Humanitext Reader

普鲁塔克 · 论对后代的挚爱 §3

人类的亲情与自然在繁育哺乳中的精妙安排

第 4 段,共 5 段 · 希腊语

内容简介

作者指出,动物对子嗣的亲爱之情是不完整且有限的,而人类的这种情感则是正义与文明发展的种子;作者通过女性怀孕和哺乳等生理机制,展示了自然对人类繁衍的深刻关怀与精妙安排。

§3ἀλλʼ οὔτʼ ἀληθὴς ὁ λόγος οὔτʼ ἄξιος ἀκούειν.
但这种说法既不真实,也不值得一听。
ἡ γὰρ φύσις ὥσπερ ἐν φυτοῖς ἀγρίοις, οἷον οἰνάνθαις ἐρινεοῖς κοτίνοις, ἀρχὰς ἀπέπτους καὶ ἀτελεῖς ἡμέρων καρπῶν ἐνέφυσεν· οὕτω τοῖς μὲν ἀλόγοις τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον ἀτελὲς καὶ οὐ διαρκὲς πρὸς δικαιοσύνην οὐδὲ τῆς χρείας προσωτέρω προερχόμενον ἔδωκεν ἄνθρωπον δέ, λογικὸν καὶ πολιτικὸν ζῷον, ἐπὶ δίκην καὶ νόμον εἰσάγουσα καὶ θεῶν τιμὰς καὶ πόλεων ἱδρύσεις καὶ φιλοφροσύνην, γενναῖα καὶ καλὰ καὶ φερέκαρπα τούτων σπέρματα παρέσχε τὴν πρὸς τὰ ἔκγονα χάριν καὶ ἀγάπησιν, ἀκολουθοῦσα ταῖς πρώταις ἀρχαῖς· αὗται δʼ ἦσαν ἐν ταῖς τῶν σωμάτων κατασκευαῖς.
因为,正如自然在野生植物中(例如野生葡萄、野生无花果和野生橄榄)植入了驯化果实的未成熟且不完整的始基,她对无理性的动物所赋予的对子嗣的亲爱之情也是不完整的,不足以达到正义,也无法超越实用的需要;但对于人类,这一理性和政治的动物,自然在引导他走向正义、法律、对神明的敬畏、城市的建立以及友善时,遵循着最初的原理,将对子嗣的温情与挚爱,作为这些美德高贵、美丽且成果丰硕的种子赋予了他;而这些原理存在于身体的构造之中。
πανταχοῦ μὲν γὰρ ἡ φύσις ἀκριβὴς καὶ φιλότεχνος καὶ ἀνελλιπὴς καὶ ἀπερίτμητος οὐδέν ὡς ἔφησεν Ἐρασίστρατος ἔχουσα ῥωπικόν· τὰ δὲ περὶ τὴν γένεσιν ἀξίως οὐκ ἔστιν εἰπεῖν οὐδʼ εὐπρεπὲς ἴσως λίαν ἀκριβῶς τῶν ἀπορρήτων ἐφάπτεσθαι τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, ἀλλʼ ἀποκειμένων καὶ κεκρυμμένων ἐπινοεῖν τὴν πρὸς τὸ γεννᾶν καὶ λοχεύεσθαι τῶν μορίων ἐκείνων εὐφυΐαν.
因为自然在处处都是精确的、富有艺术性的、完美无缺的且毫无赘物的,正如埃拉西斯特拉托斯所说,“没有任何微不足道的小玩艺”;而对于生育方面的事,我们无法做出相称的阐述,用名词和动词过于精确地触及那些隐秘的部分也许并不雅观;相反,我们应该在心中体认那些被安置和隐藏起来的器官,为了生育和分娩而具有的精妙构造。
ἀρκεῖ δʼ ἡ τοῦ γάλακτος ἐργασία καὶ οἰκονομία τὴν πρόνοιαν αὐτῆς ἐμφῆναι καὶ ἐπιμέλειαν.
但仅仅是乳汁的制造和分配,就足以显明她的远见与关怀。
τοῦ γὰρ αἵματος ὅσον περίττωμα τῆς χρείας ἐν ταῖς γυναιξὶ διʼ ἀμβλύτητα καὶ μικρότητα τοῦ πνεύματος ἐπιπολάζον ἐμπλανᾶται καὶ βαρύνει, τὸν μὲν ἄλλον χρόνον εἴθισται καὶ μεμελέτηκεν ἐμμήνοις ἡμερῶν περιόδοις ὀχετοὺς καὶ πόρους αὐτῷ τῆς φύσεως ἀναστομούσης ἀποχεόμενον τὸ μὲν ἄλλο σῶμα κουφίζειν καὶ καθαίρειν, τὴν δʼ ὑστέραν οἷον ἀρότῳ καὶ σπόρῳ γῆν ἐν φυτοῖς ὀργῶσαν ἐν καιρῷ παρέχειν.
因为在女性体内,由于呼吸(气)的迟钝和微弱,超出需要而多余、在表面漂移并带来沉重负担的那部分血液,在平时,习惯于在每月的周期里,由自然为其开辟通道和导管排出,从而减轻并净化身体的其他部分,同时在适当的时候使子宫像植物种植中准备好耕作和播种的土地一样肥沃。
ὅταν δὲ τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως γενομένης· ὁ γὰρ ὀμφαλὸς; πρῶτον ἐν μήτρῃσιν ὥς φησι Δημόκριτος ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα τῷ γεννωμένῳ καρπῷ καὶ μέλλοντι· τοὺς μὲν, ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις, τοῦ δʼ αἵματος ἀντιλαμβανομένη φερομένου τροφῇ χρῆται καὶ κατάρδει τὸ βρέφος ἤδη συνιστάμενον καὶ διαπλαττόμενον, ἄχρι οὗ τοὺς προσήκοντας ἀριθμοὺς τῇ ἐντὸς; αὐξήσει κυηθὲν ἑτέρας ἀνατροφῆς καὶ χώρας δέηται.
但是,当子宫接纳了坠入其中的胚种,并在扎根后将其包覆起来时——正如德谟克利特所说:“因为,最先在子宫里,脐带扎根生出,作为抵御动荡与漂泊的锚地,成为正在生成和将要生成的果实(胎儿)的系泊缆绳和藤蔓”;自然关闭了每月排毒的通道,接纳并利用流动的血液作为营养,灌溉已经开始凝结和塑造的胎儿,直到它在体内增长到适当的月数并孕育成熟,需要另一种滋养和另一个场所。
τότʼ οὖν τὸ αἷμα παντὸς ἐμμελέστερον φυτουργοῦ καὶ ὀχετηγοῦ πρὸς ἑτέραν ἀφʼ ἑτέρας ἐκτρέπουσα καὶ μεταλαμβάνουσα χρείαν, ἔχει παρεσκευασμένας οἷον ἐγγείους ἤ τινας κρήνας νάματος ἐπιρρέοντος, οὐκ ἀργῶς οὐδʼ ἀπαθῶς ὑποδεχομένας ἀλλὰ καὶ πνεύματος ἠπίῳ θερμότητι καὶ μαλακῇ θηλύτητι ἐκπέψαι καὶ λεᾶναι καὶ μεταβαλεῖν δυναμένας· τοιαύτην γὰρ ὁ μαστὸς ἔχει ἐντὸς διάθεσιν καὶ κρᾶσιν.
于是,在那个时候,自然比任何园丁或渠道修筑者都更巧妙地将血液从一种用途转引导向另一种用途,转移,准备好了如同流淌着泉水的地下泉源,它们不仅不是被动或无所作为地接纳这些血液,而且能够通过气(呼吸)的温和热量和柔和的雌性特质,来消化、使之细腻并转化它;因为乳房内部具有这样的状态与调和。
ἐκροαὶ δὲ τοῦ γάλακτος οὐκ εἰσὶν οὐδὲ κρουνοὶ μεθιέντες ἀθρόως, εἰς δὲ σάρκα πιδακώδη καὶ πόροις ἀτρέμα λεπτοῖς διηθοῦσαν ἀπολήγων, εὐμενὲς τῷ τοῦ νηπίου στόματι καὶ προσφιλὲς; ψαῦσαι καὶ περιλαβεῖν ἐνδίδωσι ταμιεῖον.
而且,乳汁的流出既没有排出口,也没有一次性喷涌的喷口,而是终止于泉水般源源不断的肉体,并通过极其细微的管道静静地过滤,提供了一个对婴儿嘴巴温和、且易于触碰和含吸的储藏所。
ἀλλὰ τούτων γε τῶν τοσούτων ἐπὶ τήν γένεσιν ἐργαλείων καὶ τοιούτων οἰκονομιῶν καὶ φιλοτιμίας καὶ προνοίας οὐδὲν ἦν ὄφελος, εἰ μὴ τὸ φιλόστοργον ἡ φύσις καὶ κηδεμονικὸν ἐνειργάσατο ταῖς τεκούσαις.
然而,为了生育而准备的如此多的器官,以及如此周密的安排、热忱和远见,如果自然没有在生育的母亲身上植入亲爱与关怀之情,那就毫无用处了。
" πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει· " τοῦτʼ οὐ ψεύδεται ὁ λέγων ἐπὶ νηπίου καὶ ἀρτιγενοῦς.
“在地上呼吸和爬行的万物之中,”凡是对婴儿和新生儿说出这句话的人,都没有撒谎。
οὐδὲν γάρ ἐστιν οὕτως; ἀτελὲς οὐδʼ ἄπορον οὐδὲ γυμνὸν οὐδʼ ἄμορφον οὐδὲ μιαρόν, ὡς ἄνθρωπος ἐν γοναῖς ὁρώμενος· ᾧ μόνῳ σχεδὸν οὐδὲ καθαρὰν ἔδωκεν εἰς φῶς ὁδὸν ἡ φύσις, ἀλλʼ αἵματι πεφυρμένος καὶ λύθρου περίπλεως καὶ φονευομένῳ μᾶλλον ἢ γεννωμένῳ ἐοικὼς οὐδενός ἐστιν ἅψασθαι καὶ ἀνελέσθαι καὶ ἀσπάσασθαι καὶ περιλαβεῖν ἢ τοῦ φύσει φιλοῦντος.
因为没有任何东西像出生时所见的人类那样不完整、无助、赤裸、无定形和污秽;自然几乎只对他没有给予一条通往光明的干净通道,而是让他浑身沾满鲜血、充斥着污垢,看起来更像是被杀戮而不是被诞生,以至于除了天生去爱的人以外,没有任何人会去触摸他、抱起他、亲吻他并拥抱他。
διὸ τῶν μὲν ἄλλων ζῴων ὑπὸ τὴν γαστέρα τὰ οὔθατα χαλᾷ τοὺς μαστοὺς, ταῖς δὲ γυναιξὶν ἄνω γεγόνασιν περὶ τὸ στέρνον ἐν ἐφικτῷ τοῦ φιλῆσαι καὶ περιπτύξαι καὶ κατασπάσασθαι τὸ νήπιον, ὡς τοῦ τεκεῖν καὶ θρέψαι τέλος οὐ χρείαν ἀλλὰ φιλίαν ἔχοντος.
因此,其他动物的乳房是下垂在腹部下方的,而女性的乳房则长在胸部上方,处于便于亲吻、拥抱和抚摩婴儿的触及范围内,这表明生育和抚育的终极目的并不是为了实用,而是为了爱。

词汇与语法注释

  1. 495cἄνθρωπον δέ, λογικὸν καὶ πολιτικὸν ζῷον, ἐπὶ δίκην καὶ νόμον εἰσάγουσα... — 宾格 `ἄνθρωπον` 是分词 `εἰσάγουσα`(主格,与主语 `ἡ φύσις` 一致)的直接宾语。主动词 `παρέσχε` 以 `τὴν πρὸς τὰ ἔκγονα χάριν καὶ ἀγάπησιν` 为直接宾语,而 `γενναῖα καὶ καλὰ καὶ φερέκαρπα τούτων σπέρματα` 作为同位语起修饰作用,意为“作为这些美德的种子”。
  2. 495eτοῦ γὰρ αἵματος ὅσον περίττωμα... — 主语为 `τοῦ αἵματος ὅσον περίττωμα`(多余的血液,含关系从句),主动词为 `εἴθισται`(习惯于)和完成时 `μεμελέτηκεν`(致力于/反复进行),它们引导不定式 `κουφίζειν` 和 `παρέχειν`。中间的属格独立结构 `τῆς φύσεως ἀναστομούσης` 表示手段或原因,中性分词 `ἀποχεόμενον` 在语法上与主语 `περίττωμα` 一致。
  3. 496cοὐδενός ἐστιν ἅψασθαι καὶ ἀνελέσθαι... ἢ τοῦ φύσει φιλοῦντος — `οὐδενός` 是否定代词 `οὐδείς` 的属格,与 `ἐστίν` 及不定式连用,表示职责、本分或本能(“这不属于任何人的本分去触摸……”即“没有人会愿意去触摸……”)。与之相对照,在表示排除的连词 `ἤ`(除了)之后,`τοῦ φύσει φιλοῦντος`(天生去爱的人,即父母)同样采用属格以保持句法一致,表示“除了父母以外,没有人会愿意……”。
  4. 496cὡς τοῦ τεκεῖν καὶ θρέψαι τέλος οὐ χρείαν ἀλλὰ φιλίαν ἔχοντος — 这是一个由小词 `ὡς` 引导的属格独立结构(genitive absolute)。该分句的主语是 `τοῦ τεκεῖν καὶ θρέψαι τέλος`(生育与抚养的终极目的),分词是 `ἔχοντος`(具有/旨在)。小词 `ὡς` 表明了自然设计中内在的目的或主观意图(“仿佛旨在……”、“因为……”)。

引用这一段

普鲁塔克, 论对后代的挚爱 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg098.humanitext-grc2:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。