Humanitext Reader

普鲁塔克 · 恶是否足以导致不幸 §1-2

宫廷的忙碌生活与直接摧残灵魂的邪恶

第 1 段,共 2 段 · 希腊语

内容简介

第一节批评了因忙碌而无法享受财富的宫廷生活,并通过荷马的例子阐述了无名而安全隐居生活的价值。第二节论述了邪恶与使用物理刑具的外在僭主不同,它无需任何准备便直接粉碎人的灵魂,并使之无法服从理性的支配。

§1ὑπομένει "πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων" ὡς Εὐριπίδης φησίν, βραχέα δεδήλωται καὶ ἀβέβαια τῷ δʼ οὐ πολλῆς διὰ τέφρας, ἀλλὰ πυρκαϊᾶς τινος βασιλικῆς πορευομένῳ καὶ περιφλεγομένῳ, ἄσθματος καὶ φόβου μεστῷ καὶ ἱδρῶτος διαποντίου, πλοῦτόν τινα προσθεῖσα Ταντάλειον ἀπολαῦσαι διʼ ἀσχολίαν οὐ δυναμένῳ.
如同欧里庇得斯所说:“忍受着因嫁妆而被出卖的身体”,这已被表明是短暂而不可靠的。 但对于那个并非穿过少许灰烬,而是穿过某种皇家烈火、身陷烈焰之中、充满喘息与恐惧以及跨海之汗水、被赋予了坦塔洛斯式的财富却因无暇而无法享受的人来说,(财富只是折磨)。
ὁ μὲν γὰρ Σικυώνιος ἐκεῖνος ἱπποτρόφος εὖ φρονῶν ἔδωκε τῷ βασιλεῖ τῶν Ἀχαιῶν θήλειαν ἵππον δρομάδα δῶρον, " ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν ἀλλʼ αὐτοῦ τέρποιτο μένων " εἰς βαθεῖαν εὐπορίαν καὶ σχολὴν ἄλυπον ἀνακλίνας ἑαυτόν·
因为那位西锡安的育马者十分明智,送给阿开亚人的国王一匹快速的母马作为礼物,“免得他随行去往多风的伊利翁,而能留在原处自得其乐”,使自己安享深厚的富裕与无忧的闲暇。
οἱ δὲ νῦν ἄλυποι καὶ πρακτικοὶ δοκοῦντες εἶναι, μηδενὸς καλοῦντος ὠθοῦνται διʼ αὑτῶν ἐπὶ τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ θυραυλίας ἐπιπόνους, ἵνʼ ἵππου τινὸς ἢ πόρπης ἢ τοιαύτης τινὸς εὐημερίας τύχωσι.
而如今那些自以为无忧且积极的人,在无人召唤的情况下,自顾自地倒栽葱般挤进宫廷、侍从队伍和痛苦的露宿中,只为得到某匹马、某个扣针或诸如此类的某种好运。
" τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο, καὶ δόμος ἡμιτελής· " σύρεται δὲ καὶ πλανᾶται τριβόμενος ἔν τισιν ἐλπίσιν καὶ προπηλακιζόμενος· ἂν δὲ καὶ τύχῃ τινὸς ὧν ποθεῖ, περιενεχθεὶς καὶ σκοτοδινιάσας πρὸς τὸν τῆς τύχης πεταυρισμὸν ἀπόβασιν ζητεῖ καὶ μακαρίζει τοὺς ἀδόξους καὶ ἀσφαλῶς ζῶντας οἱ δʼ ἐκεῖνον πάλιν ἄνω βλέποντες ὑπὲρ αὑτοὺς φερόμενον.
“而他的妻子留在菲拉刻,双颊抓破,房屋也半途废置”,他被拖曳、流浪,在某些希望中消磨并遭受侮辱;如果他碰巧得到了他所渴望的任何东西,他就会在命运的跳板上感到眩晕和头晕目眩,寻找退路,并称赞那些无名且安全生活的人;而那些人又反过来仰望他,看着他在他们上方飞驰。
§2παντοίως; ἡ κακία διατίθησι πάντας ἀνθρώπους, αὐτοτελής τις οὖσα τῆς κακοδαιμονίας δημιουργός· οὔτε γὰρ ὀργάνων οὔτε ὑπηρετῶν ἔχει χρείαν.
邪恶以各种方式处置所有人,它自身就是一个自足的苦难制造者;因为它既不需要工具,也不需要助手。
ἄλλοι δὲ τύραννοι σπουδάζοντες οὓς ἂν κολάζωσιν ἀθλίους ποιεῖν δημίους τρέφουσι καὶ βασανιστάς, ἢ καυτήρια καὶ σφῆνας ἐπιμηχανῶνται, ἀλόγου ψυχῇ ἡ δὲ κακία δίχα πάσης παρασκευῆς τῇ ψυχῇ συνελθοῦσα συνέτριψε καὶ κατέβαλε, λύπης ἐνέπλησε θρήνων βαρυθυμίας μεταμελείας τὸν ἄνθρωπον.
其他僭主为了使他们所惩罚的人痛苦,蓄养刽子手和拷问者,或者设计烙铁和楔子,针对无理性的灵魂。 但邪恶在没有任何准备的情况下与灵魂结合,便将人粉碎和击倒,使人充满悲伤、哀叹、沮丧和悔恨。
τεκμήριον δέ· τεμνόμενοι πολλοὶ σιωπῶσι καὶ μαστιγούμενοι καρτεροῦσι, καὶ σφηνούμενοι ὑπὸ δεσποτῶν ἢ τυράννων φωνὴν οὐκ ἀφῆκαν, ὅταν ἡ ψυχὴ μύσασα τῷ λόγῳ τὸν πόνον ὥσπερ χειρὶ πιέσῃ καὶ κατάσχῃ· θυμῷ δʼ οὐκ ἂν ἐπιτάξειας ἡσυχίαν οὐδὲ πένθει σιωπήν· οὔτε φοβούμενον στῆναι πείσειας, οὔτε δυσφοροῦντα μετανοίᾳ μὴ βοῆσαι μηδὲ τῶν τριχῶν λαβέσθαι ἢ τὸν μηρὸν κροῦσαι.
证据便是:许多人在被切割时保持沉默,被鞭打时忍耐,被主人或僭主用楔子夹紧时也不发一声,这时灵魂闭上眼睛,用理性压制并控制痛苦,犹如用手一般;但你无法命令愤怒保持安静,也无法命令悲伤保持沉默;你既无法说服恐惧者站立不动,也无法说服因悔恨而痛苦者不呼喊、不扯头发或不拍大腿。
οὕτω καὶ πυρός ἐστιν ἡ κακία καὶ σιδήρου βιαιοτέρα.
因此,邪恶比水火与钢铁更为猛烈。

词汇与语法注释

  1. 498aπεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων — 据传引用自欧里庇得斯佚失的悲剧。动词 `ἔχων` 与完成时被动分词 `πεπραμένον` 及名词 `τὸ σῶμα` 连用,表示某种持续的状态(“使身体处于被出卖的状态”)。在此隐喻因追求财富或权力而失去人身自由的人。
  2. 498bτῷ δʼ οὐ πολλῆς διὰ τέφρας... πορευομένῳ — 与格分词 `πορευομένῳ`(及 `περιφλεγομένῳ`)作为利益与格,指代上下文中暗指的命运接受者(即追求朝廷荣达之人),并与 `ἀπολαῦσαι ... δυναμένῳ` 相连。`οὐ πολλῆς διὰ τέφρας` 与 `ἀλλὰ πυρκαϊᾶς τινος` 之间的对比,突出了温和生活与险恶朝廷环境的不同。
  3. 498dἀλόγου ψυχῇ — 语法及文本校勘上的难读之处。与后文的 `ἡ δὲ κακία... τῇ ψυχῇ`(邪恶直接作用于灵魂)形成对比,它指的是作为僭主使用外在刑具施加作用的对象,即“(作为无理性部分或肉体生命的)灵魂”。
  4. 498eὅταν ἡ ψυχὴ μύσασα τῷ λόγῳ τὸν πόνον ὥσπερ χειρὶ πιέσῃ — 不定过去时主动分词 `μύσασα`(源自 `μύω`,“闭眼/闭嘴”)表达了灵魂的自我克制态度,而 `τῷ λόγῳ`(“通过理性”)作为工具与格起作用。此句是一个强有力的比喻,描绘了用理性之“手”制服肉体痛苦的过程。

引用这一段

普鲁塔克, 恶是否足以导致不幸 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg099.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。