强大且难以摧毁的,而分裂则是脆弱且不能持久的。

词汇与语法注释

  1. 510dἀκούοντας — ἀκούοντας 是宾格复数阳性现在分词,与动形容词 χρηστέον 隐含的施事主语(通常为与格或宾格)一致,表示“我们在听取……的同时应当使用(第二种深思)”。
  2. 510fδεινοῖς ἀκοντισταῖς ἐοικέναι λέγων — ἐοικέναι 是依附于分词 λέγων 的不定式,构成带宾格的不定式结构,意为“说他们就像高超的投枪手”。
  3. 511aαἴκα — 多利亚方言的 αἴ κα(相当于雅典方言的 εἰ ἄν 或 εἰ κέ),意为“如果”。这是对腓力条件句威胁的极简回覆(“如果”)。
  4. 511cἀξιούντων αὐτὸν τῶν πολιτῶν — 属格独立结构(Genitive Absolute),其中 τῶν πολιτῶν 为主语,ἀξιούντων 为属格现在分词,意为“当市民们请求他时”。

引用这一段

普鲁塔克, 论多嘴 §16-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg101.humanitext-grc2:16-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。